← 伊索克拉底

论和平

§11-17

公允倾听的呼吁与普遍和平的倡议

演说者力陈兼听公允之必要,痛斥民众在城邦大事上舍弃明智之士而专宠谄媚之徒的弊病。尽管面临压抑言论自由的环境,他仍力排众议,倡议依据昔日与波斯王及斯巴达人所订条约,缔结全希腊范围的真正和平并确立各邦自治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες.1 χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι καλῶς δυνηθεῖεν ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύσασθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρʼ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δʼ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν;

除非他们把真正有利的事阐明清楚。除此以外,如果人们不把对立双方的演说并列起来严加审视,不把自己置于对双方都公正平等的听众地位,又怎能妥善地判定过去之事,或是审议将来之事呢?

§12

θαυμάζω δὲ τῶν τε πρεσβυτέρων, εἰ μηκέτι μνημονεύουσι, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ἀκηκόασιν, ὅτι διὰ μὲν τοὺς παραινοῦντας ἀντέχεσθαι τῆς εἰρήνης οὐδὲν πώποτε κακὸν ἐπάθομεν, διὰ δὲ τοὺς ῥᾳδίως τὸν πόλεμον αἱρουμένους πολλαῖς ἤδη καὶ μεγάλαις συμφοραῖς περιεπέσομεν. ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα μνείαν, ἀλλʼ ἑτοίμως ἔχομεν, μηδὲν εἰς τοὔμπροσθεν ἡμῖν αὐτοῖς πράττοντες, τριήρεις πληροῦν καὶ χρημάτων εἰσφορὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν οἷς ἂν τύχωμεν, ὥσπερ ἐν ἀλλοτρίᾳ τῇ πόλει κινδυνεύοντες. τούτων δʼ αἴτιόν ἐστιν, ὅτι προσῆκον ὑμᾶς ὁμοίως ὑπὲρ τῶν κοινῶν ὥσπερ ὑπὲρ τῶν ἰδίων σπουδάζειν,2 οὐ τὴν αὐτὴν γνώμην ἔχετε περὶ αὐτῶν, ἀλλʼ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε, ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν, ὅταν δʼ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιούτοις ἀπιστεῖτε καὶ φθονεῖτε, τοὺς δὲ πονηροτάτους τῶν ἐπὶ τὸ βῆμα παριόντων ἀσκεῖτε, καὶ νομίζετε δημοτικωτέρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων καὶ τοὺς νοῦν οὐκ ἔχοντας τῶν εὖ φρονούντων καὶ τοὺς τὰ τῆς πόλεως διανεμομένους τῶν ἐκ τῆς ἰδίας οὐσίας ὑμῖν λειτουργούντων. ὥστʼ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν τοιούτοις συμβούλοις χρωμένην ἐπὶ τὸ βέλτιον ἐπιδώσειν.

我对年长者和年轻人感到惊异,假如年长者不再记得、年轻人也未曾听任何人说起:由于那些劝戒我们要坚守和平的人,我们未曾遭遇过任何祸害;而由于那些轻率选择战争的人,我们此前早已陷入过多次重大的灾祸之中。然而我们对这些事却丝毫不予铭记,反倒在没有为我们自身取得任何进展的情况下,就随时准备着装备三列桨座战船、缴纳特别财产税,并随心所欲地去向偶然碰上的任何人施援和开战,仿佛我们是在别人的城邦中去冒这种危险一样。而造成这些现象的原因就在于:你们本应当像对待私人事务一样关切公共事务,然而你们对这两者的态度却大不相同。当你们为私事进行商议时,你们会寻求比你们自己更高明的人作为顾问;而当你们为了城邦召开公民大会时,你们对这样的人却心存猜忌和嫉妒,反而去奉承那些登上讲坛的品行最为恶劣之徒,认为喝得烂醉的人比清醒的人更拥护民主,缺乏理智的人比明智的人更拥护民主,瓜分城邦财富的人比用私人财产为你们承担公共捐造(公益劳役)的人更拥护民主。因此,如果有人指望城邦在使用这等顾问的情况下还能变得更好,那才是值得惊异的。

§14

ἐγὼ δʼ οἶδα μὲν ὅτι πρόσαντές ἐστιν ἐναντιοῦσθαι ταῖς ὑμετέραις διανοίαις, καὶ ὅτι δημοκρατίας οὔσης οὐκ ἔστι παρρησία, πλὴν ἐνθάδε μὲν τοῖς ἀφρονεστάτοις καὶ μηδὲν ὑμῶν φροντίζουσιν, ἐν δὲ τῷ θεάτρῳ τοῖς κωμῳδοδιδασκάλοις· ὃ καὶ πάντων ἐστὶ δεινότατον,3 ὅτι τοῖς μὲν ἐκφέρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτήματα τοσαύτην ἔχετε χάριν ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσι, πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω διατίθεσθε δυσκόλως ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν ἐργαζομένους.

我很清楚,反对你们的想法是一件艰难而招人怨恨的事,而且虽然身处民主政体之中,却根本没有言论自由(坦率进言),唯独在这里留给了那些最无脑、最不关心你们的人,在剧场里留给了喜剧作家。而所有事情中最可恶的是:对于那些将城邦的过错张扬给其他希腊人的人,你们感激涕零,甚至超过了对你们的恩人;而对于那些斥责和规劝你们的人,你们却心怀不满,态度严苛,仿佛他们是在给城邦带来祸害一般。

§15

ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀποσταίην ὧν διενοήθην. παρελήλυθα γὰρ οὐ χαριούμενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων, ἀλλʼ ἀποφανούμενος ἃ τυγχάνω γιγνώσκων πρῶτον μὲν περὶ ὧν οἱ πρυτάνεις προτιθέασιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς πόλεως πραγμάτων· οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ τῆς εἰρήνης γνωσθέντων, ἢν μὴ καὶ περὶ τῶν λοιπῶν ὀρθῶς βουλευσώμεθα.

然而,即使存在这些情况,我也不会放弃我心中的定见。因为我走上讲坛并不是为了讨好你们,也不是为了拉选票,而是要表明我本人的看法,首先是针对执政委员们所提议的事项,其次则是针对城邦的其他事务;因为如果我们在其余的事情上不能做出正确的审议,那么如今关于和平所作的决议也将毫无用处。

§16

φημὶ δʼ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ μόνον πρὸς Χίους καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους ἀλλὰ πρὸς ἅπαντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθήκαις μὴ ταύταις αἷς νῦν τινὲς γεγράφασιν, ἀλλὰ ταῖς γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξιέναι καὶ τὴν αὑτῶν ἔχειν ἑκάστους. τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν οὔτε μᾶλλον τῇ πόλει συμφερούσας.

因此我主张,我们不仅应当同希俄斯人、罗得岛人、拜占庭人和科斯人缔结和平,而且应当同全人类缔结和平;我们所采用的条约不应当是某些人现在所草拟的那些,而应当是当初与波斯国王及斯巴达人所订立的条约,那些条约规定希腊各邦保持自治,驻军撤出别国城邦,各自保有自己的领土。因为我们将找不到比这些更公正、对城邦更有益的条约了。

§17

ἢν μὲν οὖν ἐνταῦθα καταλίπω τὸν λόγον, οἶδʼ ὅτι δόξω τὴν πόλιν ἐλαττοῦν, εἰ Θηβαῖοι μὲν ἕξουσι Θεσπιὰς καὶ Πλαταιὰς καὶ τὰς ἄλλας πόλεις ἃς παρὰ τοὺς ὅρκους κατειλήφασιν, ἡμεῖς δʼ ἔξιμεν μηδεμιᾶς ἀνάγκης οὔσης ἐξ ὧν τυγχάνομεν ἔχοντες· ἢν δὲ διὰ τέλους ἀκούσητέ μου προσέχοντες τὸν νοῦν, οἶμαι πάντας ὑμᾶς καταγνώσεσθαι πολλὴν ἄνοιαν καὶ μανίαν τῶν τὴν ἀδικίαν πλεονεξίαν εἶναι νομιζόντων,4 καὶ τῶν τὰς ἀλλοτρίας πόλεις βίᾳ κατεχόντων, καὶ μὴ λογιζομένων τὰς συμφορὰς τὰς ἐκ τῶν τοιούτων ἔργων γιγνομένας.

如果我在此处就结束演说,我知道我看起来将会像是在削弱城邦的地位——如果忒拜人将继续保有塞斯庇埃、普拉泰亚以及其他违背誓言强行占领的城邦,而我们却在没有任何强迫的情况下放弃现今碰巧拥有的土地。但如果你们全神贯注地听我讲到最后,我相信你们所有人都会判定:那些把不义当作利益的人,那些凭借暴力占据别国城邦的人,以及不顾及由此种恶行而产生的灾难的人,是陷入了极大的愚蠢与疯狂之中的。

语法注4 条
  1. 11μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες

    此分词短语充当条件分词(相当于 εἰ μή...),修饰前一段落末尾的主动词(οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς),意为“除非他们把真正有利的事阐明清楚”。

  2. 13προσῆκον ὑμᾶς ὁμοίως ὑπὲρ τῶν κοινῶν ὥσπερ ὑπὲρ τῶν ἰδίων σπουδάζειν

    非人称动词 προσήκει 的中性分词 προσῆκον 构成绝对对格(accusative absolute)结构,引导带有让步意味的状语从句(“尽管你们本应当……”)。

  3. 14ὃ καὶ πάντων ἐστὶ δεινότατον

    中性关系代词 ὃ 具有前引同格功能(proleptic),用来提前引出并同格修饰后文紧跟的 ὅτι 从句(“而所有事情中最可恶的是……”)。

  4. 17καταγνώσεσθαι πολλὴν ἄνοιαν καὶ μανίαν τῶν τὴν ἀδικίαν πλεονεξίαν εἶναι νομιζόντων

    复合动词 καταγιγνώσκω 采用接格结构:受谴责的人置于属格(τῶν ... νομιζόντων),而所定之罪责或判定内容置于宾格(πολλὴν ἄνοιαν καὶ μανίαν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:11-17