← 伊索克拉底

论和平

§126-136

伯里克利的清廉与复兴城邦的三项方策

演说者将伯里克利的廉洁奉公与当代煽动家的贪婪营私作对比,揭露恶劣演说家借民众贫困以巩固自身权柄,并提出挽救城邦的三项根本策:选任贤明谋士、公正善待盟邦、追求希腊公认之盛誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§126

καίτοι Περικλῆς ὁ πρὸ τῶν τοιούτων δημαγωγὸς καταστάς, παραλαβὼν τὴν πόλιν χεῖρον μὲν φρονοῦσαν ἢ πρὶν κατασχεῖν τὴν ἀρχήν, ἔτι δʼ ἀνεκτῶς πολιτευομένην, οὐκ ἐπὶ τὸν ἴδιον χρηματισμὸν ὥρμησεν, ἀλλὰ τὸν μὲν οἶκον ἐλάττω τὸν αὑτοῦ κατέλιπεν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀνήγαγεν ὀκτακισχίλια τάλαντα χωρὶς τῶν ἱερῶν.

然而,在这些人之先担任民众领袖的伯里克利,接手城邦时,其风气虽已不如夺取霸权之前那般端正,但政治体制尚称过得去;即便如此,他并未着手为自己牟取私利,反而使自己留下的家产少于从父亲那里继承的数额,却将八千塔兰同运上了卫城,还不包括圣库的财宝。

§127

οὗτοι δὲ τοσοῦτον ἐκείνου διενηνόχασιν, ὥστε λέγειν μὲν τολμῶσιν ὡς διὰ τὴν τῶν κοινῶν ἐπιμέλειαν οὐ δύνανται τοῖς αὑτῶν ἰδίοις προσέχειν τὸν νοῦν, φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην εἰληφότα τὴν ἐπίδοσιν,1 ὅσην οὐδʼ ἂν εὔξασθαι τοῖς θεοῖς πρότερον ἠξίωσαν, τὸ δὲ πλῆθος ἡμῶν, οὗ κήδεσθαί φασιν, οὕτω διακείμενον ὥστε μηδένα τῶν πολιτῶν ἡδέως ζῆν μηδὲ ῥᾳθύμως, ἀλλʼ ὀδυρμῶν μεστὴν εἶναι τὴν πόλιν.

而现在的这些人和他差距悬殊,以至于他们竟然胆敢扬言,因忙于操劳公务而无法顾及私事;然而他们那理应被疏于照料的私产,所呈现出的增长之巨,竟是他们以往连向神明祈求都不敢奢望的;反之,他们声称所关心的我们的人民,其境况却使得没有一个公民能够舒心或安闲地生活,整个城邦满是哀鸣。

§128

οἱ μὲν γὰρ τὰς πενίας καὶ τὰς ἐνδείας ἀναγκάζονται διεξιέναι καὶ θρηνεῖν πρὸς σφᾶς αὐτούς, οἱ δὲ τὸ πλῆθος τῶν προσταγμάτων καὶ τῶν λειτουργιῶν καὶ τὰ κακὰ τὰ περὶ τὰς συμμορίας καὶ τὰς ἀντιδόσεις· ἃ τοιαύτας ἐμποιεῖ λύπας, ὥστʼ ἄλγιον ζῆν τοὺς τὰς οὐσίας κεκτημένους ἢ τοὺς συνεχῶς πενομένους.

因为一部分人被迫在私下诉说并哀叹自己的贫困与匮乏,另一部分人则哀叹沉重的指令、公益捐助的繁多,以及围绕纳税集团和财产交换而来的祸害;这些带来了如此巨大的痛苦,以至于家有资产之人的生活竟比终日穷困之人更为艰难。

§129

θαυμάζω δʼ εἰ μὴ δύνασθε συνιδεῖν ὅτι γένος οὐδέν ἐστι κακονούστερον τῷ πλήθει πονηρῶν ῥητόρων καὶ δημαγωγῶν· πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τῶν κατὰ τὴν ἡμέραν ἑκάστην ἀναγκαίων οὗτοι μάλιστα βούλονται σπανίζειν ὑμᾶς, ὁρῶντες τοὺς μὲν ἐκ τῶν ἰδίων δυναμένους τὰ σφέτερʼ αὐτῶν διοικεῖν τῆς πόλεως ὄντας καὶ τῶν τὰ βέλτιστα λεγόντων, τοὺς δʼ ἀπὸ τῶν δικαστηρίων ζῶντας καὶ τῶν ἐκκλησιῶν καὶ τῶν ἐντεῦθεν λημμάτων ὑφʼ αὑτοῖς διὰ τὴν ἔνδειαν ἠναγκασμένους εἶναι, καὶ πολλὴν χάριν ἔχοντας ταῖς εἰσαγγελίαις καὶ ταῖς γραφαῖς καὶ ταῖς ἄλλαις συκοφαντίαις ταῖς διʼ αὑτῶν γιγνομέναις.

令我感到惊异的是,你们竟然看不出没有任何一类人比奸恶的演说家和民众领袖对民众抱有更大的恶意;因为除了其他祸害之外,他们最希望你们连每日生活之必需品都匮乏,因他们看到,那些能凭私产自给自足的人是忠于城邦并拥护良言之士的,而那些仰仗法庭、公民大会以及由此而来的津贴过活的人,则因贫困而被迫屈服于他们之下,并对借由他们之手发起的弹劾、公诉和其他诬告深表感激。

§131

ἐν οὖν ταῖς ἀπορίαις, ἐν αἷς αὐτοὶ δυναστεύουσιν, ἐν ταύταις ἥδιστʼ ἂν ἴδοιεν ἅπαντας ὄντας τοὺς πολίτας. τεκμήριον δὲ μέγιστον· οὐ γὰρ τοῦτο σκοποῦσιν, ἐξ οὗ τρόπου τοῖς δεομένοις βίον ἐκποριοῦσιν, ἀλλʼ ὅπως τοὺς ἔχειν τι δοκοῦντας τοῖς ἀπόροις ἐξισώσουσιν.

因此,在他们自身借以掌权的困境之中,他们最乐于见到全体公民都陷于此境。最大的明证便是:他们所考虑的并非如何为穷苦之人谋得生计,而是如何使那些看似拥有财产的人沦落到与赤贫者等同的境地。

§132

τίς οὖν ἀπαλλαγὴ γένοιτʼ ἂν τῶν κακῶν τῶν παρόντων; διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν τούτων, οὐκ ἐφεξῆς, ἀλλʼ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν· μᾶλλον δʼ ἂν ὑμῖν ἐγγένοιτο μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην.

那么,从眼下的祸患中究竟能有何种解脱?关于这些事情,我大多已讲过,虽非连贯成篇,而是随各适其时地道出;但如果我将最迫切之要端汇集一处,试图再次重述一遍,你们或许能更容易铭记于心。

§133

ἔστι δʼ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν2 συμβούλους ποιώμεθα τοιούτους περὶ τῶν κοινῶν, οἵους περ ἂν περὶ τῶν ἰδίων ἡμῖν εἶναι βουληθεῖμεν, καὶ παυσώμεθα δημοτικοὺς μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας,3 ὀλιγαρχικοὺς δὲ τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν, γνόντες ὅτι φύσει μὲν οὐδεὶς οὐδέτερον τούτων ἐστίν, ἐν ᾗ δʼ ἂν ἕκαστοι τιμῶνται, ταύτην βούλονται καθεστάναι τὴν πολιτείαν· δεύτερον δʼ ἢν ἐθελήσωμεν χρῆσθαι τοῖς συμμάχοις ὁμοίως ὥσπερ τοῖς φίλοις, καὶ μὴ λόγῳ μὲν αὐτονόμους ἀφιῶμεν, ἔργῳ δὲ τοῖς στρατηγοῖς αὐτοὺς ὅ τι ἂν βούλωνται ποιεῖν ἐκδιδῶμεν, μηδὲ δεσποτικῶς ἀλλὰ συμμαχικῶς αὐτῶν ἐπιστατῶμεν, ἐκεῖνο καταμαθόντες, ὅτι μιᾶς μὲν ἑκάστης τῶν πόλεων κρείττους ἐσμέν, ἁπασῶν δʼ ἥττους· τρίτον ἢν μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν·4 τοῖς γὰρ οὕτω διακειμένοις ἑκόντες καὶ τὰς δυναστείας καὶ τὰς ἡγεμονίας διδόασιν.

我们有办法纠正并改善城邦的事务:第一,如果我们挑选在公事上的谋士,如同我们在私事上所希望的那样;并不再把诬告者视为民主派,把优秀善良之士视为寡头派,深知在天性上无人天然属于这两者中的任何一方,而只是在何种政体下受到尊崇,就希望确立何种政体;第二,如果我们愿意像对待朋友一样对待盟友,而不是在口头上承认他们自治,在行动上却将他们交由将军们任其所为;不是以主人专制的方式、而是以盟友协作的方式去统领他们,深明这一点:虽然我们强于其中的每一个单独城邦,却弱于所有城邦的总和;第三,如果你们认为,仅次于对神明的虔敬之外,没有任何东西比在希腊人中享有盛誉更值得看重;因为对于持这种态度的人,人们乐于拱手让出统治权与统帅权。

§136

ἢν οὖν ἐμμείνητε τοῖς εἰρημένοις, καὶ πρὸς τούτοις ὑμᾶς αὐτοὺς παράσχητε πολεμικοὺς μὲν ὄντας ταῖς μελέταις καὶ ταῖς παρασκευαῖς, εἰρηνικοὺς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πράττειν, οὐ μόνον εὐδαίμονα ποιήσετε ταύτην τὴν πόλιν, ἀλλὰ καὶ τοὺς Ἕλληνας ἅπαντας.

因此,如果你们坚守这些规劝,此外在演练与戒备上表现得勇于应战,而在不违正义的行事上表现得爱好和平,你们不仅将使这座城邦获得幸福,也将使全体希腊人同享盛世。

语法注4 条
  1. 127φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην εἰληφότα τὴν ἐπίδοσιν

    动词 φαίνεται 与主格补充分词结构配合,此处搭配中性复数主格分词 εἰληφότα,表示显而易见的事实(“显然获得了……”)。δὲ 对应前文的 λέγειν μὲν τολμῶσιν,μὲν 则与后文的 τὸ δὲ πλῆθος ἡμῶν 相呼应(通行校勘本此处作 τὰ μὲν ἀμελούμενα),分词短语指代其声称被疏忽照顾的私人财产。

  2. 133ἔστι δʼ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν

    无人称动词 ἔστι 引导带有潜势希求法的关系从句 ἐξ ὧν ἂν ἐπανορθώσαιμεν(“有我们可以借以纠正……的途径”)。其后由 πρῶτον μὲν ἢν、δεύτερον δʼ ἢν 和 τρίτον ἢν 引导的条件从句具有说明性(epexegetical),具体展开阐述这些手段的内容。

  3. 133παυσώμεθα δημοτικοὺς μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας

    中动动词 παύομαι(停止、放弃)后接补充说明分词 νομίζοντες,构成“停止认为……”之意;分词 νομίζοντες 进而支配宾格不定式从句(τοὺς συκοφάντας δημοτικοὺς εἶναι)。

  4. 135μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν

    习语 περὶ πλείονος ἡγεῖσθαι(更重视)支配比较属格的冠词不定式 τοῦ εὐδοκιμεῖν。插入其中的介词短语 μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν(仅次于对诸神的虔敬)使比较短语与其支配的属格发生了分离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:126-136