← 伊索克拉底

论和平

§137-145

正义统帅权带来的繁荣与对后辈的结语劝诫

伊索克拉底阐明了雅典凭借正义与武备成为希腊城邦的庇护者所能获得的繁荣,倡导效仿斯巴达王制的真正统帅权,并勉励后辈倡导正义,以此结束全篇演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§137

οὐδὲ γὰρ ἄλλη τῶν πόλεων οὐδεμία τολμήσει περὶ αὐτοὺς ἐξαμαρτάνειν, ἀλλʼ ὀκνήσουσι καὶ πολλὴν ἡσυχίαν ἄξουσιν, ὅταν ἴδωσιν ἐφεδρεύουσαν τὴν δύναμιν τὴν ἡμετέραν καὶ παρεσκευασμένην τοῖς ἀδικουμένοις βοηθεῖν. οὐ μὴν ἀλλʼ1 ὁπότερον ἂν ποιήσωσι, τό γʼ ἡμέτερον καλῶς ἕξει καὶ συμφερόντως.

因为其他任何城邦都绝不敢对他们肆意妄为,反而在看到我们的力量蓄势待发、随时准备援助受害之人的时候,他们必会心生畏缩而保持极大的克制。然而无论他们采取何种做法,我们的立场都将是光彩照人且大有裨益的。

§138

ἤν τε γὰρ δόξῃ τῶν πόλεων ταῖς προεχούσαις ἀπέχεσθαι τῶν ἀδικημάτων, ἡμεῖς τούτων τῶν ἀγαθῶν τὴν αἰτίαν ἕξομεν· ἤν τʼ ἐπιχειρῶσιν ἀδικεῖν, ἐφʼ ἡμᾶς ἅπαντες οἱ δεδιότες καὶ κακῶς πάσχοντες καταφεύξονται, πολλὰς ἱκετείας καὶ δεήσεις ποιούμενοι, καὶ διδόντες οὐ μόνον τὴν ἡγεμονίαν ἀλλὰ καὶ σφᾶς αὐτούς.

因为如果各大主要城邦决定戒绝不义之举,我们将因此等善事而享有美名;如果他们企图为非作歹,所有心怀恐惧、饱受蹂躏之人都会奔向我们求庇护,提出无数的祈求与恳愿,不仅奉上统帅权,而且甘愿献出他们自身。

§139

ὥστʼ οὐκ ἀπορήσομεν μεθʼ ὧν κωλύσομεν τοὺς ἐξαμαρτάνοντας, ἀλλὰ πολλοὺς ἕξομεν τοὺς ἑτοίμως καὶ προθύμως συναγωνιζομένους ἡμῖν. ποία γὰρ πόλις ἢ τίς ἀνθρώπων οὐκ ἐπιθυμήσει μετασχεῖν τῆς φιλίας καὶ τῆς συμμαχίας τῆς ἡμετέρας, ὅταν ὁρῶσι τοὺς αὐτούς, ἀμφότερα, καὶ δικαιοτάτους ὄντας καὶ μεγίστην δύναμιν κεκτημένους, καὶ τοὺς μὲν ἄλλους σώζειν καὶ βουλομένους καὶ δυναμένους, αὐτοὺς δὲ μηδεμιᾶς βοηθείας δεομένους;

因此,我们绝不会缺少用以制止作恶者的盟友,反而将拥有众多甘心情愿且奋不顾身与我们并肩作战的人。又有哪个城邦或何人,在看到同一帮人既公正至极又拥有最强大的实力,既有意愿且有能力去拯救他人,自身却又无需任何外援之时,会不渴望分享我们的友谊与联盟呢?

§140

πόσην δὲ χρὴ προσδοκᾶν ἐπίδοσιν τὰ τῆς πόλεως λήψεσθαι, τοιαύτης εὐνοίας ἡμῖν παρὰ τῶν ἄλλων ὑπαρξάσης; πόσον δὲ πλοῦτον εἰς τὴν πόλιν εἰσρυήσεσθαι, διʼ ἡμῶν ἁπάσης τῆς Ἑλλάδος σωζομένης; τίνας δʼ οὐκ ἐπαινέσεσθαι τοὺς τοσούτων καὶ τηλικούτων ἀγαθῶν αἰτίους γεγενημένους;2

当他人对我们抱有如此深厚的善意时,我们理应预期城邦的事业会获得多么巨大的增长?当全希腊因我们而得以保全时,又有多少财富将涌入这座城邦?对于促成如此众多、如此巨大福祉的人,又有谁会不予赞颂呢?

§141

ἀλλὰ γὰρ οὐ δύναμαι διὰ τὴν ἡλικίαν ἅπαντα τῷ λόγῳ περιλαβεῖν, ἃ τυγχάνω τῇ διανοίᾳ καθορῶν, πλὴν ὅτι καλόν ἐστιν ἐν ταῖς τῶν ἄλλων ἀδικίαις καὶ μανίαις πρώτους εὖ φρονήσαντας προστῆναι τῆς τῶν Ἑλλήνων ἐλευθερίας, καὶ σωτῆρας ἀλλὰ μὴ λυμεῶνας αὐτῶν κληθῆναι, καὶ περιβλέπτους ἐπʼ ἀρετῇ γενομένους τὴν δόξαν τὴν τῶν προγόνων ἀναλαβεῖν.

然而,由于年事已高,我无法在言辞中穷尽我心中所察见的一切,唯有一点:在旁人的不义与狂乱之中,率先恢复明智并挺身捍卫希腊人的自由,被称为他们的拯救者而非祸害,因美德而备受瞩目并重获先祖的荣耀,这是何等美好之事。

§142

κεφάλαιον δὲ τούτων ἐκεῖνʼ ἔχω λέγειν,3 εἰς ὃ πάντα τὰ προειρημένα συντείνει καὶ πρὸς ὃ χρὴ βλέποντας τὰς πράξεις τὰς τῆς πόλεως δοκιμάζειν. δεῖ γὰρ ἡμᾶς, εἴπερ βουλόμεθα διαλύσασθαι μὲν τὰς διαβολὰς ἃς ἔχομεν ἐν τῷ παρόντι, παύσασθαι δὲ τῶν πολέμων τῶν μάτην γιγνομένων, κτήσασθαι δὲ τῇ πόλει τὴν ἡγεμονίαν εἰς τὸν ἅπαντα χρόνον, μισῆσαι μὲν ἁπάσας τὰς τυραννικὰς ἀρχὰς καὶ τὰς δυναστείας, ἀναλογισαμένους τὰς συμφορὰς τὰς ἐξ αὐτῶν γεγενημένας, ζηλῶσαι δὲ καὶ μιμήσασθαι τὰς ἐν Λακεδαίμονι βασιλείας.

作为这些观点的总结,我可以说出以下这一点,所有前述内容皆归宿于此,且人们应当以此为准绳来审视城邦的行动。因为我们若真想消除眼下所遭受的谤议,平息徒劳无益的战争,并为城邦永久赢得统帅权,就必须在反思由专制带来的灾难之后,唾弃一切僭主式的统治与强权,转而仰慕并效仿拉刻代蒙的王制。

§143

ἐκείνοις γὰρ ἀδικεῖν μὲν ἧττον ἔξεστιν ἢ τοῖς ἰδιώταις, τοσούτῳ δὲ μακαριστότεροι τυγχάνουσιν ὄντες τῶν βίᾳ τὰς τυραννίδας κατεχόντων, ὅσον οἱ μὲν τοὺς τοιούτους ἀποκτείναντες τὰς μεγίστας δωρεὰς παρὰ τῶν συμπολιτευομένων λαμβάνουσιν, ὑπὲρ ἐκείνων δʼ οἱ μὴ τολμῶντες ἐν ταῖς μάχαις ἀποθνήσκειν ἀτιμότεροι γίγνονται τῶν τὰς τάξεις λειπόντων καὶ τὰς ἀσπίδας ἀποβαλλόντων.

因为拉刻代蒙的国王比起普通人更没有为非作歹的自由,而他们比起那些以暴力维系僭主统治的人,境遇何其幸运,因为杀死后一类人的人会从同邦公民那里获得最丰厚的赏赐,而不敢为前一类人战死沙场的人,比起临阵脱逃、抛弃盾牌者还要蒙受更大的耻辱。

§144

ἄξιον οὖν ὀρέγεσθαι τῆς τοιαύτης ἡγεμονίας. ἔνεστι δὲ τοῖς πράγμασιν ἡμῶν τυχεῖν παρὰ τῶν Ἑλλήνων τῆς τιμῆς ταύτης, ἥνπερ ἐκεῖνοι παρὰ τῶν πολιτῶν ἔχουσιν, ἢν ὑπολάβωσι τὴν δύναμιν τὴν ἡμετέραν μὴ δουλείας ἀλλὰ σωτηρίας αἰτίαν αὑτοῖς ἔσεσθαι.

因此,追求这样一种领袖地位是完全值得的。只要希腊人确信我们的力量将成为他们拯救的因由,而非奴役的根源,我们的国家就有可能从希腊人那里获得那些君王从其公民那里所享有的同样尊荣。

§145

πολλῶν δὲ καὶ καλῶν λόγων ἐνόντων περὶ τὴν ὑπόθεσιν ταύτην, ἐμοὶ μὲν ἀμφότερα συμβουλεύει παύσασθαι λέγοντι, καὶ τὸ μῆκος τοῦ λόγου καὶ τὸ πλῆθος τῶν ἐτῶν τῶν ἐμῶν· τοῖς δὲ νεωτέροις καὶ μᾶλλον ἀκμάζουσιν ἢ ἐγὼ παραινῶ καὶ παρακελεύομαι τοιαῦτα καὶ λέγειν καὶ γράφειν, ἐξ ὧν τὰς μεγίστας τῶν πόλεων καὶ τὰς εἰθισμένας ταῖς ἄλλαις κακὰ παρέχειν προτρέψουσιν ἐπʼ ἀρετὴν καὶ δικαιοσύνην, ὡς ἐν ταῖς τῆς Ἑλλάδος εὐπραγίαις συμβαίνει καὶ τὰ τῶν φιλοσόφων πράγματα πολλῷ βελτίω γίγνεσθαι.

围绕这一论题,固然还有许多宏篇高论可作,但无论是篇幅的冗长还是我岁数的老迈,都在告诫我应当止步了;然而对于那些比我年轻、比我精力充沛的人,我劝勉并督促他们发表言论并撰写文章,以此引导各大城邦以及那些惯于给别国造成灾难的强权趋向于美德与正义,因为希腊若繁荣昌盛,从事哲学者的境况亦必随之大为改善。

语法注3 条
  1. 137οὐ μὴν ἀλλʼ

    成语性省略短语,意为“然而”、“无论如何”或“话虽如此”。承接前文其他城邦不会犯下不义之举的否定判断,转而推进论述:即使情况并非如此,无论对方选择哪一种做法,对雅典而言都是有利的。

  2. 140τίνας δʼ οὐκ ἐπαινέσεσθαι τοὺς τοσούτων καὶ τηλικούτων ἀγαθῶν αἰτίους γεγενημένους;

    承接前文 χρὴ προσδοκᾶν(§140)支配的“带不定式的宾格”结构。疑问代词宾格 τίνας 充当不定式 ἐπαινέσεσθαι 的逻辑主语(“应当预期谁不会赞美……呢?”,即“所有人必然都会赞美”),而紧随其后的分词短语 τοὺς ... αἰτίους γεγενημένους 则作该不定式的直接宾语。

  3. 142κεφάλαιον δὲ τούτων ἐκεῖνʼ ἔχω λέγειν

    句首的中性宾格名词 κεφάλαιον 充当同格宾格或谓语性宾格,意为“作为这一切的总结/要旨,我可以说明那一点”。指示代词 ἐκεῖνο 的具体内容由后文 δεῖ γὰρ ἡμᾶς... 所引出的一连串不定式详加阐述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:137-145