- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:116-125
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过对比雅典与斯巴达、色萨利与墨加拉的命运,指明节制带来福祉而放纵导致灭亡,告诫雅典人吸取历史教训,不可继续盲从那些损公肥私的奸佞政客。
ἢν οὖν ἐμοὶ πεισθῆτε, παυσάμενοι τοῦ παντάπασιν εἰκῇ βουλεύεσθαι προσέξετε τὸν νοῦν ὑμῖν αὐτοῖς καὶ τῇ πόλει, καὶ φιλοσοφήσετε καὶ σκέψεσθε τί τὸ ποιῆσάν ἐστι τὼ πόλη τούτω,1 λέγω δὲ τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων, ἐκ ταπεινῶν μὲν πραγμάτων ἑκατέραν ὁρμηθεῖσαν ἄρξαι τῶν Ἑλλήνων, ἐπεὶ δʼ ἀνυπέρβλητον τὴν δύναμιν ἔλαβον, περὶ ἀνδραποδισμοῦ κινδυνεῦσαι· καὶ διὰ τίνας αἰτίας Θετταλοὶ μέν, μεγίστους πλούτους παραλαβόντες καὶ χώραν ἀρίστην καὶ πλείστην ἔχοντες, εἰς ἀπορίαν καθεστήκασι, Μεγαρεῖς δέ, μικρῶν αὐτοῖς καὶ φαύλων τῶν ἐξ ἀρχῆς ὑπαρξάντων, καὶ γῆν μὲν οὐκ ἔχοντες οὐδὲ λιμένας οὐδʼ ἀργυρεῖα, πέτρας δὲ γεωργοῦντες, μεγίστους οἴκους τῶν Ἑλλήνων κέκτηνται· κἀκείνων μὲν τὰς ἀκροπόλεις ἄλλοι τινὲς ἀεὶ κατέχουσιν, ὄντων αὐτοῖς πλέον τρισχιλίων ἱππέων καὶ πελταστῶν ἀναριθμήτων, οὗτοι δὲ μικρὰν δύναμιν ἔχοντες τὴν αὑτῶν ὅπως βούλονται διοικοῦσιν· καὶ πρὸς τούτοις οἱ μὲν σφίσιν αὐτοῖς πολεμοῦσιν, οὗτοι δὲ μεταξὺ Πελοποννησίων καὶ Θηβαίων καὶ τῆς ἡμετέρας πόλεως οἰκοῦντες εἰρήνην ἄγοντες διατελοῦσιν.
因此,如果你们听从我的劝告,不再毫无章法地胡乱商议,你们就会把注意力转向你们自己和城邦,就会去思索并考察究竟是什么原因使得这两个城邦——我是指我们自己的城邦和拉栖代梦人的城邦——各自从微贱的境遇起步而统治了全希腊,却又在获得了不可抗拒的强盛力量之后,险遭沦为奴隶的厄运;又是出于什么缘故,色萨利人继承了巨额财富,拥有最肥沃、最辽阔的土地,却陷入困顿之中,而墨加拉人最初所拥有的微小贫乏,既无土地,亦无港口,也没有银矿,只能耕作于岩石之上,却拥有全希腊最为殷实的家业;而且前者虽然拥有三千余名骑兵和无数的轻盾兵,其卫城却始终被外人占据,而后者兵力单薄,却能随心所欲地治理自己的城邦;此外,前者相互攻伐,而后者定居在伯罗奔尼撒人、底比斯人和我们城邦之间,却始终安享和平。
ἢν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα διεξίητε πρὸς ὑμᾶς αὐτούς, εὑρήσετε τὴν μὲν ἀκολασίαν καὶ τὴν ὕβριν τῶν κακῶν αἰτίαν γιγνομένην, τὴν δὲ σωφροσύνην τῶν ἀγαθῶν. ἥν ὑμεῖς ἐπὶ μὲν τῶν ἰδιωτῶν ἐπαινεῖτε, καὶ νομίζετε τοὺς ταύτῃ χρωμένους ἀσφαλέστατα ζῆν καὶ βελτίστους εἶναι τῶν πολιτῶν, τὸ δὲ κοινὸν ἡμῶν οὐκ οἴεσθε δεῖν τοιοῦτο παρασκευάζειν.
因为,如果你们在自己心中细细考察这些以及诸如此类的事例,你们就会发现放纵与傲慢乃是灾难的根源,而节制则是善福的起因。然而,你们在私人身上称赞这种节制,认为践行节制的人生活最为安稳,是公民中最优秀的人,却不认为我们的国家也应当塑造出这般的品格。
καίτοι προσήκει τὰς ἀρετὰς ἀσκεῖν καὶ τὰς κακίας φεύγειν πολὺ μᾶλλον ταῖς πόλεσιν ἢ τοῖς ἰδιώταις. ἀνὴρ μὲν γὰρ ἀσεβὴς καὶ πονηρὸς τυχὸν ἂν φθάσειε τελευτήσας πρὶν δοῦναι δίκην2 τῶν ἡμαρτημένων· αἱ δὲ πόλεις διὰ τὴν ἀθανασίαν ὑπομένουσι καὶ τὰς παρὰ τῶν ἀνθρώπων καὶ τὰς παρὰ τῶν θεῶν τιμωρίας.
可是,践行美德、远避邪恶对于城邦而言,远比对私人更为适宜。因为一个不敬神且邪恶的人,或许能在为罪行受罚之前便已先行死去;而城邦由于其永生不朽,必须承受来自人间的惩戒与来自诸神的报应。
ὧν ἐνθυμουμένους χρὴ μὴ προσέχειν τὸν νοῦν τοῖς ἐν τῷ παρόντι μὲν χαριζομένοις, τοῦ δὲ μέλλοντος χρόνου μηδεμίαν ἐπιμέλειαν ποιουμένοις, μηδὲ τοῖς φιλεῖν μὲν τὸν δῆμον φάσκουσιν, ὅλην δὲ τὴν πόλιν λυμαινομένοις· ὡς καὶ πρότερον, ἐπειδὴ παρέλαβον οἱ τοιοῦτοι τὴν ἐπὶ τοῦ βήματος δυναστείαν, εἰς τοσαύτην ἄνοιαν προήγαγον τὴν πόλιν, ὥστε παθεῖν αὐτὴν οἷά περ ὀλίγῳ πρότερον ὑμῖν διηγησάμην.
牢记这些,决不可听信那些只顾迎合眼下欢心而对未来毫不关切的人,也不可听信那些口称热爱人民却使整个城邦蒙受毁损的人;正如从前那样,当这类人攫取了讲坛上的权柄时,他们曾把城邦引向如此严重的昏庸之中,以至于它遭受了正如我方才向你们叙述过的那些祸患。
ἃ καὶ πάντων μάλιστʼ ἄν τις θαυμάσειεν, ὅτι προχειρίζεσθε δημαγωγοὺς οὐ τοὺς τὴν αὐτὴν γνώμην ἔχοντας τοῖς μεγάλην τὴν πόλιν ποιήσασιν, ἀλλὰ τοὺς ὅμοια καὶ λέγοντας καὶ πράττοντας τοῖς ἀπολέσασιν αὐτήν, καὶ ταῦτʼ εἰδότες οὐ μόνον ἐν τῷ ποιῆσαι τὴν πόλιν εὐδαίμονα τοὺς χρηστοὺς τῶν πονηρῶν διαφέροντας, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἐπὶ μὲν ἐκείνων ἐν πολλοῖς ἔτεσιν οὔτε κινηθεῖσαν οὔτε μεταστᾶσαν, ἐπὶ δὲ τούτων ἐν ὀλίγῳ χρόνῳ δὶς ἤδη καταλυθεῖσαν,3 καὶ τὰς φυγὰς τὰς ἐπὶ τῶν τυράννων καὶ τὰς ἐπὶ τῶν τριάκοντα γενομένας οὐ διὰ τοὺς συκοφάντας κατελθούσας, ἀλλὰ διὰ τοὺς μισοῦντας τοὺς τοιούτους καὶ μεγίστην ἐπʼ ἀρετῇ δόξαν ἔχοντας.
而最令人惊异的莫过于,你们所选拔出来的民众领袖,不是那些与使城邦走向伟大的人持有相同志趣的人,而是那些在言行上与使城邦走向毁灭的人如出一辙的人;况且你们明明知道,善类与恶类的区别不仅在于使城邦获得繁荣,还在于在前者治下民主政治历经多年既未动摇亦未更迭,而在后者治下短时期内就已两度倾覆,并且在僭主时期和三十僭主时期发生的流亡事件中,重返家园并非仰赖那些诬告者,而是仰赖那些仇恨此类诬告者并在德行上享有崇高声誉的人。
ἀλλʼ ὅμως τηλικούτων ἡμῖν ὑπομνημάτων καταλελειμμένων ὡς ἐφʼ ἑκατέρων αὐτῶν ἡ πόλις ἔπραττεν, οὕτω χαίρομεν ταῖς τῶν ῥητόρων πονηρίαις, ὥσθʼ ὁρῶντες διὰ τὸν πόλεμον καὶ τὰς ταραχάς, ἃς οὗτοι πεποιήκασι, τῶν μὲν ἄλλων πολιτῶν πολλοὺς ἐκ τῶν πατρῴων ἐκπεπτωκότας, τούτους δʼ ἐκ πενήτων πλουσίους γεγενημένους, οὐκ ἀγανακτοῦμεν οὐδὲ φθονοῦμεν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλʼ ὑπομένομεν τὴν μὲν πόλιν διαβολὰς ἔχουσαν ὡς λυμαίνεται καὶ δασμολογεῖ τοὺς Ἕλληνας, τούτους δὲ τὰς ἐπικαρπίας λαμβάνοντας,4 καὶ τὸν μὲν δῆμον, ὅν φασιν οὗτοι δεῖν τῶν ἄλλων ἄρχειν, χεῖρον πράττοντα τῶν ταῖς ὀλιγαρχίαις δουλευόντων, οἷς δʼ οὐδὲν ὑπῆρχεν ἀγαθόν, τούτους δὲ διὰ τὴν ἄνοιαν τὴν ἡμετέραν ἐκ ταπεινῶν εὐδαίμονας γεγενημένους.
然而,尽管有如此重大的教训留给我们,明示着城邦在他们各自治下境遇如何,我们却依然沉溺于演说家的奸恶,以至于看到因他们所挑起的战争与动乱,其他公民中有许多人失去了祖传家产,而他们自己却从贫贱跃升为巨富,我们不仅毫无义愤,亦不妒恨他们的亨通;反而容忍城邦背负残害希腊人并向其征派贡赋的恶名,而让他们坐收暴利;容忍这些人口称应当统治他人的民众,境遇竟不如那些受寡头政治奴役的人,而原本一无所有的他们,却因我们的愚蠢从卑微一跃成为豪富幸福之人。
- 116τί τὸ ποιῆσάν ἐστι τὼ πόλη τούτω
τί τὸ ποιῆσάν ἐστι 是动词迂回结构,意为“究竟是什么使得……”。双数宾格 τὼ πόλη τούτω 在此处作后接两个不定式 ἄρξαι 与 κινδυνεῦσαι 的逻辑主语(ποιέω + 宾格 + 不定式的使役结构)。
- 120φθάσειε τελευτήσας πρὶν δοῦναι δίκην
动词 φθάνω 与分词(τελευτήσας)连用,表示抢先做某事,即“赶在……之前先行死去”。ἂν φθάσειε 为潜势希求法,修饰随后由 πρίν + 不定式构成的从属短语 πρὶν δοῦναι δίκην(在接受惩罚之前)。
- 122εἰδότες οὐ μόνον ... διαφέροντας, ἀλλὰ καὶ τὴν δημοκρατίαν ... καταλυθεῖσαν
分词 εἰδότες 引导间接引语并支配分词短语:前半部分为 τοὺς χρηστοὺς ... διαφέροντας(善人与恶人有所区别);后半部分由 ἀλλὰ καὶ 连接,并列引导 τὴν δημοκρατίαν ... καταλυθεῖσαν(民主政体被推翻)以及 τὰς φυγὰς ... κατελθούσας(流亡者重返城邦)。抽象名词 αἱ φυγαί 在此借代“流亡者”。
- 125ὑπομένομεν τὴν μὲν πόλιν διαβολὰς ἔχουσαν ... τούτους δὲ τὰς ἐπικαρπίας λαμβάνοντας
动词 ὑπομένομεν(容忍、忍受)在此支配一系列“宾格 + 补充成分分词”的结构:τὴν μὲν πόλιν ... ἔχουσαν(城邦承担恶名)与 τούτους δὲ ... λαμβάνοντας(他们攫取暴利)形成第一组对比,随后 τὸν μὲν δῆμον ... πράττοντα(民众境遇悲惨)与 τούτους δὲ ... γεγενημένους(他们飞黄腾达)形成第二组对比。
