← 伊索克拉底

论和平

§1-10

关于和战的审议与公民大会的偏颇

演说者强调了审议战争与和平的公民大会的极端重要性,批评公民只愿听从迎合取悦的鹰派言论,而拒绝倾听真正有利于城邦的和平忠告。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει, περὶ ὧν ἂν αὐτοὶ μέλλωσι συμβουλεύσειν· οὐ μὴν ἀλλʼ1 εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοσε τοιαῦτα προειπεῖν, δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν.

凡是登上这里讲坛的人,向来都声称自己将要提出建议的那些事情对城邦而言最为重大、最值得认真对待。然而,如果在谈论其他某些事情时作此开场白也是适宜的,在我看来,关于目前的事情同样有理由以此为开端。

§2

ἥκομεν γὰρ ἐκκλησιάσοντες περὶ πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀνθρώπων, καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς βουλευομένους ἄμεινον τῶν ἄλλων πράττειν. τὸ μὲν οὖν μέγεθος, ὑπὲρ ὧν συνεληλύθαμεν, τηλικοῦτόν ἐστιν.

因为我们聚在一起召开公民大会,是为了商讨战争与和平,这两件事在人类生活中具有最大的影响力,而且关于它们,凡是审议得当的人必然比其他人过得更好。我们聚集于此所为之事的重大程度,确实就是如此。

§3

ὁρῶ δʼ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δʼ οὐδὲ τὴν φωνὴν ἀνεχομένους. καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε· καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε πάντας τοὺς ἄλλους ἐκβάλλειν, πλὴν τοὺς συναγορεύοντας ταῖς ὑμετέραις ἐπιθυμίαις.

但我看到你们在听取演说者的发言时并未一视同仁,而是倾听某些人的意见,对另一些人却连声音都无法容忍。你们这样做也并不奇怪;因为在过去的岁月里,除了顺从你们欲望的人之外,你们一向习惯于把所有其他人都轰下台去。

§4

ὃ καὶ δικαίως ἄν τις ὑμῖν ἐπιτιμήσειεν, ὅτι2 συνειδότες. πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολακευόντων ἀναστάτους γεγενημένους, καὶ μισοῦντες ἐπὶ τῶν ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην, ἐπὶ τῶν κοινῶν οὐχ ὁμοίως διάκεισθε πρὸς αὐτούς, ἀλλὰ κατηγοροῦντες τῶν προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις αὐτοὶ φαίνεσθε μᾶλλον τούτοις πιστεύοντες ἢ τοῖς ἄλλοις πολίταις.

对此,任何人都可以正当地谴责你们,因为你们明知许多显赫的家族都被谄媚者毁于一旦,而且在私人生活中也憎恶掌握这种手腕的人,但在公共事务上对他们却没有采取同样的态度;反而是一边指责那些接纳并喜欢此类人的人,一边自己却显得比信任其他公民还要信任他们。

§5

καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλʼ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν. ἐφʼ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν ἐρρύηκεν. πᾶσι γὰρ ἦν φανερὸν ὅτι μᾶλλον ἡσθήσεσθε τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν.

事实上,你们正是促使那些演说家们不去研习和思考对城邦有益的事,而是只去思考怎样讲出取悦你们的话。如今他们当中的大多数人都已经趋附于此。因为对所有人来说都是显而易见的:相比于就和平提出建议的人,你们会更喜欢号召你们去作战的人。

§6

οἱ μὲν γὰρ προσδοκίαν ἐμποιοῦσιν ὡς καὶ τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσι κομιούμεθα, καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν, ἣν πρότερον ἐτυγχάνομεν ἔχοντες· οἱ δʼ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλʼ ὡς ἡσυχίαν ἔχειν δεῖ καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ δίκαιον, ἀλλὰ στέργειν τοῖς παροῦσιν, ὃ χαλεπώτατον πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν.

因为前者给你们灌输期望,让你们以为我们既能收回在各城邦中的财产,又能重获过去碰巧拥有的霸权;而后者则完全没有许诺这等事情,只是指出应当保持安宁,不违背正义去贪求巨利,而当满足于眼前的事物——而这对于大多数人来说是所有事情中最艰难的。

§7

οὕτω γὰρ ἐξηρτήμεθα τῶν ἐλπίδων καὶ πρὸς τὰς δοκούσας εἶναι πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστʼ οὐδʼ οἱ κεκτημένοι τοὺς μεγίστους πλούτους μένειν ἐπὶ τούτοις ἐθέλουσιν, ἀλλʼ ἀεὶ τοῦ πλέονος ὀρεγόμενοι περὶ τῶν ὑπαρχόντων κινδυνεύουσιν. ὅπερ ἄξιόν ἐστι δεδιέναι, μὴ καὶ νῦν ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις·

因为我们如此受制于希望,对貌似有利之物如此贪得无厌,以至于就连坐拥巨额财富的人也不甘止步于此,反而总是觊觎更多,甚至拿既有的财产去冒险。这正是值得畏惧的地方,唯恐我们现在也陷入同样的愚昧之中。

§8

λίαν γάρ τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων, ἀλλὰ τῶν θεῶν ἀκηκοότες3 ὅτι κατορθώσομεν ἅπαντα καὶ ῥᾳδίως ἐπικρατήσομεν τῶν ἐχθρῶν. χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασι μὴ βουλεύεσθαι (περίεργον γάρ) ἀλλὰ πράττειν ὡς ἐγνώκασι, περὶ ὧν δʼ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμβησόμενον, ἀλλʼ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι ἂν τύχῃ δὲ γενησόμενον ἀγνοοῦντας, οὕτω διανοεῖσθαι περὶ αὐτῶν.

在我看来,某些人确实过于渴望战争,就好像给他们提出建议的不是泛泛之辈,而是他们亲耳从神明那里听说我们必将一切顺利并能轻易击溃敌人一样。然而,明智的人不应当对自己已知的事情进行审议(因为那是多此一举),而应当按已作的决定去行事;对于所审议的事情,则不应自以为知晓结果,而当自觉只是凭借推测、对将会发生什么一无所知,以此种心态来思考这些问题。

§9

ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες, ἀλλʼ ὡς οἷόν τε ταραχωδέστατα διάκεισθε. συνεληλύθατε μὲν γὰρ ὡς δέον ὑμᾶς ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον, ὥσπερ δʼ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστίν, οὐκ ἐθέλετʼ ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων. καίτοι προσῆκεν ὑμᾶς, εἴπερ ἠβούλεσθε ζητεῖν τὸ τῇ πόλει συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώμαις προσέχειν τὸν νοῦν ἢ τοῖς καταχαριζομένοις, εἰδότας ὅτι τῶν ἐνθάδε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες ῥᾳδίως ἐξαπατᾶν δύνανται (τὸ γὰρ πρὸς χάριν ῥηθὲν ἐπισκοτεῖ τῷ καθορᾶν ὑμᾶς τὸ βέλτιστον), ὑπὸ δὲ τῶν μὴ πρὸς ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον· οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς,4

但你们这两样都没有做到,而是陷入了极度的混乱之中。因为你们聚集在一起时,本应从所有发表的意见中挑选出最佳方案,却表现得仿佛早就清楚知道该做什么一样,除了迎合你们取乐的演说者之外,拒绝听取任何人的话。然而,如果你们真想寻求城邦的利益,你们本应更多地去注意那些反对你们意见的人,而不是那些阿谀逢迎的人,因为你们知道,登上这里的人中,顺从你们心意说话的人很容易欺骗你们(因为为了讨好而说的话遮蔽了你们洞察最善之策的双眼),而从那些不为取悦你们而提出建议的人那里,你们绝不会遭受此类伤害;因为他们绝不可能改变你们的想法……

语法注4 条
  1. 1οὐ μὴν ἀλλʼ

    习惯性连词短语,意为“话虽如此”“然而”。在承认前文普遍情况(所有演说者都习惯声称自己的论题最重要)的前提下,引出“但当前的事项确实配得上这一开场白”的转折。

  2. 4ὃ καὶ δικαίως ἄν τις ὑμῖν ἐπιτιμήσειεν, ὅτι

    关系代名词 ὃ 起前引先行作用,预先指代后文 ὅτι 从句的内容(公民在公私领域对谄媚者态度的自相矛盾)。紧接着的 ὅτι 从句引出由 ἐπιτιμήσειεν 所表示的谴责的具体缘由或内容。

  3. 8ὥσπερ οὐ τῶν τυχόντων συμβεβουλευκότων, ἀλλὰ τῶν θεῶν ἀκηκοότες

    对比中出现的句法转变(variatio)。否定部分 οὐ τῶν τυχόντων συμβεβουλευκότων 采用独立属格结构,而肯定部分 ἀλλὰ τῶν θεῶν ἀκηκοότες 则转换为与主句主语一致的主格分词。

  4. 10οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς

    惯用短语 οὐκ ἔστιν ὅπως 意为“绝不可能……”,构成强烈的否定。搭配带有 ἄν 的潜能祈愿式(δυνηθεῖεν),表示“他们绝无可能劝你们改变心意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:1-10