← 伊索克拉底

阿基达马斯

§91-101

斯巴达人的荣誉与效法先祖勇武的抗战呼吁

演说者指出斯巴达不同于其他城邦,绝不能谋求无尊严的苟存,并强调议会中的决断正如战场上的较量一样显露城邦品格。他力劝众人拒绝忍受黑劳士的狂妄与在泛希腊盛典上的羞辱,号召大家效法狄派亚与萨摩丕勒先驱的壮举,毅然奋战到底。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

Ἐπιδαυρίοις μὲν γὰρ καὶ Κορινθίοις καὶ Φλιασίοις οὐδεὶς ἂν ἐπιπλήξειεν, εἰ μηδενὸς ἄλλου φροντίζοιεν ἢ τοῦ διαγενέσθαι καὶ περιποιῆσαι σφᾶς αὐτούς· Λακεδαιμονίους δʼ οὐχ οἷόν τʼ ἐστὶν ἐκ παντὸς τρόπου ζητεῖν τὴν σωτηρίαν, ἀλλʼ ἂν μὴ προσῇ τὸ καλῶς τῷ σώζεσθαι, τὸν θάνατον ἡμῖν μετʼ εὐδοξίας αἱρετέον ἐστί. τοῖς γὰρ ἀρετῆς ἀμφισβητοῦσιν ὑπὲρ οὐδενὸς οὕτω σπουδαστέον, ὡς ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν φανῆναι πράττοντας.

因为倘若是埃庇达鲁斯人、科林斯人或弗利乌斯人,即便他们除了保全自身与苟全性命之外一无所顾,也无人会加以责难;但拉刻代蒙人绝不能不择手段地谋求生存,而若没有崇高的操守伴随生存,我们就必须选择伴随着令誉的死亡。盖凡以美德自许者,为任何事物所作的努力,都不应超过竭力避免显出任何可耻的行为。

§92

εἰσὶ δʼ αἱ τῶν πόλεων κακίαι καταφανεῖς οὐχ ἧττον ἐν τοῖς τοιούτοις βουλεύμασιν ἢ τοῖς ἐν τῷ πολέμῳ κινδύνοις. τῶν μὲν γὰρ ἐκεῖ γιγνομένων τὸ πλεῖστον μέρος τῇ τύχῃ μέτεστι, τὸ δʼ ἐνθάδε γνωσθὲν αὐτῆς τῆς διανοίας σημεῖόν ἐστιν. ὥσθʼ ὁμοίως ἡμῖν φιλονικητέον ἐστὶν ὑπὲρ τῶν ἐνθάδε ψηφισθησομένων, ὥσπερ ὑπὲρ τῶν ἐν τοῖς ὅπλοις ἀγώνων.

各城邦的卑劣不仅显露于战阵之危难中,同样显露于此等决议之中。因为战场上所发生之事,大半由机遇主宰;而在此处所作出的决断,乃是心灵意图本身的明证。因此,我们为了此处将要表决的事项,应当怀着与持戈对决时相同的决胜精神去力争。

§93

θαυμάζω δὲ τῶν ὑπὲρ μὲν τῆς ἰδίας δόξης ἀποθνήσκειν ἐθελόντων,1 ὑπὲρ δὲ τῆς κοινῆς μὴ τὴν αὐτὴν γνώμην ἐχόντων· ὑπὲρ ἧς ὁτιοῦν πάσχειν ἄξιον, ὥστε μὴ καταισχῦναι τὴν πόλιν, μηδὲ περιιδεῖν τὴν τάξιν λιποῦσαν, εἰς ἣν οἱ πατέρες κατέστησαν αὐτήν. πολλῶν δὲ πραγμάτων ἡμῖν καὶ δεινῶν ἐφεστώτων, ἃ δεῖ διαφυγεῖν, ἐκεῖνο μάλιστα φυλακτέον, ὅπως μηδὲν ἀνάνδρως φανησόμεθα διαπραττόμενοι μηδὲ συγχωροῦντες τοῖς πολεμίοις παρὰ τὸ δίκαιον. αἰσχρὸν γὰρ τοὺς ἄρξαι τῶν Ἑλλήνων ἀξιωθέντας ὀφθῆναι τὸ προσταττόμενον ποιοῦντας, καὶ τοσοῦτον ἀπολειφθῆναι τῶν προγόνων, ὥστε τοὺς μὲν ὑπὲρ τοῦ τοῖς ἄλλοις ἐπιτάττειν ἐθέλειν ἀποθνήσκειν, ἡμᾶς δʼ ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον μὴ τολμᾶν διακινδυνεύειν.

我感到惊异的是:那些甘愿为个人名誉赴死的人,为了公共的名誉却未能怀抱同样的心志——为了这一公共名誉,承受任何苦难都是理所应当的,只要不玷污城邦,亦不坐视她抛弃先辈为她所确立的阵位。当我们面临诸多必须加以避开的严重险境时,我们尤当提防这一点:绝不可显出任何懦弱行径,亦不可在违背正义的情形下向仇敌退让妥协。因为曾被认为配得统领希腊诸邦的人,若被目睹遵从他人的指使而行事,并且如此严重地逊色于先祖——先祖们尚且甘愿为了向他人发号施令而战死,而我们却甚至不敢为了拒绝顺从他人的命令而甘冒凶险——这乃是奇耻大辱。

§95

ἄξιον δὲ καὶ τὴν Ὀλυμπιάδα καὶ τὰς ἄλλας αἰσχυνθῆναι πανηγύρεις, ἐν αἷς ἕκαστος ἡμῶν ζηλωτότερος ἦν καὶ θαυμαστότερος τῶν ἀθλητῶν τῶν ἐν τοῖς ἀγῶσι τὰς νίκας ἀναιρουμένων. εἰς ἃς τίς ἂν ἐλθεῖν τολμήσειεν, ἀντὶ μὲν τοῦ τιμᾶσθαι καταφρονηθησόμενος, ἀντὶ δὲ τοῦ περίστατος ὑπὸ πάντων διʼ ἀρετὴν εἶναι περίβλεπτος ὑπὸ τῶν αὐτῶν ἐπὶ κακίᾳ γενησόμενος,2 ἔτι δὲ πρὸς τούτοις ὀψόμενος μὲν τοὺς οἰκέτας ἀπὸ τῆς χώρας ἧς οἱ πατέρες ἡμῖν κατέλιπον ἀπαρχὰς καὶ θυσίας μείζους ἡμῶν ποιουμένους, ἀκουσόμενος δʼ αὐτῶν τοιαύταις βλασφημίαις χρωμένων, οἵαις περ εἰκὸς τοὺς χαλεπώτερον μὲν τῶν ἄλλων δεδουλευκότας, ἐξ ἴσου δὲ νῦν τὰς συνθήκας τοῖς δεσπόταις πεποιημένους· ἐφʼ αἷς ἕκαστος ἡμῶν οὕτως ἂν ἀλγήσειεν, ὡς οὐδεὶς ἂν τῶν ζώντων διὰ λόγου δηλώσειεν.

我们也理当对奥林匹亚及其他泛希腊盛典心存愧耻,在往昔的那些盛会中,我们中的每一个人都比那些在竞赛中夺得胜利的运动员更受人欣羡与赞叹。面对这些盛典,有谁还敢前往呢?去了也是要遭受鄙视而非礼敬,不但不能因美德而成为万人钦慕环视的焦点,反而要因懦弱而成为同一批人指点围观的对象;况且除此以外,还将亲眼看见奴隶们从我们先辈留给我们的土地上,献出比我们更为丰厚的初熟祭品与牺牲,还将亲耳听闻他们发出肆意侮慢的谩骂——这正符合那些昔日遭受比常人更为苛酷之奴役、如今却与旧主人平起平坐订立条约之人的本性;面对此种辱骂,我们当中的每一个人都将感到痛苦万分,那绝非世上任何活人以言辞所能尽述的。

§97

ὑπὲρ ὧν χρὴ βουλεύεσθαι, καὶ μὴ τότʼ ἀγανακτεῖν ὅτʼ οὐδὲν ἡμῖν ἔσται πλέον, ἀλλὰ νῦν σκοπεῖν ὅπως μηδὲν συμβήσεται τοιοῦτον. ὡς ἔστιν ἓν τῶν αἰσχρῶν πρότερον μὲν μηδὲ τὰς τῶν ἐλευθέρων ἰσηγορίας ἀνέχεσθαι, νῦν δὲ καὶ τὴν τῶν δούλων παρρησίαν ὑπομένοντας φαίνεσθαι.

关于这些事,我们必须加以谋划;切不可等到无济于事之时才徒然愤慨,而应在眼下深思,使此类事情绝不致发生。因为昔日我们甚至连自由人之间的平等发言权都不能容忍,如今却显出连奴隶的放肆直言都要忍气吞声的模样,这乃是世间最可耻的事之一。

§98

δόξομεν γὰρ τὸν παρελθόντα χρόνον ἀλαζονεύεσθαι, καὶ τὴν μὲν φύσιν ὅμοιοι τοῖς ἄλλοις εἶναι, ταῖς δʼ αὐθαδείαις καὶ ταῖς σεμνότησιν οὐκ ἀληθιναῖς ἀλλὰ πεπλασμέναις κεχρῆσθαι. μηδὲν οὖν ἐνδῶμεν τοιοῦτον τοῖς εἰθισμένοις ἡμᾶς κακολογεῖν, ἀλλὰ τοὺς λόγους αὐτῶν ἐξελέγξαι πειραθῶμεν, ὅμοιοι γενόμενοι τοῖς τῶν προγόνων ἔργοις.

因为届时世人必将认定我们往昔只是一味夸饰虚骄,本性其实与常人无异,而我们所展现的高傲与威严亦非真切,不过是伪装作态而已。因此,我们万不可向那些惯于诋毁我们的人提供任何此类借口,而应力求以行动匹敌先祖的功业,从而驳斥他们的言论。

§99

ἀναμνήσθητε δὲ τῶν ἐν Διπαίᾳ πρὸς Ἀρκάδας ἀγωνισαμένων, οὕς φασιν ἐπὶ μιᾶς ἀσπίδος παραταξαμένους3 τρόπαιον στῆσαι πολλῶν μυριάδων, καὶ τῶν τριακοσίων τῶν ἐν Θυρέαις ἅπαντας Ἀργείους μάχῃ νικησάντων, καὶ τῶν χιλίων τῶν εἰς Θερμοπύλας ἀπαντησάντων, οἳ πρὸς ἑβδομήκοντα μυριάδας τῶν βαρβάρων συμβαλόντες οὐκ ἔφυγον οὐδʼ ἡττήθησαν, ἀλλʼ ἐνταῦθα τὸν βίον ἐτελεύτησαν οὗ περ ἐτάχθησαν, τοιούτους αὑτοὺς παρασχόντες ὥστε τοὺς μετὰ τέχνης ἐγκωμιάζοντας μὴ δύνασθαι τοὺς ἐπαίνους ἐξισῶσαι ταῖς ἐκείνων ἀρεταῖς.

请记取在狄派亚与阿卡迪亚人交战的勇士们,据说他们排成仅有一盾深度的阵线,却战胜了数以万计的敌众并树立起战功碑;还有在修利亚战役中击溃全部阿哥斯人的三百勇士;以及奔赴萨摩丕勒的一千名壮士,他们面对七十万蛮族大军,未曾溃逃亦未尝战败,而是在受命驻守的原地英勇尽忠,展现出如此卓绝的气概,以至于精通文辞的赞颂者们亦无法使赞辞比肩于他们的美德。

§101

ἁπάντων οὖν τούτων ἀναμνησθέντες ἐρρωμενέστερον ἀντιλαβώμεθα τοῦ πολέμου, καὶ μὴ περιμένωμεν ὡς ἄλλων τινῶν τὰς παρούσας ἀτυχίας ἰασομένων, ἀλλʼ ἐπειδή περ ἐφʼ ἡμῶν γεγόνασιν, ἡμεῖς αὐτὰς καὶ διαλῦσαι πειραθῶμεν. χρὴ δὲ τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐν τοῖς τοιούτοις καιροῖς φαίνεσθαι διαφέροντας·

因此,记取这一切,让我们更加抖擞精神投身于战争之中,切莫坐待他人来医治眼前的厄运;既然这些变故恰逢发生在我们的时代,就让我们自己力图将其化解。因为真正的勇士理当在如此严峻的关头显出超群绝伦的气概。

语法注3 条
  1. 93θαυμάζω δὲ τῶν ὑπὲρ μὲν τῆς ἰδίας δόξης ἀποθνήσκειν ἐθελόντων

    动词 θαυμάζω 接表示人的属格补足语(在此为名词化的分词短语 τῶν ... ἐθελόντων),意为“对……感到惊奇/不可理解”。随后的关系代词短语 ὑπὲρ ἧς 以 τῆς κοινῆς(省去了 δόξης)为先行词,引出为了公共声誉而应当承受一切苦难的论述。

  2. 95περίστατος ὑπὸ πάντων διʼ ἀρετὴν εἶναι περίβλεπτος ὑπὸ τῶν αὐτῶν ἐπὶ κακίᾳ γενησόμενος

    形容词 περίστατος(“因受赞美而被众人环绕钦慕的”)与 περίβλεπτος(“被当成异类或笑柄指点围观的”)构成了鲜明的对仗。前者伴随正面的 διʼ ἀρετήν(“因美德”),后者则对应贬义的 ἐπὶ κακίᾳ(“因卑劣/怯懦”),这一修辞手法极力反衬出往昔所受之荣耀与未来将遭之耻辱之间的巨大落差。

  3. 99ἐπὶ μιᾶς ἀσπίδος παραταξαμένους

    介词短语 ἐπὶ μιᾶς ἀσπίδος 是古希腊军事习惯用语,意为“仅有一盾的深度”或“以单层横队(一列)排开”。这与通常拥有深厚纵深(常为8至16列)的重装步兵方阵形成鲜明对比,以此极力凸显斯巴达人以极薄阵线抗击数万敌军的奇迹与勇武。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:91-101