← 伊索克拉底

阿基达马斯

§102-111

逆境中显扬美德与决意抗战的呼吁

阿基达马斯指出逆境乃是检验城邦美德的良机,正如往昔雅典与底比斯皆从战祸中崛起一样,危机正是赢得辉煌的契机;他敦促斯巴达人在全希腊的注视下,不负先辈与后嗣的重托,在其历代建功的王室领导下决意抗战到底。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§102

αἱ μὲν γὰρ εὐτυχίαι καὶ τοῖς φαύλοις τῶν ἀνθρώπων τὰς κακίας συγκρύπτουσιν, αἱ δὲ δυσπραξίαι ταχέως καταφανεῖς ποιοῦσιν, ὁποῖοί τινες ἕκαστοι τυγχάνουσιν ὄντες· ἐν αἷς ἡμῖν ἐπιδεικτέον ἐστίν, εἴ τι τῶν ἄλλων ἄμεινον τεθράμμεθα καὶ πεπαιδεύμεθα πρὸς ἀρετήν.

因为顺境即使对卑劣之辈也能掩饰其恶德,逆境却能迅速显明每个人究竟属于何等样人;正是在逆境中,我们必须展现出,在朝向美德的养育和教育方面我们是否比其他人更为卓越。

§103

ἔστι δʼ οὐδὲν ἀνέλπιστον ἐκ τῶν νῦν παρόντων συμβῆναί τι τῶν δεόντων ἡμῖν. οἶμαι γὰρ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πολλαὶ πράξεις ἤδη τοιαῦται γεγόνασιν, ἃς ἐν ἀρχῇ μὲν ἅπαντες ὑπέλαβον εἶναι συμφοράς, καὶ τοῖς παθοῦσι συνηχθέσθησαν, ὕστερον δὲ τὰς αὐτὰς ταύτας ἔγνωσαν μεγίστων ἀγαθῶν αἰτίας γεγενημένας.

从目前的局势来看,也绝非没有希望让我们所亟需的转机得以实现。因为我认为你们并非不知,早已发生过许多此类事态:起初所有人都视之为灾难,并对受难者深表同情,但后来却认识到正是这些事变本身成为了最大福祉的起因。

§104

καὶ τί δεῖ τὰ πόρρω λέγειν; ἀλλὰ καὶ νῦν τὰς πόλεις τάς γε πρωτευούσας, λέγω δὲ τὴν Ἀθηναίων καὶ Θηβαίων, εὕροιμεν ἂν οὐκ ἐκ τῆς εἰρήνης μεγάλην ἐπίδοσιν λαβούσας, ἀλλʼ ἐξ ὧν ἐν τῷ πολέμῳ προδυστυχήσασαι πάλιν αὑτὰς ἀνέλαβον, ἐκ δὲ τούτων τὴν μὲν ἡγεμόνα τῶν Ἑλλήνων καταστᾶσαν,1 τὴν δʼ ἐν τῷ παρόντι τηλικαύτην γεγενημένην ὅσην οὐδεὶς πώποτʼ ἔσεσθαι προσεδόκησεν· αἱ γὰρ ἐπιφάνειαι καὶ λαμπρότητες οὐκ ἐκ τῆς ἡσυχίας ἀλλʼ ἐκ τῶν ἀγώνων γίγνεσθαι φιλοῦσιν.

又何必赘述遥远的旧事呢?即便在眼下,我们也能发现那些首屈一指的城邦——我指的是雅典人的城邦与底比斯人的城邦——并非从和平中获得长足的增长,而是由于它们在战争中虽然先遭不幸,却重新奋起自拔,并由此使其中一方确立为全希腊的领袖,另一方在目前亦壮大到从未有人预料它所能达到的地步。因为显赫与辉煌往往并非出自安逸,而是出自拼搏与斗争。

§105

ὧν ἡμᾶς ὀρέγεσθαι προσήκει, μήτε τῶν σωμάτων μήτε τῆς ψυχῆς μήτε τῶν ἄλλων ὧν ἔχομεν μηδενὸς φειδομένους. ἢν γὰρ κατορθώσωμεν καὶ τὴν πόλιν εἰς ταὐτὸ καταστῆσαι δυνηθῶμεν, ἐξ ὧνπερ ἐκπέπτωκε,2 καὶ τῶν προγεγενημένων μᾶλλον θαυμασθησόμεθα, καὶ τοῖς ἐπιγιγνομένοις οὐδεμίαν ὑπερβολὴν ἀνδραγαθίας καταλείψομεν, ἀλλὰ καὶ τοὺς βουλομένους εὐλογεῖν ἡμᾶς ἀπορεῖν ποιήσομεν, ὅ τι τῶν πεπραγμένων ἡμῖν ἄξιον ἐροῦσιν.

这正是我们应当全力以求的,既不当吝惜身体,亦不当吝惜生命,也不当吝惜我们所拥有的其他任何事物。因为如果我们取得成功,并能够将城邦恢复到她所失落的同一崇高地位,我们不仅将比前人赢得更大的赞叹,而且也不会给后人留下任何在英勇上超越我们的可能,反而会使那些意欲赞美我们的人感到词穷,不知该讲出何等赞辞才能与我们的功业相称。

§106

δεῖ δὲ μηδὲ τοῦτο λανθάνειν ὑμᾶς, ὅτι πάντες τῷ συλλόγῳ τούτῳ καὶ τοῖς γνωσθησομένοις ὑφʼ ἡμῶν προσέχουσι τὸν νοῦν. ὥσπερ οὖν ἐν κοινῷ θεάτρῳ τῶν Ἑλλήνων διδοὺς ἔλεγχον ἕκαστος ὑμῶν τῆς αὑτοῦ φύσεως, οὕτω διακείσθω τὴν γνώμην.

你们切不可忽略这一点:所有人都正注视着这次集会以及我们将要作出的决断。因此,就让你们中的每一个人都怀着这样的心志,如同在全希腊的公共剧场中接受对自己品性的检验一般。

§107

ἔστι δʼ ἁπλοῦν τὸ καλῶς βουλεύσασθαι περὶ τούτων. ἢν μὲν γὰρ ἐθέλωμεν ἀποθνήσκειν ὑπὲρ τῶν δικαίων. οὐ μόνον εὐδοκιμήσομεν, ἀλλὰ καὶ τὸν ἐπίλοιπον χρόνον ἀσφαλῶς ἡμῖν ἐξέσται ζῆν· εἰ δὲ φοβησόμεθα τοὺς κινδύνους, εἰς πολλὰς ταραχὰς καταστήσομεν ἡμᾶς αὐτούς.

关于这些事作出妥善的决断原是简明的。因为倘若我们甘愿为了正义而献出生命,我们不仅将赢得盛名,而且在剩余的岁月里我们亦将得以安然度日;但倘若我们畏惧危难,我们必将使自身陷入无尽的混乱与动荡之中。

§108

παρακαλέσαντες οὖν ἀλλήλους ἀποδῶμεν τὰ τροφεῖα τῇ πατρίδι, καὶ μὴ περιίδωμεν ὑβρισθεῖσαν τὴν Λακεδαίμονα καὶ καταφρονηθεῖσαν, μηδὲ ψευσθῆναι ποιήσωμεν τῶν ἐλπίδων τοὺς εὔνους ἡμῖν ὄντας, μηδὲ περὶ πλείονος φανῶμεν ποιούμενοι τὸ ζῆν τοῦ παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμεῖν, ἐνθυμηθέντες ὅτι κάλλιόν ἐστιν ἀντὶ θνητοῦ σώματος ἀθάνατον δόξαν ἀντικαταλλάξασθαι, καὶ ψυχῆς ἣν οὐχ ἕξομεν ὀλίγων ἐτῶν πρίασθαι τοιαύτην εὔκλειαν3 ἣ πάντα τὸν αἰῶνα τοῖς ἐξ ἡμῶν γενομένοις παραμενεῖ, πολὺ μᾶλλον ἢ μικροῦ χρόνου γλιχομένους μεγάλαις αἰσχύναις ἡμᾶς αὐτοὺς περιβαλεῖν.

因此,让我们相互勉励,向祖国报答养育之恩,莫要坐视拉刻代蒙蒙受侮辱与蔑视,莫要使对我们心怀善意的人们期望落空,亦莫要显出将苟活看得重于在世人面前享有令誉的模样,心中当铭记:以必死的身躯换取不朽的荣耀,以数年内就将不复保有的生命换取永世长留给子孙后代的令名,比起因贪图短暂的光阴而使自身陷于奇耻大辱,乃是无比崇高得多的选择。

§110

ἡγοῦμαι δʼ οὕτως ἂν ὑμᾶς μάλιστα παροξυνθῆναι πρὸς τὸν πόλεμον, εἰ ταῖς διανοίαις ὥσπερ παρεστῶτας ἴδοιτε τοὺς γονέας καὶ τοὺς παῖδας τοὺς ὑμετέρους αὐτῶν, τοὺς μὲν παρακελευομένους μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ὄνομα, μηδὲ τοὺς νόμους ἐν οἷς ἐπαιδεύθημεν, μηδὲ τὰς μάχας τὰς ἐφʼ αὑτῶν γενομένας, τοὺς δʼ ἀπαιτοῦντας τὴν χώραν ἣν οἱ πρόγονοι κατέλιπον, καὶ τὴν δυναστείαν τὴν ἐν τοῖς Ἕλλησι, καὶ τὴν ἡγεμονίαν ἥνπερ αὐτοὶ παρὰ τῶν πατέρων παρελάβομεν· πρὸς οὓς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν ὡς οὐκ ἀμφότεροι δίκαια τυγχάνουσι λέγοντες.4

我认为,倘若你们能在心中仿佛看见自己的父母与子女就并肩侍立在侧,你们就会受到最大的鼓舞而奔赴战争——父母敦促你们不要玷污斯巴达的名号,不要亵渎我们受教于其中的法律,亦不要羞辱他们亲身经历的战役;子女则要求索回先祖留下的疆土、在希腊人中的威权,以及我们自身从父辈那里承接而来的霸权;面对他们,我们无论如何都不能说双方的话语有哪一方不是正当的。

§111

οὐκ οἶδʼ ὅ τι δεῖ μακρολογεῖν, πλὴν τοσοῦτον, ὡς πλείστων τῇ πόλει ταύτῃ πολέμων καὶ κινδύνων γεγενημένων οὐδεπώποθʼ οἱ πολέμιοι τρόπαιον ἡμῶν ἔστησαν ἡγουμένου βασιλέως ἐκ τῆς οἰκίας τῆς ἡμετέρας.5 ἔστι δὲ νοῦν ἐχόντων ἀνδρῶν, οἷσπερ ἂν ἐν ταῖς μάχαις ἡγεμόσι χρώμενοι κατορθῶσι, τούτοις καὶ περὶ τῶν μελλόντων κινδύνων συμβουλεύουσι μᾶλλον ἢ τοῖς ἄλλοις πείθεσθαι.

我不知何须多费唇舌,唯有一点当言:尽管这座城邦曾历经无数战争与危难,但凡是由我们王室出身的君王统率之时,敌人从未曾树立起战胜我们的纪念碑。明智之人理当懂得,对于在战斗中奉之为统帅便能获胜的那些人,当他们也就未来的危险进言献策时,更当予以遵从,而非听信其他任何人。

语法注5 条
  1. 104ἀλλʼ ἐξ ὧν ἐν τῷ πολέμῳ προδυστυχήσασαι πάλιν αὑτὰς ἀνέλαβον, ἐκ δὲ τούτων τὴν μὲν ἡγεμόνα τῶν Ἑλλήνων καταστᾶσαν

    介词短语 ἐξ ὧν 包含其先行词(相当于 ἐκ τούτων ἃ),随后的代词短语 ἐκ δὲ τούτων 则对其结果进行复指与强调。此外,分词 καταστᾶσαν 及其后的 γεγενημένην 为宾格谓语分词,分别与分指 εὕροιμεν ἄν 的宾语 τὰς πόλεις(由 λέγω δὲ τὴν Ἀθηναίων καὶ Θηβαίων 进一步具体说明)的单数代词 τὴν μέν 和 τὴν δέ 保持性数格一致,构成“发现一方成为了……,另一方变为了……”的知觉动词复合宾语结构。

  2. 105εἰς ταὐτὸ καταστῆσαι δυνηθῶμεν, ἐξ ὧνπερ ἐκπέπτωκε

    表示方向的代词 εἰς ταὐτό 为中性单数(“恢复到同一原状”),而与之对应的关系代词 ἐξ ὧνπερ 却为中性复数。这是因为 ταὐτό 将城邦原有的崇高地位抽象视为一个整体,而 ἐξ ὧνπερ 则指代城邦所失落的那些具体的特权、疆域与霸权等诸多事物(复数)。

  3. 109ψυχῆς ἣν οὐχ ἕξομεν ὀλίγων ἐτῶν πρίασθαι τοιαύτην εὔκλειαν

    属格 ψυχῆς 是由不定式 πρίασθαι(换取、购买)所要求的“代价/价值属格”(“以生命为代价换取”),与前文的 θνητοῦ σώματος 相呼应。关系从句内的 ὀλίγων ἐτῶν 则为表示时间的属格(“在几年之内”),表明凡人寿命之短促。

  4. 110πρὸς οὓς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν ὡς οὐκ ἀμφότεροι δίκαια τυγχάνουσι λέγοντες.

    在由 οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν(“我们找不出任何话可说”)所引导的从属从句中,连词 ὡς 之后带有否定词 οὐκ,与主句中的否定词 οὐδέν 呼应构成双重否定(“我们绝不能说双方所言不是正当的”,即“双方所言皆属千真万确”)。同时 τυγχάνουσι λέγοντες 为动词 τυγχάνω 搭配分词的典型补语结构,强调“他们确实正在述说”的事实。

  5. 111οὐδεπώποθʼ οἱ πολέμιοι τρόπαιον ἡμῶν ἔστησαν ἡγουμένου βασιλέως ἐκ τῆς οἰκίας τῆς ἡμετέρας.

    人称代词属格 ἡμῶν 修饰名词 τρόπαιον,充当宾格性属格(或分离属格),意为“战胜我们而立的胜利纪念碑”(即 τρόπαιον καθʼ ἡμῶν)。此外,ἡγουμένου βασιλέως... 为现在分词构成的属格独立结构(genitive absolute),充当表示时间或条件(“当出自我们王室的君王统率时”)的状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:102-111