← 伊索克拉底

阿基达马斯

§82-90

雅典与福西亚的先例及彻底抗战的决意

阿基达马斯援引斯巴达建邦的原点以及雅典和福西亚的先例,力劝斯巴达人宁可承受流亡与死亡也要彻底抗战,绝不可屈从于屈辱的和约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§82

ἴσμεν δὲ καὶ τοὺς οἰκιστὰς ταυτησὶ τῆς πόλεως γενομένους, ὅτι μικρὸν μὲν στρατόπεδον εἰς τὴν Πελοπόννησον εἰσῆλθον ἔχοντες,1 πολλῶν δὲ καὶ μεγάλων πόλεων ἐκράτησαν. καλὸν οὖν μιμήσασθαι τοὺς προγόνους, καὶ πάλιν ἐπὶ τὴν ἀρχὴν ἐπανελθόντας, ἐπειδὴ προσεπταίκαμεν, πειραθῆναι τὰς τιμὰς καὶ τὰς δυναστείας ἀναλαβεῖν, ἃς πρότερον ἐτυγχάνομεν ἔχοντες.

我们也知道,成为本邦建立者的人们进入伯罗奔尼撒时只率领了一支小部队,却克制并征服了许多庞大的城邦。因此,效法先祖,并在遭受挫折之后重返最初的原点,力图收复我们往昔所享有的尊荣与霸权,乃是光荣之举。

§83

πάντων δʼ ἂν δεινότατον ποιήσαιμεν, εἰ συνειδότες Ἀθηναίοις ἐκλιποῦσι τὴν αὑτῶν χώραν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἡμεῖς μηδʼ ὑπὲρ τῆς ἡμετέρας αὐτῶν σωτηρίας ἀφέσθαι τῆς πόλεως τολμήσαιμεν, ἀλλὰ δέον ἡμᾶς παράδειγμα τῶν τοιούτων ἔργων τοῖς ἄλλοις παρέχειν,2 μηδὲ μιμήσασθαι τὰς ἐκείνων πράξεις ἐθελήσαιμεν.

倘若我们明知雅典人曾为了希腊人的自由而放弃自己的土地,而我们自己甚至为了自身的存亡都不敢舍弃城邦,并且本该由我们向他人树立此等作为的榜样,却连仿效他们的行径都不情愿,那我们将做出万事中最可耻的勾当。

§84

ἔτι δὲ τούτου καταγελαστότερον, εἰ Φωκαεῖς μὲν φεύγοντες τὴν βασιλέως τοῦ μεγάλου δεσποτείαν, ἐκλιπόντες τὴν Ἀσίαν εἰς Μασσαλίαν ἀπῴκησαν, ἡμεῖς δʼ εἰς τοσοῦτον μικροψυχίας ἔλθοιμεν ὥστε τὰ προστάγματα τούτων ὑπομεῖναι, ὧν ἄρχοντες ἅπαντα τὸν χρόνον διετελέσαμεν.

比这更加可笑的是:福西亚人为了逃避大王的专制统治,尚且毅然离开亚洲而远迁殖民马萨利亚,我们竟会陷入如此懦弱的心态,以至于俯首听从那些我们在过去所有岁月中一直统治着的人的指令。

§85

χρὴ δὲ μὴ περὶ τὴν ἡμέραν ταύτην ταῖς ψυχαῖς διατρίβειν, ἐν ᾗ δεήσει χωρίζειν τοὺς οἰκειοτάτους ἀφʼ ἡμῶν αὐτῶν, ἀλλʼ ἐπʼ ἐκείνους τοὺς χρόνους ἀφορᾶν, ἐν οἷς περιγενόμενοι τῶν ἐχθρῶν ἀνορθώσομεν μὲν τὴν πόλιν, κομιούμεθα δὲ τοὺς ἡμετέρους αὐτῶν, ἐπιδειξόμεθα δὲ πᾶσιν ὅτι νῦν μὲν ἀδίκως δεδυστυχήκαμεν, τὸν δὲ παρελθόντα χρόνον δικαίως τῶν ἄλλων πλέον ἔχειν ἠξιοῦμεν.

我们的心魂不应当停留在必须使至亲骨肉与我们分离的那一天,而应当远瞻未来的岁月:在那些岁月里,我们将战胜仇敌并重建城邦,迎回我们的家眷,并向世人证明,如今我们受难乃是不公的命运,而过去的时日里我们自认配得凌驾于他人之上则是理所应当的。

§86

ἔχει δʼ οὕτως· ἐγὼ τούτους εἴρηκα τοὺς λόγους, οὐχ ὡς δέον ἡμᾶς ἤδη ταῦτα πράττειν, οὐδʼ ὡς οὐδεμιᾶς ἄλλης ἐνούσης ἐν τοῖς πράγμασι σωτηρίας,3 ἀλλὰ βουλόμενος ὑμῶν προτρέψασθαι τὰς γνώμας, ὡς καὶ ταύτας τὰς συμφορὰς καὶ πολὺ δεινοτέρας τούτων ὑπομενετέον ἡμῖν, πρὶν ὑπὲρ Μεσσήνης ποιήσασθαι συνθήκας οἵας κελεύουσιν ἡμᾶς.

实情乃是如此:我之所以说出这番话,并非因为我们此刻就必须实施这些行动,亦非因为我们的局势中再无其他救赎之路,而是希望激发你们的决意,使你们明白:宁可承受这些灾祸乃至比这更可怕得多的灾祸,也决不能按照他们命令我们的那样就麦塞内达成条约。

§87

οὐχ οὕτω δʼ ἂν προθύμως ἐπὶ τὸν πόλεμον ὑμᾶς παρεκάλουν, εἰ μὴ τὴν εἰρήνην ἑώρων ἐξ ὧν μὲν ἐγὼ λέγω καλὴν καὶ βεβαίαν γενησομένην, ἐξ ὧν δʼ ἔνιοί τινες συμβουλεύουσιν, οὐ μόνον αἰσχρὰν ἐσομένην, ἀλλʼ οὐδὲ χρόνον οὐδένα παραμενοῦσαν. ἢν γὰρ παρακατοικισώμεθα τοὺς Εἵλωτας καὶ τὴν πόλιν ταύτην περιίδωμεν αὐξηθεῖσαν, τίς οὐκ οἶδεν ὅτι πάντα τὸν βίον ἐν ταραχαῖς καὶ κινδύνοις διατελοῦμεν ὄντες; ὥσθʼ οἱ περὶ ἀσφαλείας διαλεγόμενοι λελήθασιν αὑτοὺς τὴν μὲν εἰρήνην ὀλίγας ἡμέρας ἡμῖν ποιοῦντες, τὸν δὲ πόλεμον εἰς ἅπαντα τὸν χρόνον κατασκευάζοντες.4

若不是我预见到,依照我的建言将带来美好而巩固的和平,而依照某些人的劝告则不仅会带来可耻的和平,且这和平连片刻都无法维系,我也不会如此热切地敦促你们投入战争。因为我们若听任黑劳士在邻近定居,并坐视这座城邦日益壮大,又有谁不知道我们将终生生活在动荡与危难之中呢?因此,那些高谈安全的人在不知不觉中,只为我们带来了区区几天的和平,却埋下了永久战争的祸根。

§88

ἡδέως δʼ ἂν αὐτῶν πυθοίμην, ὑπὲρ τίνων οἴονται χρῆναι μαχομένους ἡμᾶς ἀποθνήσκειν· οὐχ ὅταν οἱ πολέμιοι προστάττωσί τι παρὰ τὸ δίκαιον καὶ τῆς χώρας ἀποτέμνωνται καὶ τοὺς οἰκέτας ἐλευθερῶσι; καὶ τούτους μὲν κατοικίζωσιν εἰς ταύτην ἣν ἡμῖν οἱ πατέρες κατέλιπον, ἡμᾶς δὲ μὴ μόνον τῶν ὄντων ἀποστερῶσιν, ἀλλὰ καὶ πρὸς τοῖς ἄλλοις κακοῖς εἰς ὀνείδη καθιστῶσιν;

我很想向他们请教,他们认为我们在何种情况下才应当奋战赴死?难道不是在敌人下达不义之令、割裂我们的领土并解放我们的奴隶之时吗?难道不是在他们把这些奴隶安置在我们父辈留给我们的这片土地上,不仅剥夺我们的财产,更在其他诸多灾祸之外将我们置于受人唾骂的耻辱境地之时吗?

§89

ἐγὼ μὲν γὰρ ὑπὲρ τούτων οὐ μόνον πόλεμον ἀλλὰ καὶ φυγὰς καὶ θανάτους οἴομαι προσήκειν ἡμῖν ὑπομένειν· πολὺ γὰρ κρεῖττον ἐν ταῖς δόξαις αἷς ἔχομεν τελευτῆσαι τὸν βίον μᾶλλον ἢ ζῆν ἐν ταῖς ἀτιμίαις, ἃς ληψόμεθα ποιήσαντες ἃ προστάττουσιν ἡμῖν. εἰ δὲ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, αἱρετώτερον ἡμῖν ἐστιν ἀναστάτοις γενέσθαι μᾶλλον ἢ καταγελάστοις ὑπὸ τῶν ἐχθρῶν. τοὺς γὰρ ἐν ἀξιώμασι καὶ φρονήμασι τηλικούτοις βεβιωκότας δυοῖν δεῖ θάτερον, ἢ πρωτεύειν ἐν τοῖς Ἕλλησιν, ἢ παντάπασιν ἀνῃρῆσθαι, μηδὲν ταπεινὸν διαπραξαμένους ἀλλὰ καλὴν τὴν τελευτὴν τοῦ βίου ποιησαμένους.

因为就我而言,我认为为了抵御这些,我们理当承受的不仅是战争,更是流亡与死亡;因为在我们现有的威望中终结生命,远胜过在顺从他们指使后所承受的耻辱中偷生。若必须毫无保留地直言,那么对我们而言,家破人亡流徙异乡,也比沦为敌人的笑柄更值得选择。因为生活在如此崇高威望与志向之中的人,必然在二者中居其一:要么在希腊人中拔得头筹,要么在未行任何卑劣之举、成就了生命的崇高终局的前提下彻底覆灭。

§90

ἃ χρὴ διαλογισαμένους μὴ φιλοψυχεῖν, μηδʼ ἐπακολουθεῖν ταῖς τῶν συμμάχων γνώμαις, ὧν ἡγεῖσθαι πρότερον ἠξιοῦμεν, ἀλλʼ αὐτοὺς σκεψαμένους ἑλέσθαι μὴ τὸ τούτοις ῥᾷστον, ἀλλʼ ὃ πρέπον ἔσται τῇ Λακεδαίμονι καὶ τοῖς πεπραγμένοις ἡμῖν. περὶ γὰρ τῶν αὐτῶν οὐχ ὁμοίως ἅπασι βουλευτέον, ἀλλʼ ὡς ἂν ἐξ ἀρχῆς ἕκαστοι τοῦ βίου ποιήσωνται τὴν ὑπόθεσιν.

权衡了这些道理,你们绝不可贪生怕死,亦不可盲从昔日我们自命统率的那些盟友的主张,而应自行深思熟虑,选择的不是对他们最容易的道路,而是有当于拉刻代蒙以及我们往昔功业的正道。因为面对相同的事物,并非所有人都要以同一种方式谋划,而必须依照每个人自始为生命所确立的基本立足点去谋划。

语法注4 条
  1. 82τοὺς οἰκιστὰς ταυτησὶ τῆς πόλεως γενομένους, ὅτι μικρὸν μὲν στρατόπεδον εἰς τὴν Πελοπόννησον εἰσῆλθον ἔχοντες

    先引构式(prolepsis)。从属从句(ὅτι 从句)在逻辑上的主语 τοὺς οἰκιστὰς... γενομένους 被提前置于主动词 ἴσμεν 之后作宾格直接宾语。其句法骨架等同于 ἴσμεν ὅτι οἱ οἰκισταὶ... εἰσῆλθον。

  2. 83ἀλλὰ δέον ἡμᾶς παράδειγμα τῶν τοιούτων ἔργων τοῖς ἄλλοις παρέχειν

    δέον 为无人称动词 δεῖ 的绝对宾格(accusative absolute),带有让步或转折的意味(“本应当…… / 在理应……的情况下”),与紧随其后的 μηδὲ μιμήσασθαι... ἐθελήσαιμεν 形成鲜明对立。

  3. 86οὐχ ὡς δέον ἡμᾶς ἤδη ταῦτα πράττειν, οὐδʼ ὡς οὐδεμιᾶς ἄλλης ἐνούσης ἐν τοῖς πράγμασι σωτηρίας

    否定词 οὐχ / οὐδέ 与 ὡς 引导的分词相结合,表达说话者予以否认的主观理由或假设前提(“并非以为应当……亦非以为再无……”)。前半部分的 δέον 为无人称绝对宾格,后半部分的 οὐδεμιᾶς ἄλλης ἐνούσης... σωτηρίας 则为绝对属格结构。

  4. 87λελήθασιν αὑτοὺς τὴν μὲν εἰρήνην ὀλίγας ἡμέρας ἡμῖν ποιοῦντες, τὸν δὲ πόλεμον εἰς ἅπαντα τὸν χρόνον κατασκευάζοντες

    λανθάνω 搭配反身代词(αὑτούς)及补充从属分词(ποιοῦντες, κατασκευάζοντες)的惯用构式,意为“不知不觉中…… / 未曾意识到自己正在……”。句法上生动揭示了那些倡议和平者实际上却适得其反地制造了永久战争的讽刺局面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:82-90