← 伊索克拉底

阿基达马斯

§73-81

撤离妇孺与据守要塞游击之策

阿基达马斯提议将非战斗人员撤往海外,由能够征战的壮士放弃城邦、据守要塞,转而发动机动游击战,利用斯巴达的纯粹军纪迫使敌方屈服求和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§73

φημὶ γὰρ χρῆναι τοὺς μὲν γονέας τοὺς ἡμετέρους αὐτῶν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας καὶ τὸν ὄχλον τὸν ἄλλον ἐκ τῆς πόλεως ἐκπέμψαι, τοὺς μὲν εἰς Σικελίαν, τοὺς δʼ εἰς Κυρήνην, τοὺς δʼ εἰς τὴν ἤπειρον (ἄσμενοι δʼ αὐτοὺς ἅπαντες οὗτοι δέξονται καὶ χώρᾳ πολλῇ καὶ ταῖς ἄλλαις ταῖς περὶ τὸν βίον εὐπορίαις, οἱ μὲν χάριν ἀποδιδόντες ὧν εὖ πεπόνθασιν, οἱ δὲ κομιεῖσθαι προσδοκῶντες ὧν ἂν προϋπάρξωσιν),1 ὑπολειφθέντας δὲ τοὺς βουλομένους καὶ δυναμένους κινδυνεύειν τῆς μὲν πόλεως ἀφεῖσθαι2 καὶ τῶν ἄλλων κτημάτων, πλὴν ὅσα ἂν οἷοί τʼ ὦμεν ἀπενέγκασθαι μεθʼ ἡμῶν αὐτῶν, καταλαβόντας δὲ χωρίον, ὅ τι ἂν ἐχυρώτατον ᾖ καὶ πρὸς τὸν πόλεμον συμφορώτατον, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἕως ἂν παύσωνται τῶν ἡμετέρων ἀμφισβητοῦντες.

因为我认为,我们应当将我们的父母、子女、妇女以及其余民众送出城邦,一部分迁往西西里,一部分迁往昔兰尼,另一部分迁往大陆(所有这些人都会以广袤的土地和充裕的生计物资欣然接纳他们,有的出于偿还昔日受恩的感激,有的则期望未来获得率先施恩的报偿);而让那些愿意且能够承受危险的人留守下来,放弃城邦及其他所有财产——除了我们自己能够随身带走的物品之外——并占据一处最为坚固且对战事最有利的要塞,由陆路和海上不断抢掠蹂躏敌人,直到他们停止争夺我们的属地为止。

§75

καὶ ταῦτʼ ἐὰν τολμήσωμεν καὶ μὴ κατοκνήσωμεν, ὄψεσθε τοὺς νῦν ἐπιτάττοντας ἱκετεύοντας καὶ δεομένους ἡμῶν Μεσσήνην ἀπολαβεῖν καὶ ποιήσασθαι τὴν εἰρήνην. ποία γὰρ ἂν τῶν πόλεων τῶν ἐν Πελοποννήσῳ τοιοῦτον πόλεμον ὑπομείνειεν, οἷον εἰκὸς γενέσθαι βουληθέντων ἡμῶν; τίνες δʼ οὐκ ἂν ἐκπλαγεῖεν καὶ δείσαιεν στρατόπεδον συνιστάμενον τοιαῦτα μὲν διαπεπραγμένον, δικαίως δὲ τοῖς αἰτίοις τούτων ὠργισμένον, ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακείμενον, καὶ τῷ μὲν σχολὴν ἄγειν καὶ μηδὲ περὶ ἓν ἄλλο διατρίβειν ἢ περὶ τὸν πόλεμον τοῖς ξενικοῖς στρατεύμασιν ὡμοιωμένον, ταῖς δʼ ἀρεταῖς καὶ τοῖς ἐπιτηδεύμασι τοιοῦτον οἷον ἐξ ἁπάντων ἀνθρώπων οὐδεὶς ἂν συντάξειεν, ἔτι δὲ μηδεμιᾷ πολιτείᾳ τεταγμένῃ χρώμενον, ἀλλὰ θυραυλεῖν καὶ πλανᾶσθαι κατὰ τὴν χώραν δυνάμενον καὶ ῥᾳδίως μὲν ὅμορον οἷς ἂν βούληται γιγνόμενον, τοὺς δὲ τόπους ἅπαντας τοὺς πρὸς τὸν πόλεμον συμφέροντας πατρίδας εἶναι νομίζον;

倘若我们敢于此举而不畏首畏尾,你们必将看到那些如今对我们发号施令的人转而哀告乞求,恳请我们收回麦塞内并缔结和约。 因为在伯罗奔尼撒境内的各城邦中,有哪一座能承受得起我们下定决心后势必发动的这样一场战争?又有谁不会对这样一支组建起来的军队深感震惊和恐惧呢?他们做出了这般决绝的壮举,对造成这一切的祸首怀着正当的义愤,将个人的生死置之度外;他们因只顾战事、不营他业而如同雇佣军队伍,但在德行与操守上又是全人类中无人能够召集匹敌的,而且他们不再受制于任何固定的城邦政制,能够在旷野露宿并在全境游走,随心所欲地成为任何一方的邻敌,并将一切有利于作战的险要之地都视作自己的祖国。

§77

ἐγὼ μὲν γὰρ οἶμαι τῶν λόγων μόνον ῥηθέντων τούτων καὶ διασπαρέντων εἰς τοὺς Ἕλληνας εἰς πολλὴν ταραχὴν καταστήσεσθαι τοὺς ἐχθροὺς ἡμῶν, ἔτι δὲ μᾶλλον, ἢν καὶ τέλος ἐπιθεῖναι τούτοις ἀναγκασθῶμεν. τίνα γὰρ οἰηθῶμεν αὐτοὺς γνώμην ἕξειν, ὅταν αὐτοὶ μὲν κακῶς πάσχωσιν, ἡμᾶς δὲ μηδὲν δύνωνται ποιεῖν;

因为我认为,仅凭这些话被说出并传遍希腊人之中,我们的敌人就会陷入极大的恐慌,若我们真的被迫付诸实施,情况更会如此。试想,当他们自身屡遭重创,却对我们无计可施时,他们会抱有怎样的心境呢?

§78

καὶ τὰς μὲν αὑτῶν πόλεις ἴδωσιν εἰς πολιορκίαν καθεστηκυίας, τὴν δʼ ἡμετέραν οὕτω διεσκευασμένην ὥστε μηκέτι τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν; ἔτι δὲ τὴν τῶν σωμάτων τροφὴν ἡμῖν μὲν ῥᾳδίαν οὖσαν ἔκ τε τῶν ὑπαρχόντων καὶ τῶν ἐκ τοῦ πολέμου γιγνομένων, αὑτοῖς δὲ χαλεπὴν διὰ τὸ μὴ ταὐτὸν εἶναι στρατόπεδόν τε τοιοῦτον διοικεῖν καὶ τοὺς ὄχλους τοὺς ἐν ταῖς πόλεσι διατρέφειν; ὃ δὲ πάντων ἄλγιστον ἐκείνοις, ὅταν τοὺς μὲν ἡμετέρους οἰκείους ἐν πολλαῖς εὐπορίαις πυνθάνωνται γεγενημένους, τοὺς δʼ αὑτῶν ὁρῶσιν καθʼ ἑκάστην τὴν ἡμέραν τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας, καὶ μηδʼ ἐπικουρῆσαι δύνωνται τοῖς κακοῖς τούτοις, ἀλλʼ ἐργαζόμενοι μὲν τὴν χώραν τὰ σπέρματα προσαπολλύωσιν, ἀργὸν δὲ περιορῶντες μηδένα χρόνον ἀνταρκεῖν οἷοί τʼ ὦσιν.

当他们眼见自己的城邦陷于被围困的境地,而我们的城邦却经过如此处置,以至于再也不会遭遇这种围城之祸时;再者,当我们从现有积蓄和战利品中极易获得肉身粮秣,而他们却极难维系——因为统管这样一支军队与赡养城邦中的庞大市民截然不同;而对他们而言最为痛苦的是,当他们听闻我们的家眷处于极度富足之中,却每天亲眼看着自己的亲族匮乏日用生活必需品,又根本无法缓解这些灾难,以至于耕种田地便连同种子一并搭上损失,而若听任荒芜则片刻也无法维持下去。

§80

ἀλλὰ γὰρ ἴσως ἀθροισθέντες καὶ κοινὸν ποιησάμενοι στρατόπεδον παρακολουθήσουσι, καὶ κωλύσουσιν ἡμᾶς κακῶς ποιεῖν αὐτούς. καὶ τί ἂν εὐξαίμεθα μᾶλλον ἢ λαβεῖν πλησιάζοντας καὶ παρατεταγμένους καὶ περὶ τὰς αὐτὰς δυσχωρίας ἡμῖν ἀντιστρατοπεδεύοντας ἀνθρώπους ἀτάκτους καὶ μιγάδας καὶ πολλοῖς ἄρχουσι χρωμένους; οὐδὲν γὰρ ἂν πολλῆς πραγματείας δεήσειεν, ἀλλὰ ταχέως ἂν αὐτοὺς ἐξαναγκάσαιμεν ἐν τοῖς ἡμετέροις καιροῖς ἀλλὰ μὴ τοῖς αὑτῶν ποιήσασθαι τοὺς κινδύνους.

然而他们或许会集结起来,联合立营尾随我们,阻止我们对他们施加打击。但是,比起捉住那些缺乏纪律、成分杂乱且受制于多头指挥的乌合之众逼近交锋、列阵对峙并在相同的险阻地形周围与我们扎营对抗,我们还能期盼什么更好的事情呢?因为根本不需要大费周章,我们很快就能迫使他们在对我们有利而非对他们有利的时机去承受危险。

§81

ἐπιλίποι δʼ ἂν τὸ λοιπὸν μέρος τῆς ἡμέρας, εἰ τὰς πλεονεξίας τὰς ἐσομένας λέγειν ἐπιχειρήσαιμεν. ἐκεῖνο δʼ οὖν πᾶσι φανερόν, ὅτι τῶν Ἑλλήνων διενηνόχαμεν οὐ τῷ μεγέθει τῆς πόλεως οὐδὲ τῷ πλήθει τῶν ἀνθρώπων, ἀλλʼ ὅτι τὴν πολιτείαν ὁμοίαν κατεστησάμεθα στρατοπέδῳ καλῶς διοικουμένῳ καὶ πειθαρχεῖν ἐθέλοντι τοῖς ἄρχουσιν. ἢν οὖν εἰλικρινὲς τοῦτο ποιήσωμεν, ὃ μιμησαμένοις ἡμῖν συνήνεγκεν,3 οὐκ ἄδηλον ὅτι ῥᾳδίως τῶν πολεμίων ἐπικρατήσομεν.

倘若我们企图将随之而来的诸多优势一一历数,今日剩下的时间都将不够用。但有一点对所有人都是显而易见的:我们在希腊人中拔得头筹,既非凭借城邦的辽阔,亦非凭借人口的众多,而是因为我们确立的政制宛如一座管理井然且服从将领指挥的军营。因此,如果我们把以往仅凭仿效便获益良多的这一原则彻底纯粹地付诸实行,毫无疑问,我们必将轻易击溃敌人。

语法注3 条
  1. 73ὧν εὖ πεπόνθασιν ... ὧν ἂν προϋπάρξωσιν

    两处均为关系代词受吸引而变为属格(attraction)。前者相当于 τούτων ἃ εὖ πεπόνθασιν,在先行词省略并充当 χάριν 的说明语境下,关系代词 ἃ 被吸引为属格 ὧν;后者同理,代表受承前省略的 χάριν(作 κομιεῖσθαι 的宾语)支配之属格先行词的吸引。

  2. 73φημὶ γὰρ χρῆναι ... ὑπολειφθέντας δὲ τοὺς βουλομένους καὶ δυναμένους κινδυνεύειν τῆς μὲν πόλεως ἀφεῖσθαι

    句首 φημὶ χρῆναι(我认为应当……)中的非人称不定式 χρῆναι 引出两组对应的带不定式宾格结构:首先是 τοὺς μὲν γονέας ... ἐκπέμψαι(遣送亲族弱小),其次是由 δέ 引出的 ὑπολειφθέντας δὲ τοὺς βουλομένους ... ἀφεῖσθαι(留守能战之人放弃城邦)。分词 ὑπολειφθέντας 与后文的 καταλαβόντας 均为宾格,与不定式 ἀφεῖσθαι 及 ἄγειν καὶ φέρειν 的逻辑主语 τοὺς βουλομένους καὶ δυναμένους 保持性数格一致。

  3. 81ὃ μιμησαμένοις ἡμῖν συνήνεγκεν

    关系代词 ὃ 指代前文所述之核心概念(即如治军般井然有序的政制)。与格短语 μιμησαμένοις ἡμῖν 依附于动词 συνήνεγκεν(对……有益),其中分词 μιμησαμένοις 带有时间或条件状语色彩,意为“当我们在效仿它时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:73-81