- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:64-72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿基达马斯指出伯罗奔尼撒诸邦背叛斯巴达后陷入极其严重的内讧与荒废,不久必将重新渴求斯巴达的同盟庇护;他坚决主张即使陷于孤立无援也决不割让麦塞内,誓要维护城邦尊严战斗到底。
οἶμαι δὲ καὶ τὸν ἄλλον ὄχλον τὸν ἐν Πελοποννήσῳ καὶ τὸν δῆμον, ὃν οἰόμεθα μάλιστα πολεμεῖν ἡμῖν, ποθεῖν ἤδη τὴν ἡμετέραν ἐπιμέλειαν. οὐδὲν γὰρ αὐτοῖς ἀποστᾶσι γέγονεν ὧν προσεδόκησαν, ἀλλʼ ἀντὶ μὲν τῆς ἐλευθερίας τοὐναντίον ἀποβέβηκεν (ἀπολέσαντες γὰρ αὑτῶν τοὺς βελτίστους ἐπὶ τοῖς χειρίστοις τῶν πολιτῶν γεγόνασιν),1 ἀντὶ δὲ τῆς αὐτονομίας εἰς πολλὰς καὶ δεινὰς ἀνομίας ἐμπεπτώκασιν, εἰθισμένοι δὲ τὸν ἄλλον χρόνον μεθʼ ἡμῶν ἐφʼ ἑτέρους ἰέναι, νῦν τοὺς ἄλλους ὁρῶσιν ἐφʼ αὑτοὺς στρατευομένους, καὶ τὰς στάσεις, ἃς ἐπυνθάνοντο πρότερον παρʼ ἑτέροις οὔσας, νῦν παρʼ αὑτοῖς ὀλίγου δεῖν καθʼ ἑκάστην τὴν ἡμέραν γιγνομένας, οὕτω δʼ ὡμαλισμένοι ταῖς συμφοραῖς εἰσιν, ὥστε μηδένα διαγνῶναι δύνασθαι τοὺς κάκιστα πράττοντας αὐτῶν· οὐδεμία γάρ ἐστι τῶν πόλεων ἀκέραιος, οὐδʼ ἥ τις οὐχ ὁμόρους ἔχει τοὺς κακῶς ποιήσοντας, ὥστε τετμῆσθαι μὲν τὰς χώρας, πεπορθῆσθαι δὲ τὰς πόλεις, ἀναστάτους δὲ γεγενῆσθαι τοὺς οἴκους τοὺς ἰδίους, ἀνεστράφθαι δὲ τὰς πολιτείας καὶ καταλελύσθαι τοὺς νόμους, μεθʼ ὧν οἰκοῦντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν.
我还认为,伯罗奔尼撒境内的其余民众和大众——即我们认为对我们最为敌视的人——也已经在渴望我们的照拂了。因为对于背叛的他们而言,他们所期望的事情一件也没有实现;相反,取代自由的却是完全相反的下场(因为他们消灭了本邦最优秀的人,落到了公民中最恶劣之人的统治之下),而取代自治的,则是他们陷入了诸多严酷的无法无天状态。在以往的岁月中,他们惯常与我们一同向外讨伐他人,如今却眼睁睁看着他人向自己进军;他们从前耳闻发生在别处的派系内讧,如今几乎每天都在他们自己内部发生。他们因灾难而被拉平到了如此地步,以至于无人能够辨别他们当中谁的处境最为悲惨;因为没有任何一座城邦是完好无损的,也没有哪座城邦不面临随时会加害于它的邻邦。结果,田地被蹂躏,城邦遭劫掠,私人家宅被毁弃,政制被倾覆,法律被废除——而当他们遵循这些法律生活时,曾是希腊人中最幸福的。
οὕτω δʼ ἀπίστως τὰ πρὸς σφᾶς αὐτοὺς καὶ δυσμενῶς ἔχουσιν, ὥστε μᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεμίους δεδίασιν· ἀντὶ δὲ τῆς ἐφʼ ἡμῶν ὁμονοίας καὶ τῆς παρʼ ἀλλήλων εὐπορίας εἰς τοσαύτην ἀμιξίαν ἐληλύθασιν, ὥσθʼ οἱ μὲν κεκτημένοι τὰς οὐσίας ἥδιον ἂν εἰς τὴν θάλατταν τὰ σφέτερʼ αὐτῶν ἐκβάλοιεν ἢ τοῖς δεομένοις ἐπαρκέσειαν, οἱ δὲ καταδεέστερον πράττοντες οὐδʼ ἂν εὑρεῖν δέξαιντο μᾶλλον ἢ τὰ τῶν ἐχόντων ἀφελέσθαι·2
他们彼此之间如此缺乏信任、怀有恶意,以至于他们畏惧本邦公民甚于畏惧敌人;取代在我们统领下的同心同德与彼此富足的,是他们陷入了如此严重的冷酷与隔绝,以至于拥有产业的人宁愿将自己的财物扔进大海,也不愿周济困乏者,而处境贫寒者甚至不屑于靠拾获发财,反倒更乐于剥夺富人的财产。
καταλύσαντες δὲ τὰς θυσίας ἐπὶ τῶν βωμῶν σφάττουσιν ἀλλήλους· πλείους δὲ φεύγουσι νῦν ἐκ μιᾶς πόλεως ἢ πρότερον ἐξ ἁπάσης τῆς Πελοποννήσου. καὶ τοσούτων ἀπηριθμημένων κακῶν, πολὺ πλείω τὰ παραλελειμμένα τῶν εἰρημένων ἐστίν· οὐδὲν γὰρ ὅ τι τῶν δεινῶν ἢ χαλεπῶν οὐκ ἐνταῦθα συνδεδράμηκεν.
他们废弃了祭祀,在祭坛之上互相屠杀;如今从一座城邦流亡出逃的人数,竟多于从前整个伯罗奔尼撒的流亡人数。尽管已经列举了如此多的灾祸,但遗漏未述的要远多于已经说出的;因为一切可怕与艰难的事,无不汇聚于该地。
ὧν οἱ μὲν ἤδη μεστοὶ τυγχάνουσιν ὄντες, οἱ δὲ διὰ ταχέων ἐμπλησθήσονται, καὶ ζητήσουσί τινα τῶν παρόντων πραγμάτων εὑρεῖν ἀπαλλαγήν. μὴ γὰρ οἴεσθʼ αὐτοὺς μενεῖν ἐπὶ τούτοις· οἵτινες γὰρ εὖ πράττοντες ἀπεῖπον, πῶς ἂν οὗτοι κακοπαθοῦντες πολὺν χρόνον καρτερήσειαν; ὥστʼ οὐ μόνον ἢν μαχόμενοι νικήσωμεν, ἀλλʼ ἐὰν ἡσυχίαν ἔχοντες περιμείνωμεν, ὄψεσθʼ αὐτοὺς μεταβαλλομένους καὶ τὴν ἡμετέραν συμμαχίαν σωτηρίαν αὑτῶν εἶναι νομίζοντας. τὰς μὲν οὖν ἐλπίδας ἔχω τοιαύτας.
对于这些灾祸,有些人恰巧已不堪其苦,其他人也很快就会饱尝其害,他们将寻求从当前的困境中找到某种解脱。你们切莫以为他们会长此以往;因为那些在顺境中尚且支撑不住而放弃的人,在遭遇厄运时又怎能长久忍耐呢?因此,不仅如果我们通过战斗取得胜利,而且哪怕我们保持镇静从容等待,你们也会看到他们改变心意,视我们的同盟为他们的救生索。这就是我所抱有的希望。
τοσοῦτον δʼ ἀπέχω τοῦ ποιῆσαί τι τῶν προσταττομένων, ὥστʼ εἰ μηδὲν γίγνοιτο τούτων μηδὲ βοηθείας μηδαμόθεν τυγχάνοιμεν, ἀλλὰ τῶν Ἑλλήνων οἱ μὲν ἀδικοῖεν ἡμᾶς οἱ δὲ περιορῷεν, οὐδʼ ἂν οὕτω μεταγνοίην, ἀλλὰ πάντας ἂν τοὺς ἐκ τοῦ πολέμου κινδύνους ὑπομείναιμι πρὶν ποιήσασθαι τὰς ὁμολογίας ταύτας. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ ἀμφοτέρων, εἴτε καταγνοίημεν τῶν προγόνων ὡς ἀδίκως Μεσσηνίους ἀφείλοντο τὴν χώραν,3 εἴτʼ ἐκείνων ὀρθῶς κτησαμένων καὶ προσηκόντως ἡμεῖς παρὰ τὸ δίκαιον συγχωρήσαιμέν τι περὶ αὐτῆς.
至于执行被命令之事,我更是决无此意,以至于即便这些希望全不实现,我们从任何地方都得不到援助,甚至希腊人中有的加害我们、有的坐视不理,即便如此我也决不改变初衷,而是宁愿承受战争带来的所有危险,也决不达成这些协议。因为在两种情况下我都会感到羞愧:无论是我们给先祖定罪、判定他们是不义地夺取了麦塞尼亚人的土地,抑或是他们在正当且名正言顺地获得土地之后,我们却违反公理在关于这片土地的事上做出让步。
τούτων μὲν οὖν οὐδέτερον ποιητέον, σκεπτέον δʼ ὅπως ἀξίως ἡμῶν αὐτῶν πολεμήσομεν, καὶ μὴ τοὺς εἰθισμένους ἐγκωμιάζειν τὴν πόλιν ἐλέγξομεν ψευδεῖς ὄντας, ἀλλὰ τοιούτους ἡμᾶς αὐτοὺς παρασχήσομεν, ὥστε δοκεῖν ἐκείνους ἐλάττω τῶν ὑπαρχόντων εἰρηκέναι περὶ ἡμῶν.
因此,这两件事我们一件也不能做,而必须考虑如何以配得上我们自身的方式去作战,并且不使那些习惯称赞我们城邦的人被证实为谎言者,反而要展现出我们自己,使得他们关于我们所说的话显得还不如实际情况丰满。
οἶμαι μὲν οὖν οὐδὲν συμβήσεσθαι δεινότερον τῶν νῦν παρόντων, ἀλλὰ τοὺς ἐχθροὺς τοιαῦτα βουλεύσεσθαι καὶ πράξειν, ἐξ ὧν ἐπανορθώσουσιν ἡμᾶς· ἂν δʼ ἄρα ψευσθῶμεν τῶν ἐλπίδων καὶ πανταχόθεν ἐξειργώμεθα καὶ μηδὲ τὴν πόλιν ἔτι δυνώμεθα διαφυλάττειν, χαλεπὰ μέν ἐστιν ἃ μέλλω λέγειν, ὅμως δʼ οὐκ ὀκνήσω παρρησιάσασθαι περὶ αὐτῶν. καὶ γὰρ ἐξαγγελθῆναι τοῖς Ἕλλησι καλλίω ταῦτʼ ἐστί, καὶ μᾶλλον ἁρμόττοντα τοῖς ἡμετέροις φρονήμασιν, ὧν ἔνιοί τινες ἡμῖν συμβουλεύουσιν.4
我认为不会发生比当下更为严峻的灾难,反而敌人将会做出有利于我们重振旗鼓的谋划与举动;但如果我们终究未能如愿、被四面围困且再也无法保全城邦——虽然我将要说的话令人难以接受,但我依然会毫不犹豫地直言不讳。因为将这些宣告于希腊人,要比某些人向我们建议的事情更为崇高,也远更契合我们素有的气魄。
- 64ἐπὶ τοῖς χειρίστοις τῶν πολιτῶν γεγόνασιν
介词 ἐπί 接与格在此表示归于支配或从属地位(“受……支配”、“落入……之手”)。与前文的 ἀπολέσαντες αὑτῶν τοὺς βελτίστους 形成鲜明对比,意指在动乱中消灭了优秀公民后,城邦反而沦落到受最劣等公民专权统治的境地。
- 67οὐδʼ ἂν εὑρεῖν δέξαιντο μᾶλλον ἢ τὰ τῶν ἐχόντων ἀφελέσθαι
由否定词 οὐδέ 与带有 ἄν 的愿望语气动词 δέξαιντο(潜在语气)构成,后接 μᾶλλον ἤ 的比较结构。动词 εὑρεῖν 在此指“(意外地)拾获、发现意外之财”。全句强调阶级对抗之深:贫民宁可剥夺富人的财产,也不屑于通过意外偶得横财的方式去摆脱贫困。
- 70ἀδίκως Μεσσηνίους ἀφείλοντο τὴν χώραν
动词 ἀφαιρέω 接双宾格(表示人的 Μεσσηνίους 与表示物的 τὴν χώραν),意为“剥夺某人的某物”。此处用以指代那种指责斯巴达先祖不义地从麦塞尼亚人手中夺取土地的设想。
- 72ὧν ἔνιοί τινες ἡμῖν συμβουλεύουσιν
关系代词 ὧν 是由前文的比较级 καλλίω 与 μᾶλλον ἁρμόττοντα 所要求的比较属格,融摄了其先行词(“比某些人向我们建议的那些事情更……”)。
