← 伊索克拉底

阿基达马斯

§55-63

谴责求和者的懦弱与坚决抗战的希望

演说者强烈抨击力主通过割让麦塞内以求和者的懦弱,阐明斯巴达真正的同盟在于德行、正义以及敌人自取灭亡的内讧,并指出外部仍有雅典、狄奥尼修斯及各国统治者等多方力量可望提供援助。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55

ἀλλʼ ἑτέρας μὲν πόλεις ὑπὲρ τῆς ἡμετέρας ἀρχῆς τὰς ἐσχάτας ὑπομεῖναι πολιορκίας, αὐτοὺς δʼ ἡμᾶς, ὑπὲρ τοῦ μηδὲν ἀναγκασθῆναι παρὰ τὸ δίκαιον ποιεῖν, μηδὲ μικρὰν οἴεσθαι δεῖν ὑπενεγκεῖν κακοπάθειαν, ἀλλὰ ζεύγη μὲν ἵππων ἀδηφαγούντων ἔτι καὶ νῦν ὁρᾶσθαι τρέφοντας, ὥσπερ δὲ τοὺς εἰς τὰς δεινοτάτας ἀνάγκας ἀφιγμένους καὶ τῶν καθʼ ἡμέραν ἐνδεεῖς ὄντας, οὕτω ποιεῖσθαι τὴν εἰρήνην;1

然而,其他城邦为了我们的统治尚且能忍受最为严酷的围困,我们自己为了免于被迫做出任何不义之举,难道竟认为连微小的困顿都不必承受,反而在甚至当下仍被人看见饲养着成双成对耗资巨大的赛马的同时,却如同那些陷入最险恶窘境、连度日之需都匮乏的人一样去缔结和平吗?

§56

ὃ δὲ πάντων σχετλιώτατον, εἰ φιλοπονώτατοι δοκοῦντες εἶναι τῶν Ἑλλήνων ῥᾳθυμότερον τῶν ἄλλων βουλευσόμεθα περὶ τούτων. τίνας γὰρ ἴσμεν, ὧν καὶ ποιήσασθαι μνείαν ἄξιόν ἐστιν, οἵτινες ἅπαξ ἡττηθέντες καὶ μιᾶς εἰσβολῆς γενομένης οὕτως ἀνάνδρως ὡμολόγησαν πάντα τὰ προσταττόμενα ποιήσειν; πῶς δʼ ἂν οἱ τοιοῦτοι πολὺν χρόνον δυστυχοῦντες ἀνταρκέσειαν;

然而最令人痛心的是,如果公认为希腊人中最耐劳苦的我们,在商议这些事情时竟比其他人更为懈怠。因为在那些值得一提的人当中,我们可知有谁只经历了一次失败、遭到了一次入侵,就如此懦弱地答应遵行所命令的一切?此类人又怎能在长期遭遇不幸时坚持到底呢?

§57

τίς δʼ οὐκ ἂν ἐπιτιμήσειεν ἡμῖν, εἰ Μεσσηνίων ὑπὲρ ταύτης τῆς χώρας εἴκοσιν ἔτη πολιορκηθέντων ἡμεῖς οὕτω ταχέως κατὰ συνθήκας αὐτῆς ἀποσταίημεν, καὶ μηδὲ τῶν προγόνων μνησθείημεν, ἀλλʼ ἣν ἐκεῖνοι μετὰ πολλῶν πόνων καὶ κινδύνων ἐκτήσαντο, ταύτην ἡμεῖς ὑπὸ λόγων πεισθέντες ἀποβάλοιμεν;

如果麦塞尼亚人为保卫这片土地尚且承受了二十年的围困,而我们却依据条约如此迅速地放弃它,甚至不顾念先祖,反而因轻信言辞就抛弃了他们经历诸多辛劳与危险才获得的土地,那么有谁会不对我们加以斥责呢?

§58

ὧν οὐδὲν ἔνιοι φροντίσαντες, ἀλλὰ πάσας τὰς αἰσχύνας ὑπεριδόντες, τοιαῦτα συμβουλεύουσιν ὑμῖν, ἐξ ὧν εἰς ὀνείδη τὴν πόλιν καταστήσουσιν. οὕτω δὲ προθύμως ἐπάγουσιν ὑμᾶς πρὸς τὸ παραδοῦναι Μεσσήνην, ὥστε καὶ διεξελθεῖν ἐτόλμησαν τήν τε τῆς πόλεως ἀσθένειαν καὶ τὴν τῶν πολεμίων δύναμιν, καὶ κελεύουσιν, ἀποκρίνασθαι τοὺς ἐναντιουμένους αὐτοῖς, πόθεν βοήθειαν προσδοκῶντες ἥξειν διακελευόμεθα πολεμεῖν.

可是某些人对此毫不顾及,忽视了一切耻辱,向你们提出此类建议,使城邦陷入受人唾弃的境地。他们如此急切地怂恿你们交出麦塞内,以至于竟敢详述本邦的羸弱与敌人的强盛,并要求反对他们的人回答:究竟是指望从何处获得援军,我们才劝促作战的?

§59

ἐγὼ δὲ μεγίστην ἡγοῦμαι συμμαχίαν εἶναι καὶ βεβαιοτάτην τὸ τὰ δίκαια πράττειν (εἰκὸς γὰρ καὶ τὴν τῶν θεῶν εὔνοιαν γενέσθαι μετὰ τούτων, εἴπερ χρὴ περὶ τῶν μελλόντων τεκμαίρεσθαι τοῖς ἤδη γεγενημένοις), πρὸς δὲ ταύτῃ τὸ καλῶς πολιτεύεσθαι καὶ σωφρόνως ζῆν καὶ μέχρι θανάτου μάχεσθαι τοῖς πολεμίοις ἐθέλειν καὶ μηδὲν οὕτω δεινὸν νομίζειν ὡς τὸ κακῶς ἀκούειν ὑπὸ τῶν πολιτῶν· ἃ μᾶλλον ἡμῖν ἢ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει.

而我认为,行事公正乃是最大且最牢靠的同盟(因为如果确实应当以已经发生的事来推断未来,那么神明的垂青自然也会与正义者同在);此外,治理好城邦、节制自守、甘愿与敌人战斗至死、视本邦公民的恶评为世间至险之祸〔也是同盟〕——这些品质属于我们多于属于其他人群。

§60

μεθʼ ὧν ἐγὼ πολὺ ἂν ἥδιον πολεμοίην ἢ μετὰ πολλῶν μυριάδων· οἶδα γὰρ καὶ τοὺς πρώτους ἡμῶν εἰς ταύτην τὴν χώραν ἀφικομένους οὐ τῷ πλήθει τῶν ἄλλων περιγενομένους, ἀλλὰ ταῖς ἀρεταῖς ταῖς ὑπʼ ἐμοῦ προειρημέναις. ὥστʼ οὐκ ἄξιον διὰ τοῦτο φοβεῖσθαι τοὺς πολεμίους, ὅτι πολλοὶ τυγχάνουσιν ὄντες, ἀλλὰ πολὺ μᾶλλον ἐπʼ ἐκείνοις θαρρεῖν, ὅταν ὁρῶμεν ἡμᾶς μὲν αὐτοὺς οὕτως ἐνηνοχότας τὰς συμφορὰς ὡς οὐδένες ἄλλοι πώποτε, καὶ τοῖς τε νόμοις καὶ τοῖς ἐπιτηδεύμασιν ἐμμένοντας οἷς ἐξ ἀρχῆς κατεστησάμεθα, τοὺς δὲ μηδὲ τὰς εὐτυχίας φέρειν δυναμένους, ἀλλὰ διατεταραγμένους, καὶ τοὺς μὲν τὰς συμμαχίδας πόλεις καταλαμβάνοντας, τοὺς δὲ τἀναντία τούτοις πράττοντας, ἄλλους δὲ περὶ χώρας τοῖς ὁμόροις ἀμφισβητοῦντας, τοὺς δὲ μᾶλλον ἀλλήλοις φθονοῦντας ἢ πρὸς ἡμᾶς πολεμοῦντας. ὥστε θαυμάζω τῶν μείζω συμμαχίαν ζητούντων, ὧν οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες.2

有了这些,我宁愿与它们并肩作战,也不愿与数以万计的大军同伍;因为我知道,我们最初来到这片土地的先祖们,战胜其余的人靠的并非人数的众多,而是靠我前面所说的那些德行。因此,决不应当因为敌人恰巧人数众多就恐惧他们,反而在看到我们自己承受灾祸的坚忍程度无人曾比、并且始终恪守我们从一开始确立的法律与制度时,更应当凭此充满信心;相反,敌人甚至连顺境都无法承受,反而陷入混乱,有些人强占同盟城邦,有些人行事与之相反,有些人为了领土与邻邦争执不休,有些人彼此嫉妒甚于向我们作战。因此,对于那些寻求比敌人所犯过错更大的同盟的人,我深感诧异。

§62

εἰ δὲ δεῖ καὶ περὶ τῶν ἔξωθεν βοηθειῶν εἰπεῖν, ἡγοῦμαι πολλοὺς ἔσεσθαι τοὺς βουλομένους ἐπαμύνειν ἡμῖν. ἐπίσταμαι γὰρ πρῶτον μὲν Ἀθηναίους, εἰ καὶ μὴ πάντα μεθʼ ἡμῶν εἰσιν, ἀλλʼ ὑπέρ γε τῆς σωτηρίας τῆς ἡμετέρας ὁτιοῦν ἂν ποιήσοντας· ἔπειτα τῶν ἄλλων πόλεων ἔστιν ἃς ὁμοίως ἂν ὑπὲρ τῶν ἡμῖν συμφερόντων ὥσπερ τῶν αὑταῖς βουλευσομένας· ἔτι δὲ Διονύσιον τὸν τύραννον καὶ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν δυνάστας, καθʼ ὅσον ἕκαστοι δύνανται, προθύμως ἂν ἡμῖν ἐπικουρήσοντας·3 πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων τοὺς ταῖς οὐσίαις προέχοντας καὶ ταῖς δόξαις πρωτεύοντας καὶ βελτίστων πραγμάτων ἐπιθυμοῦντας, εἰ καὶ μήπω συνεστήκασιν, ἀλλὰ ταῖς γʼ εὐνοίαις μεθʼ ἡμῶν ὄντας, ἐν οἷς περὶ τῶν μελλόντων εἰκότως ἂν μεγάλας ἐλπίδας ἔχοιμεν.

如果也必须谈及外部的援助,我认为愿意救助我们的人将大有人在。因为我首先知道,雅典人即便并非在所有事上都与我们站在一起,但至少为了我们的存续,他们甘愿做任何事情;其次,在其余城邦中,也有些城邦会为我们的利益打算,如同为他们自己的利益打算一样;此外,僭主狄奥尼修斯、埃及国王以及亚洲各地的其他统治者们,都会在各自力所能及的范围内热切地支援我们;除这些人之外,希腊人中财富出众、声望居首且渴望最优良秩序者,即使尚未集结成军,至少在心意上是偏向我们的;对于他们,我们对未来自可抱有巨大的希望。

语法注3 条
  1. 55ἀλλʼ ἑτέρας μὲν πόλεις ὑπὲρ τῆς ἡμετέρας ἀρχῆς τὰς ἐσχάτας ὑπομεῖναι πολιορκίας, αὐτοὺς δʼ ἡμᾶς, ὑπὲρ τοῦ μηδὲν ἀναγκασθῆναι παρὰ τὸ δίκαιον ποιεῖν, μηδὲ μικρὰν οἴεσθαι δεῖν ὑπενεγκεῖν κακοπάθειαν, ἀλλὰ ζεύγη μὲν ἵππων ἀδηφαγούντων ἔτι καὶ νῦν ὁρᾶσθαι τρέφοντας, ὥσπερ δὲ τοὺς εἰς τὰς δεινοτάτας ἀνάγκας ἀφιγμένους καὶ τῶν καθʼ ἡμέραν ἐνδεεῖς ὄντας, οὕτω ποιεῖσθαι τὴν εἰρήνην;

    全句为表达愤慨与荒谬感的“感叹不定式结构”(以宾格主语配不定式构成的修辞性反问句)。句中并无直陈式的主动词,而是由两组相对立的宾格不定式从句并列构成(ἑτέρας μὲν πόλεις ... ὑπομεῖναι 与 αὐτοὺς δʼ ἡμᾶς ... οἴεσθαι δεῖν ... ποιεῖσθαι τὴν εἰρήνην),以此表达“别邦尚且能忍受……而我们自己竟认为……并如此缔结和平吗?”的反问与谴责。

  2. 61ὥστε θαυμάζω τῶν μείζω συμμαχίαν ζητούντων, ὧν οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες.

    关系代词 ὧν 包含了被省略的先行词 τούτων,并作为比较级 μείζω 所要求的比较属格(即 μείζω συμμαχίαν [τούτων] ἃ οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες,“比敌人在其中犯错的事物更大的同盟”)。关系代词受到先行词隐性属格的吸引,由原本应作宾格的 ἅ 变为属格 ὧν(关系词格同化)。

  3. 62ἐπίσταμαι γὰρ πρῶτον μὲν Ἀθηναίους, εἰ καὶ μὴ πάντα μεθʼ ἡμῶν εἰσιν, ἀλλʼ ὑπέρ γε τῆς σωτηρίας τῆς ἡμετέρας ὁτιοῦν ἂν ποιήσοντας· ἔπειτα τῶν ἄλλων πόλεων ἔστιν ἃς ὁμοίως ἂν ὑπὲρ τῶν ἡμῖν συμφερόντων ὥσπερ τῶν αὑταῖς βουλευσομένας· ἔτι δὲ Διονύσιον τὸν τύραννον καὶ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν δυνάστας, καθʼ ὅσον ἕκαστοι δύνανται, προθύμως ἂν ἡμῖν ἐπικουρήσοντας

    在动词 ἐπίσταμαι 引出的间接引语中,分词 ποιήσοντας, βουλευσομένας, ἐπικουρήσοντας 均带有小辞 ἄν。这种“ἄν + 分词”结构代表了直接引语中的潜能希求法(如 ὁτιοῦν ἂν ποιήσειαν,“他们定会做任何事”),在认知动词后转换为作宾语补足语的对格分词形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:55-63