- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:47-54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以底比斯的局势逆转为例论证战机,强调斯巴达凭借优良国制与军事经验唯有通过战斗方能赢得体面的和平,并列举往昔斯巴达名将单枪匹马拯救盟邦的英勇战迹以鼓舞抵抗意志。
ἀπείποιμεν δʼ ἂν ἀκούοντές τε καὶ λέγοντες, εἰ πάσας τὰς τοιαύτας πράξεις ἐξετάζοιμεν, ἐπεὶ καὶ τῶν περὶ Θήβας πραχθέντων εἰ μνησθείημεν, ἐπὶ μὲν τοῖς γεγενημένοις ἂν λυπηθεῖμεν, περὶ δὲ τῶν μελλόντων βελτίους ἐλπίδας ἂν λάβοιμεν. τολμησάντων γὰρ αὐτῶν ὑπομεῖναι τὰς εἰσβολὰς καὶ τὰς ἀπειλὰς τὰς ἡμετέρας, εἰς τοῦθʼ ἡ τύχη τὰ πράγματʼ αὐτῶν περιέστησεν, ὥστε τὸν ἄλλον χρόνον ὑφʼ ἡμῖν ὄντες νῦν ἡμῖν προστάττειν ἀξιοῦσιν.
如果我们逐一审视所有此类事例,那么无论是说者还是听者都会疲惫不堪;其实哪怕我们仅仅回顾发生在底比斯的那些事,固然会为已发生的变故感到悲痛,但对未来却能抱有更美好的希望。因为正是由于他们敢于承受我们的进犯和威胁,命运才使他们的处境迎来了如此巨大的逆转,以致往昔臣服于我们的人,如今竟认为有资格对我们发号施令。
ὅστις οὖν ὁρῶν τοσαύτας μεταβολὰς γεγενημένας ἐφʼ ἡμῶν οἴεται παύσεσθαι, λίαν ἀνόητός ἐστιν· ἀλλὰ δεῖ καρτερεῖν ἐπὶ τοῖς παροῦσι καὶ θαρρεῖν περὶ τῶν μελλόντων, ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ καὶ ταῖς περὶ τὸν πόλεμον ἐμπειρίαις. περὶ ὧν οὐδεὶς ἂν τολμήσειεν ἀντειπεῖν, ὡς οὐ τὴν μὲν ἐμπειρίαν μᾶλλον τῶν ἄλλων ἔχομεν,1 πολιτείαν δʼ οἵαν εἶναι χρή, παρὰ μόνοις ἡμῖν ἐστιν. ὧν ὑπαρχόντων οὐκ ἔστιν ὅπως οὐκ2 ἄμεινον πράξομεν τῶν μηδετέρου τούτων πολλὴν ἐπιμέλειαν πεποιημένων.
因此,眼见发生了如此重大的变迁,若有人以为这种变化会在我们身上止步,那便是愚蠢至极;相反,人们应当坚忍地承受现状,并对未来怀抱信心,因为深知诸城邦乃是依靠优良的政体以及战争经验来扭转此类厄运的。关于这两点,决没有人敢于反驳说,我们并不比别人拥有更多的经验,或者那种合乎理想的政体并非唯独存在于我们这里。既然我们具备这些优势,那么我们比起对这两者都未曾用心关注的人,就决不可能不取得更好的结局。
κατηγοροῦσι δέ τινες τοῦ πολέμου, καὶ διεξέρχονται τὴν ἀπιστίαν αὐτοῦ, τεκμηρίοις ἄλλοις τε πολλοῖς χρώμενοι καὶ μάλιστα τοῖς περὶ ἡμᾶς γεγενημένοις, καὶ θαυμάζουσιν εἴ τινες οὕτω χαλεπῷ καὶ παραβόλῳ πράγματι πιστεύειν ἀξιοῦσιν. ἐγὼ δὲ πολλοὺς μὲν οἶδα διὰ τὸν πόλεμον μεγάλην εὐδαιμονίαν κτησαμένους, πολλοὺς δὲ τῆς ὑπαρχούσης ἀποστερηθέντας διὰ τὴν εἰρήνην· οὐδὲν γὰρ τῶν τοιούτων ἐστὶν ἀποτόμως οὔτε κακὸν οὔτʼ ἀγαθόν, ἀλλʼ ὡς ἂν χρήσηταί τις τοῖς πράγμασι καὶ τοῖς καιροῖς, οὕτως ἀνάγκη καὶ τὸ τέλος ἐκβαίνειν ἐξ αὐτῶν. χρὴ δὲ τοὺς μὲν εὖ πράττοντας τῆς εἰρήνης ἐπιθυμεῖν· ἐν ταύτῃ γὰρ τῇ καταστάσει πλεῖστον ἄν τις χρόνον τὰ παρόντα διαφυλάξειεν· τοὺς δὲ δυστυχοῦντας τῷ πολέμῳ προσέχειν τὸν νοῦν· ἐκ γὰρ τῆς ταραχῆς καὶ τῆς καινουργίας θᾶττον ἂν μεταβολῆς τύχοιεν. ὧν ἡμεῖς δέδοικα μὴ τἀναντία πράττοντες φανῶμεν· ὅτε μὲν γὰρ ἐξῆν ἡμῖν τρυφᾶν, πλείους τοὺς πολέμους ἐποιούμεθα τοῦ δέοντος, ἐπειδὴ δʼ εἰς ἀνάγκην καθέσταμεν ὥστε κινδυνεύειν, ἡσυχίας ἐπιθυμοῦμεν καὶ περὶ ἀσφαλείας βουλευόμεθα. καίτοι χρὴ τοὺς βουλομένους ἐλευθέρους εἶναι τὰς μὲν ἐκ τῶν ἐπιταγμάτων συνθήκας φεύγειν ὡς ἐγγὺς δουλείας οὔσας, ποιεῖσθαι δὲ τὰς διαλλαγάς, ὅταν ἢ περιγένωνται τῶν ἐχθρῶν ἢ τὴν δύναμιν τὴν αὑτῶν ἐξισώσωσιν τῇ τῶν πολεμίων· ὡς τοιαύτην ἕκαστοι τὴν εἰρήνην ἕξουσιν, οἵαν περ ἂν τοῦ πολέμου ποιήσωνται τὴν κατάλυσιν.
然而有些人谴责战争,详述战争的反复无常,不仅引用许多其他证据,尤其是把发生在我们身上的遭遇作为凭据,并且惊异于竟然有人认为应当信赖如此艰难而冒险的事业。 但我深知,许多人正是通过战争获得了巨大的福祉,而许多人却因和平而丧失了原有的富庶;因为此类事物没有哪一样是绝对的好或绝对的坏,而是随着人们如何利用形势与时机,其结局也必然据此从中产生。处境顺遂者理应渴望和平,因为在此种状态下,人们才能将现状维持得最久;但处于不幸之中的人则应当关注战争,因为从动荡与求新之中,他们才能更快地迎来命运的转机。对此我担心的是,我们所表现出来的恰恰是在南辕北辙;因为当我们尚能安享富贵之时,我们所进行的战争多于所必需者;但当我们被置于必须冒险的迫切境地时,我们却渴望安宁并商议起安全来了。然而,立志保持自由的人,理当避开那些由受命而来的条约,视其近乎奴役,而应当在要么战胜敌人、要么使自身力量与敌人匹敌之时才进行和解;因为每个人所获得的和平,必将完全取决于他们是以何种方式结束战争的。
ὧν ἐνθυμουμένους χρὴ μὴ προπετῶς ὑμᾶς αὐτοὺς ἐμβαλεῖν εἰς αἰσχρὰς ὁμολογίας, μηδὲ ῥᾳθυμότερον ὑπὲρ τῆς πατρίδος ἢ τῶν ἄλλων φανῆναι βουλευομένους. ἀναμνήσθητε δὲ πρὸς ὑμᾶς αὐτοὺς ὅτι τὸν παρελθόντα χρόνον, εἰ πολιορκουμένῃ τινὶ τῶν πόλεων τῶν συμμαχίδων εἷς μόνος Λακεδαιμονίων βοηθήσειεν, ὑπὸ πάντων ἂν ὡμολογεῖτο παρὰ τοῦτον3 γενέσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ τοὺς μὲν πλείστους τῶν τοιούτων ἀνδρῶν παρὰ τῶν πρεσβυτέρων ἄν τις ἀκούσειεν, τοὺς δʼ ὀνομαστοτάτους ἔχω κἀγὼ διελθεῖν.
你们思及这些道理,切不可轻率地将自己投入可耻的协定中,亦不可表现出在为祖国筹划时比为他人筹划时更为懈怠。请你们自己在心中回想,在往昔的岁月里,同盟城邦中若有哪一座遭到围困,只要有哪怕一名斯巴达人前去援助,所有人都会公认,他们的获救全赖此人。此类人物中的大多数,人们尽可从长者那里听闻,而其中最负盛名者,我亦能逐一列举。
Πεδάριτος μὲν γὰρ εἰς Χίον εἰσπλεύσας τὴν πόλιν αὐτῶν διέσωσε· Βρασίδας δʼ εἰς Ἀμφίπολιν εἰσελθών, ὀλίγους περὶ αὑτὸν τῶν πολιορκουμένων συνταξάμενος, πολλοὺς ὄντας τοὺς πολιορκοῦντας ἐνίκησε μαχόμενος· Γύλιππος δὲ Συρακοσίοις βοηθήσας οὐ μόνον ἐκείνους διέσωσεν, ἀλλὰ καὶ τὴν δύναμιν τὴν κρατοῦσαν αὐτῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἅπασαν αἰχμάλωτον ἔλαβεν.
佩达里托斯泛舟驶入希俄斯,保全了他们的城邦;布拉西达斯进入安菲波利斯,仅率领被围者中的少数人列阵,便在交战中击溃了人数众多的围城之敌;而居利普斯援助叙拉古人,不仅挽救了他们,更将无论在陆上还是海上压制他们的敌方全部兵力尽数俘获。
καίτοι πῶς οὐκ αἰσχρὸν τότε μὲν ἕκαστον ἡμῶν ἱκανὸν εἶναι τὰς ἀλλοτρίας πόλεις διαφυλάττειν, νυνὶ δὲ πάντας μηδὲ πειρᾶσθαι τὴν ἡμετέραν αὐτῶν διασώζειν; καὶ τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν μεστὴν πεποιηκέναι τροπαίων ὑπὲρ τῶν ἄλλων πολεμοῦντας, ὑπὲρ δὲ τῆς πατρίδος οὕτω φανερῶς ὑβριζομένης μηδὲ μίαν μάχην ἀξίαν λόγου φαίνεσθαι μεμαχημένους;
然而,当年我们每个人都足以捍卫他人的城邦,如今我们所有人合在一起却连保全自己的城邦都不作尝试,这难道不是一件可耻之事吗?为他人作战时,我们在欧洲与亚洲立满了战胜纪念碑,但当祖国遭到如此公然的凌辱时,我们却显得连一场值得一提的战斗都不曾打过,这又岂能不说是奇耻大辱呢?
- 48ὡς οὐ τὴν μὲν ἐμπειρίαν μᾶλλον τῶν ἄλλων ἔχομεν
在带有否定词 οὐδείς 及潜在语气 ἄν 的反驳动词 ἀντειπεῖν 之后,由 ὡς 引导的间接从句中再次使用了否定词 οὐ。这属于在表达否认/争议动词后的重叠否定结构,实际语意为“决没有人敢反驳说我们没有比他人更多的经验”(即“必然承认我们经验更丰富”)。
- 48οὐκ ἔστιν ὅπως οὐκ
通过双重否定表达强烈肯定的固定句型,字面为“不存在……不……的情形”,意即“决不可能不……”或“必然……”。非人称否定 οὐκ ἔστιν ὅπως(“决无可能”)统摄否定将来直陈式 οὐκ ἄμεινον πράξομεν,引出极具确定性的结论:“我们决不可能不比他们取得更好的结局”。
- 52παρὰ τοῦτον
介词 παρά 接宾格(此处为代词 τοῦτον),表示促成某一结果的决定性起因或负责之人(“全赖此人”、“归功于他”)。此处既非表示空间上的邻近,亦非表示比较,而是表达原因与归属。
