← 伊索克拉底

阿基达马斯

§39-46

通过坚决抵抗反败为胜的历史先例

演说者指出顺从要求并不能带来持久和平,唯有坚决抵抗者才能争取到更有利的讲和条件。他进一步以波斯战争中的雅典、僭主狄奥尼修斯以及马其顿国王阿明塔斯在绝境中奋起反击最终扭转战局的史实为例,激励斯巴达人坚持抵抗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

καὶ γὰρ οὐδὲ τοῦτό πω φανερόν ἐστιν, ὡς ἂν ποιήσωμεν1 τὰ κελευόμενα, βεβαίως ἤδη τὴν εἰρήνην ἄξομεν. οἶμαι γὰρ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πάντες εἰώθασι πρὸς μὲν τοὺς ἀμυνομένους περὶ τῶν δικαίων διαλέγεσθαι, τοῖς δὲ λίαν ἑτοίμως ποιοῦσι τὸ προσταττόμενον ἀεὶ πλείω προσεπιβάλλειν οἷς ἂν ἐξ ἀρχῆς διανοηθῶσιν, ὥστε συμβαίνειν βελτίονος εἰρήνης τυγχάνειν τοὺς πολεμικῶς διακειμένους τῶν ῥᾳδίως τὰς ὁμολογίας ποιουμένων.2

因为甚至连这一点都尚不明确:倘若我们按其命令去做,今后是否就真能稳固地享有和平。因为我认为你们不会不知道:众人通常会对起而抗争者商谈正义,但对过于顺从指令者,则总是在其最初打算施加的条件之外得寸进尺,以致产生这样的结果:抱持抗战决心者往往比轻易屈从协议者获得更为有利的和平。

§40

ἵνα δὲ μὴ δοκῶ περὶ ταῦτα πολὺν χρόνον διατρίβειν, ἁπάντων τῶν τοιούτων ἀφέμενος ἐπὶ τὸν ἁπλούστατον ἤδη τρέψομαι τῶν λόγων. εἰ μὲν γὰρ μηδένες πώποτε τῶν δυστυχησάντων ἀνέλαβον αὑτοὺς μηδʼ ἐπεκράτησαν τῶν ἐχθρῶν, οὐδʼ ἡμᾶς εἰκὸς ἐλπίζειν περιγενήσεσθαι πολεμοῦντας· εἰ δὲ πολλάκις γέγονεν ὥστε καὶ τοὺς μείζω δύναμιν ἔχοντας ὑπὸ τῶν ἀσθενεστέρων κρατηθῆναι καὶ τοὺς πολιορκοῦντας ὑπὸ τῶν κατακεκλειμένων διαφθαρῆναι, τί θαυμαστὸν εἰ καὶ τὰ νῦν καθεστῶτα λήψεταί τινα μετάστασιν;

为了不让我显得在这些事情上耗费过多时间,我将抛开所有此类论证,直接转向最为浅显明了的论述。如果在遭遇不幸的人当中,从未有人能够重整旗鼓、战胜敌人,那么我们期望通过继续作战而获胜也是不合情理的;但若屡屡发生拥有更强力量者反被弱小者击溃、围城者反被困于城中者所覆灭的情形,那么眼下的局势即便迎来某种逆转,又有什么好奇怪的呢?

§41

ἐπὶ μὲν οὖν τῆς ἡμετέρας πόλεως οὐδὲν ἔχω τοιοῦτον εἰπεῖν· ἐν γὰρ τοῖς ἐπέκεινα χρόνοις οὐδένες πώποτε κρείττους ἡμῶν εἰς ταύτην τὴν χώραν εἰσέβαλον· ἐπὶ δὲ τῶν ἄλλων πολλοῖς ἄν τις παραδείγμασι χρήσαιτο, καὶ μάλιστʼ ἐπὶ τῆς πόλεως τῆς Ἀθηναίων.

就我们自己的城邦而言,我无从举出这般的例子;因为在以往的岁月里,绝无比我们更强者曾侵入过这片土地;但若论及其他城邦,人们则可引用许多例证,尤其是关于雅典城邦的例子。

§42

τούτους γὰρ εὑρήσομεν, ἐξ ὧν μὲν τοῖς ἄλλοις προσέταττον, πρὸς τοὺς Ἕλληνας διαβληθέντας, ἐξ ὧν δὲ τοὺς ὑβρίζοντας ἠμύναντο, παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντας. τοὺς μὲν οὖν παλαιοὺς κινδύνους εἰ διεξιοίην, οὓς ἐποιήσαντο πρὸς Ἀμαζόνας ἢ Θρᾷκας ἢ Πελοποννησίους τοὺς μετʼ Εὐρυσθέως εἰς τὴν χώραν αὐτῶν εἰσβαλόντας, ἴσως ἀρχαῖα καὶ πόρρω τῶν νῦν παρόντων λέγειν ἂν δοκοίην· ἐν δὲ τῷ Περσικῷ πολέμῳ τίς οὐκ οἶδεν ἐξ οἵων συμφορῶν εἰς ὅσην εὐδαιμονίαν κατέστησαν;

因为我们会发现,正是由于向其他城邦发号施令,他们才在希腊人中招致怨尤;而正是由于击退骄横无道之敌,他们才在全人类面前赢得了崇高的美誉。因此,如果我要细述他们昔日历经的险阻——即他们反抗亚马逊人、色雷斯人或与欧律斯透斯一同进犯其领土的伯罗奔尼撒人所进行的交战——我或许会被认为是在讲论古老陈旧且脱离眼下现状的事物;但在波斯战争中,谁人不知他们是从何等灾难中走向了何等巨大的辉煌?

§43

μόνοι γὰρ τῶν ἔξω Πελοποννήσου κατοικούντων, ὁρῶντες τὴν τῶν βαρβάρων δύναμιν ἀνυπόστατον οὖσαν, οὐκ ἠξίωσαν βουλεύσασθαι περὶ τῶν προσταττομένων αὐτοῖς, ἀλλʼ εὐθὺς εἵλοντο περιιδεῖν ἀνάστατον τὴν πόλιν γεγενημένην μᾶλλον ἢ δουλεύουσαν. ἐκλιπόντες δὲ τὴν χώραν, καὶ πατρίδα μὲν τὴν ἐλευθερίαν νομίσαντες, κοινωνήσαντες δὲ τῶν κινδύνων ἡμῖν, τοσαύτης μεταβολῆς ἔτυχον, ὥστε ὀλίγας ἡμέρας στερηθέντες τῶν αὑτῶν πολὺν χρόνον τῶν ἄλλων δεσπόται κατέστησαν.

因为在伯罗奔尼撒以外的定居者中,唯有他们眼见异族的兵锋不可抵挡,却不屑于就强加给他们的指令进行商榷,反而当即宁可坐视城邦化为瓦砾,也决不俯首为奴。他们放弃了自己的疆土,将自由视为祖国,并与我们同担凶险,从而迎来了如此巨大的逆转:他们仅仅被剥夺自己所有物数日之久,便在随后漫长的岁月中成为了其他众邦的统领者。

§44

οὐ μόνον δʼ ἐπὶ ταύτης ἄν τις τῆς πόλεως ἐπιδείξειε τὸ τολμᾶν ἀμύνεσθαι τοὺς ἐχθρούς, ὡς πολλῶν ἀγαθῶν αἴτιόν ἐστιν, ἀλλὰ καὶ Διονύσιος ὁ τύραννος3 καταστὰς εἰς πολιορκίαν ὑπὸ Καρχηδονίων, οὐδεμιᾶς αὐτῷ σωτηρίας ὑποφαινομένης, ἀλλὰ καὶ τῷ πολέμῳ κατεχόμενος καὶ τῶν πολιτῶν δυσκόλως πρὸς αὐτὸν διακειμένων, αὐτὸς μὲν ἐμέλλησεν ἐκπλεῖν, τῶν δὲ χρωμένων τινὸς τολμήσαντος εἰπεῖν ὡς καλόν ἐστιν ἐντάφιον ἡ τυραννίς, αἰσχυνθεὶς ἐφʼ οἷς διενοήθη καὶ πάλιν ἐπιχειρήσας πολεμεῖν, πολλὰς μὲν μυριάδας Καρχηδονίων διέφθειρεν, ἐγκρατεστέραν δὲ τὴν ἀρχὴν τὴν τῶν πολιτῶν κατεστήσατο, πολὺ δὲ μείζω τὴν δύναμιν τὴν αὑτοῦ τῆς πρότερον ὑπαρχούσης ἐκτήσατο, τυραννῶν δὲ τὸν βίον διετέλεσε, καὶ τὸν υἱὸν ἐν ταῖς αὐταῖς τιμαῖς καὶ δυναστείαις, ἐν αἷσπερ αὐτὸς ἦν, κατέλιπεν.

而且,敢于抗击敌人是诸多福祉的根源,这一点不仅在这座城邦身上可以得到展现,就连僭主狄奥尼修斯也是如此:当他遭到迦太基人围困,看不到任何得救的微光,反被战事逼入绝境,且市民亦对他心怀怨怼之时,他自己本打算乘船出逃,但在其近臣中有人胆敢进言说“僭主之位乃是一具华美的裹尸布”之后, 他为自己先前的打算感到羞愧,重新发起作战,诛灭了数万迦太基人,使自己对市民的统治更为稳固,获得了远比先前所拥有的更为庞大的力量,终其一生安享僭主之位,并让其子继承了与他自己身居时完全相同的尊荣与权势。

§46

παραπλήσια δὲ τούτοις Ἀμύντας ὁ Μακεδόνων βασιλεὺς ἔπραξεν. ἡττηθεὶς γὰρ ὑπὸ τῶν βαρβάρων τῶν προσοικούντων μάχῃ καὶ πάσης Μακεδονίας ἀποστερηθεὶς τὸ μὲν πρῶτον ἐκλιπεῖν τὴν χώραν διενοήθη καὶ τὸ σῶμα διασώζειν, ἀκούσας δέ τινος ἐπαινοῦντος τὸ πρὸς Διονύσιον ῥηθέν, καὶ μεταγνοὺς ὥσπερ ἐκεῖνος, χωρίον μικρὸν καταλαβὼν καὶ βοήθειαν ἐνθένδε μεταπεμψάμενος ἐντὸς μὲν τριῶν μηνῶν κατέσχεν ἅπασαν Μακεδονίαν, τὸν δʼ ἐπίλοιπον χρόνον βασιλεύων γήρᾳ τὸν βίον ἐτελεύτησεν.

马其顿国王阿明塔斯所为亦与此极为相似。他在战事中被邻近的异族击败,被剥夺了整个马其顿,起初也打算逃离国土以保全性命;但他听见有人称赞对狄奥尼修斯所说的那句话,便如狄奥尼修斯那样回心转意,占领了一处弹丸之地,又从我们这里召请援兵,在三个月内便收复了整个马其顿,并在余生中安坐王位,终以高寿而终。

语法注3 条
  1. 39ὡς ἂν ποιήσωμεν

    连词 ὡς 引导一个解释指示代词 τοῦτο 内容的名词性从句(相当于 ὅτι),从句主动词为将来时直陈语气 ἄξομεν。此处的 ἄν 并非与 ὡς 结合构成目的或情态小词(ὡς ἄν + 虚拟语气),而是与虚拟语气 ποιήσωμεν 结合充当条件连词 ἐάν(即 ἂν ποιήσωμεν,“如果我们做了”)。

  2. 39τῶν ῥᾳδίως τὰς ὁμολογίας ποιουμένων

    比较属格。在逻辑上它与不定式 τυγχάνειν 的逻辑主语宾格 τοὺς πολεμικῶς διακειμένους 相对比,原本可由连词 ἤ 搭配宾格(即 ἢ τοὺς ῥᾳδίως...)来表达,但受到比较级 βελτίονος 的影响而被置于属格。

  3. 44Διονύσιος ὁ τύραννος

    包含分隔倒置的长句结构。主格主语 Διονύσιος ὁ τύραννος 跨越了中间的数个分词分句以及未遂分句(αὐτὸς μὲν ἐμέλλησεν ἐκπλεῖν),其核心谓语直到后一段中的主动词 διέφθειρεν、κατεστήσατο、ἐκτήσατο、διετέλεσε、κατέλιπεν 才最终得以落实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:39-46