- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:30-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举昔日和谈时敌国的默许以及德尔斐神谕的明确旨意,重申斯巴达占有美塞尼亚的完全正当性,并驳斥了那些主张舍弃正义而盲从利害的媾和言论,号召为正义坚持抗争。
ἐν οἷς οὐχ οἷόν τʼ ἦν πλεονεκτεῖν, περὶ μὲν ἄλλων τινῶν ἀμφισβητήσεις ἐγίγνοντο, περὶ δὲ Μεσσήνης οὔτε βασιλεὺς οὔθʼ ἡ τῶν Ἀθηναίων πόλις οὐδὲ πώποθʼ ἡμῖν ἐνεκάλεσεν ὡς ἀδίκως κεκτημένοις αὐτήν.1 καίτοι πῶς ἂν περὶ τοῦ δικαίου κρίσιν ἀκριβεστέραν ταύτης εὕροιμεν τῆς ὑπὸ μὲν τῶν ἐχθρῶν ἐγνωσμένης, ἐν δὲ ταῖς ἡμετέραις δυσπραξίαις γεγενημένης;
在那种根本不可能占得便宜的处境中,尽管对某些其他事项产生了争议,但关于美塞尼亚,无论是波斯大王还是雅典城邦,都从未指控过我们是不义地占有着它。然而,对于何为正义,我们又哪里能找到比这更确切的裁决呢?——这一裁决既是由敌人所做出的,又是在我们遭遇厄运时产生的。
τὸ τοίνυν μαντεῖον, ὃ πάντες ἂν ὁμολογήσειαν ἀρχαιότατον εἶναι καὶ κοινότατον καὶ πιστότατον, οὐ μόνον ἔγνω τόθʼ ἡμετέραν εἶναι Μεσσήνην, ὅτε διδόντων ἡμῖν αὐτὴν τῶν Κρεσφόντου παίδων προσέταξε δέχεσθαι τὴν δωρεὰν καὶ βοηθεῖν τοῖς ἀδικουμένοις, ἀλλὰ καὶ τοῦ πολέμου μακροῦ γιγνομένου πεμψάντων ἀμφοτέρων εἰς Δελφούς, κἀκείνων μὲν σωτηρίαν αἰτούντων, ἡμῶν δʼ ἐπερωτώντων ὅτῳ τρόπῳ τάχιστʼ ἂν κρατήσαιμεν τῆς πόλεως, τοῖς μὲν οὐδὲν ἀνεῖλεν ὡς οὐ δικαίαν ποιουμένοις τὴν αἴτησιν, ἡμῖν δʼ ἐδήλωσε καὶ τὰς θυσίας ἃς ἔδει ποιήσασθαι καὶ βοήθειαν παρʼ ὧν μεταπέμψασθαι.
不仅如此,那个众所公认最为古老、最为普遍且最为可信的神谕所,认定美塞尼亚归我们所有,不仅是在克瑞斯丰忒斯的诸子将它奉献给我们、而它命令我们接受赠礼并援助受害者的那时候,而且在战争旷日持久、双方皆遣使前往德尔斐之际,当对方祈求生路,而我们询问以何种方式能最迅速攻取该城时,神谕对他们未作任何回复,因为他们的请求是不义的,却对我们明确指示了所应举行的祭祀,以及应当向谁请求援军。
καίτοι πῶς ἄν τις μαρτυρίαν μείζω καὶ σαφεστέραν τούτων παράσχοιτο; φαινόμεθα γὰρ πρῶτον μὲν παρὰ τῶν κυρίων τὴν χώραν λαβόντες2 (οὐδὲν γὰρ κωλύει πάλιν διὰ βραχέων περὶ αὐτῶν διελθεῖν), ἔπειτα κατὰ πόλεμον αὐτὴν ἑλόντες, ὅνπερ τρόπον αἱ πλεῖσται τῶν πόλεων περὶ ἐκείνους τοὺς χρόνους ᾠκίσθησαν, ἔτι δὲ τοὺς ἠσεβηκότας εἰς τοὺς παῖδας τοὺς Ἡρακλέους ἐκβεβληκότες, οἳ δικαίως ἂν ἐξ ἁπάσης τῆς οἰκουμένης ὑπερωρίσθησαν, πρὸς δὲ τούτοις καὶ τῷ πλήθει τοῦ χρόνου καὶ τῇ τῶν ἐχθρῶν κρίσει καὶ ταῖς τοῦ θεοῦ μαντείαις προσηκόντως ἔχοντες αὐτήν.
然而,又有谁能提供比这些更大、更明晰的证明呢?因为显而易见:我们首先是从正当的所有者那里接管了这片土地(因为再次简要回顾这些并无不可),其次是通过战争攻占了它——正是依照那个时代大多数城邦建立的方式——,此外还驱逐了那些对赫拉克勒斯的子孙忤逆不道之人,而那些人哪怕被逐出整个文明世界也是理所应当的,加之凭借岁月之悠久、敌人的判定以及神明的昭示,我们完全是理所当然地据有它。
ὧν ἓν ἕκαστον ἱκανόν ἐστι διαλῦσαι τοὺς λόγους τῶν τολμώντων κατηγορεῖν ὡς ἢ νῦν διὰ πλεονεξίαν οὐ ποιούμεθα τὴν εἰρήνην, ἢ τότε τῶν ἀλλοτρίων ἐπιθυμοῦντες ἐπολεμήσαμεν πρὸς Μεσσηνίους. περὶ μὲν οὖν τῆς κτήσεως ἔνεστι μὲν ἴσως πλείω τούτων εἰπεῖν, οὐ μήν ἀλλὰ καὶ ταῦθʼ ἱκανῶς εἰρῆσθαι νομίζω.
这其中的每一条,都足以驳斥那些胆敢指责我们的人的言论,他们声称我们现在是由于贪婪而不肯缔结和约,或是声称我们当时是由于贪图他人之物而对美塞尼亚人开战。关于领地占有本身,或许还能言及更多,不过我认为这些已经说得足够充分了。
λέγουσι δʼ οἱ συμβουλεύοντες ἡμῖν ποιεῖσθαι τὴν εἰρήνην, ὡς χρὴ τοὺς εὖ φρονοῦντας μὴ τὴν αὐτὴν γνώμην ἔχειν περὶ τῶν πραγμάτων εὐτυχοῦντας καὶ δυστυχοῦντας, ἀλλὰ πρὸς τὸ παρὸν ἀεὶ βουλεύεσθαι καὶ ταῖς τύχαις ἐπακολουθεῖν καὶ μὴ μεῖζον φρονεῖν τῆς δυνάμεως, μηδὲ τὸ δίκαιον ἐν τοῖς τοιούτοις καιροῖς ἀλλὰ τὸ συμφέρον ζητεῖν.
然而,那些劝我们媾和的人却声称,明智之士在顺境与逆境中对于局势不应持相同的见解,而必须时刻针对现状进行决断,顺从命运的起伏,不可怀有超越自身实力的妄想,在这样的时局中不可寻求正义,而应谋求利害。
ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων ὁμολογῶ τούτοις, ὅπως δὲ χρὴ τοῦ δικαίου ποιεῖσθαί τι προὐργιαίτερον οὐδεὶς ἄν με λέγων πείσειεν.3 ὁρῶ γὰρ καὶ τοὺς νόμους ἕνεκα τούτου κειμένους, καὶ τοὺς ἄνδρας τοὺς καλοὺς κἀγαθοὺς ἐπὶ τούτῳ φιλοτιμουμένους, καὶ τὰς εὖ πολιτευομένας πόλεις περὶ τούτου μάλιστα σπουδαζούσας, ἔτι δὲ τοὺς πολέμους τοὺς προγεγενημένους οὐ κατὰ τὰς δυνάμεις ἀλλὰ κατὰ τὸ δίκαιον τὸ τέλος ἅπαντας εἰληφότας, ὅλως δὲ τὸν βίον τὸν τῶν ἀνθρώπων διὰ μὲν κακίαν ἀπολλύμενον, διʼ ἀρετὴν δὲ σωζόμενον. ὥστʼ οὐκ ἀθυμεῖν δεῖ τοὺς ὑπὲρ τῶν δικαίων κινδυνεύειν μέλλοντας, ἀλλὰ πολὺ μᾶλλον τοὺς ὑβρίζοντας καὶ τοὺς τὰς εὐτυχίας μὴ μετρίως φέρειν ἐπισταμένους.
然而我虽在其他事情上同意他们,但无论谁用言辞都无法说服我:何以应当将某种东西置于正义之上。因为我看到,法律正是为此而制定的,贤良之士正是以此来竞逐荣光,治理优良的城邦正是对此倾注最大的热忱,更有甚者,以往所有的战争其结局均非取决于力量,而是依循正义而告终,总之人世的生活往往因邪恶而毁灭,因德行而获救。因此,那些将要为正义之事挺身冒险的人决不可丧气,反倒是那些肆意妄为、不知如何节制对待顺境的人,才更应当心怀畏惧。
ἔπειτα κἀκεῖνο χρὴ σκοπεῖν· νυνὶ γὰρ περὶ μὲν τοῦ δικαίου πάντες τὴν αὐτὴν γνώμην ἔχομεν, περὶ δὲ τοῦ συμφέροντος ἀντιλέγομεν. δυοῖν δὲ προτεινομένοιν ἀγαθοῖν,4 καὶ τοῦ μὲν ὄντος προδήλου τοῦ δὲ ἀγνοουμένου, πῶς οὐκ ἂν ποιήσαιτε καταγέλαστον, εἰ τὸ μὲν ὁμολογούμενον ἀποδοκιμάσαιτε, τὸ δʼ ἀμφισβητούμενον ἑλέσθαι δόξειεν ὑμῖν, ἄλλως τε καὶ τῆς αἱρέσεως τοσοῦτον διαφερούσης;
其次,还必须考虑这一点:如今我们对于何为正义全都持有相同的见解,所争执的仅在于何为有利。在摆在面前的两样益处中,一样昭然若揭,另一样却尚不可知,若是你们排斥公认之善,却决意挑选存疑之物,尤其是这两种选择的差异如此悬殊之时,你们的所作所为岂不成了一个笑话?
ἐν μὲν γὰρ τοῖς ἐμοῖς λόγοις ἔνεστι μηδὲν μὲν προέσθαι τῶν ὑμετέρων αὐτῶν μηδʼ αἰσχύνῃ μηδεμιᾷ τὴν πόλιν περιβαλεῖν, ὑπὲρ δὲ τῶν δικαίων κινδυνεύοντας ἐλπίζειν ἄμεινον ἀγωνιεῖσθαι τῶν ἐχθρῶν, ἐν δὲ τοῖς τούτων ἀφεστάναι μὲν ἤδη Μεσσήνης, προεξαμαρτόντας δὲ τοῦτʼ εἰς ὑμᾶς αὐτοὺς τυχὸν καὶ τοῦ συμφέροντος καὶ τοῦ δικαίου καὶ τῶν ἄλλων ἁπάντων ὧν προσδοκᾶτε διαμαρτεῖν.
因为在我的论说中,包含了绝不放弃你们自身的任何所有,不让城邦蒙受任何羞辱,并且在为正义冒险的同时,有望比敌人更出色地完成战斗;而在他们的论说中,则是眼下立即放弃美塞尼亚,在首先对自己犯下这般过错之后,或许就连利益、正义以及你们所期盼的其他一切,都将尽数落空。
- 30ὡς ἀδίκως κεκτημένοις αὐτήν
连词 ὡς 与完成时与格分词 κεκτημένοις 连用,与主句中的与格代词 ἡμῖν 一致,依附于动词 ἐνεκάλεσεν,表达指控或主观声称的理由(即“指责我们是不义地占有着它”)。
- 32φαινόμεθα γὰρ πρῶτον μὲν παρὰ τῶν κυρίων τὴν χώραν λαβόντες
动词 φαίνομαι 接补充说明分词的人称构词(“显而易见我们……”)。此处 λαβόντες、ἑλόντες、ἐκβεβληκότες 与 ἔχοντες 这四组分词短语平行并列,皆修饰第一人称复数主语。
- 35ὅπως δὲ χρὴ τοῦ δικαίου ποιεῖσθαί τι προὐργιαίτερον οὐδεὶς ἄν με λέγων πείσειεν
从句 ὅπως δὲ χρὴ... 前置作主动词 πείσειεν(带 ἄν 的希求语气)的宾语。在 ποιεῖσθαί τι προὐργιαίτερον τοῦ δικαίου 中,比较属格 τοῦ δικαίου 依附于比较级形容词 προὐργιαίτερον,意为“将某事看得比正义更重要/更优先”。
- 37δυοῖν δὲ προτεινομένοιν ἀγαθοῖν
双数(dual)的属格独立结构。紧随其后的 καὶ τοῦ μὲν ὄντος προδήλου τοῦ δὲ ἀγνοουμένου 则是分项同位结构,分别修饰说明这两样益处(δυοῖν ἀγαθοῖν)各自的状态。
