← 伊索克拉底

阿基达马斯

§20-29

占有美塞尼亚的正当性与对割让的谴责

阿基达马斯阐述了赫拉克勒斯后裔与斯巴达人获得美塞尼亚的历史与宗教合法性,强调斯巴达对其主权远比波斯统治亚洲更为久远正当。他强烈谴责盟友向波斯割让亚洲却企图剥夺斯巴达领土以安置黑劳士的荒谬与背信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

ὑπολαβόντες δʼ οὕτως ἔχειν τὴν μαντείαν, καὶ τοὺς προγόνους τοὺς ὑμετέρους παραλαβόντες καὶ στρατόπεδον συστησάμενοι, τὴν μὲν ἰδίαν χώραν εἰς τὸ κοινὸν τοῖς συνακολουθήσασιν ἔδοσαν, τὴν δὲ βασιλείαν ἐξαίρετον αὐτοὶ παρʼ ἐκείνων ἔλαβον, ἐπὶ δὲ τούτοις πίστεις ἀλλήλοις δόντες ἐποιοῦντο τὴν στρατείαν.

他们领会神谕的含义正是如此,便联合了你们的先祖并组建了一支军队;他们将自己的私有土地共同分给追随他们的人,而自己则从那些人手中获得了作为特权的王权,在以此为基础相互交换誓约之后,便展开了远征。

§21

τοὺς μὲν οὖν κινδύνους τοὺς ἐν τῇ πορείᾳ γενομένους καὶ τὰς ἄλλας πράξεις τὰς οὐδὲν πρὸς τὸ παρὸν φερούσας τί δεῖ λέγοντα διατρίβειν; πολέμῳ δὲ κρατήσαντες τοὺς ἐν τοῖς τόποις τοῖς εἰρημένοις κατοικοῦντας τριχῇ διείλοντο τὰς βασιλείας. ὑμεῖς μὲν οὖν μέχρι ταυτησὶ τῆς ἡμέρας ἐμμένετε ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις, οὓς ἐποιήσασθε πρὸς τοὺς προγόνους τοὺς ἡμετέρους· διὸ καὶ τὸν παρελθόντα χρόνον ἄμεινον τῶν ἄλλων ἐφέρεσθε, καὶ τὸν ἐπιόντα προσδοκᾶν χρὴ τοιούτους ὄντας βέλτιον ἢ νῦν πράξειν. Μεσσήνιοι δʼ εἰς τοῦτʼ ἀσεβείας ἦλθον, ὥστʼ ἐπιβουλεύσαντες ἀπέκτειναν Κρεσφόντην, τὸν οἰκιστὴν μὲν τῆς πόλεως, κύριον δὲ τῆς χώρας, ἔκγονον δʼ Ἡρακλέους, αὐτῶν δʼ ἡγεμόνα γεγενημένον.

至于行军途中发生的危险以及与当前议题毫无关联的其他事迹,何须多言耗费时光呢?他们通过战争征服了上述地区的居民,将王国一分为三。 你们直到今天,都依然恪守着与我们先祖所订立的盟约与誓言;因此在过去的岁月中,你们的运势胜过他人,而且只要保持这般品行,理当期许未来会比现在更加顺遂。然而美塞尼亚人却陷入了如此严重的忤逆不道,竟阴谋杀害了克瑞斯丰忒斯——他既是该城的建立者、这片领土的主人、赫拉克勒斯的后裔,又是他们自己的领袖。

§23

διαφυγόντες δʼ οἱ παῖδες αὐτοῦ τοὺς κινδύνους ἱκέται κατέστησαν ταυτησὶ τῆς πόλεως, ἀξιοῦντες βοηθεῖν τῷ τεθνεῶτι καὶ τὴν χώραν διδόντες ἡμῖν. ἐπερόμενοι δὲ τὸν θεόν, κἀκείνου προστάξαντος δέχεσθαι ταῦτα καὶ τιμωρεῖν τοῖς ἠδικημένοις, ἐκπολιορκήσαντες Μεσσηνίους οὕτως ἐκτήσασθε τὴν χώραν.

他的诸子逃脱了险境,成为我们这座城邦的请愿者,请求为死者复仇,并将那片土地交付给我们。当你们向神明请示,且神明命令接受这些提议并为受屈者伸冤之后,你们围攻美塞尼亚人,便这般获得了那片土地。

§24

περὶ μὲν οὖν τῶν ἐξ ἀρχῆς ὑπαρξάντων ἡμῖν ἀκριβῶς μὲν οὐ διῆλθον (ὁ γὰρ παρὼν καιρὸς οὐκ ἐᾷ μυθολογεῖν, ἀλλʼ ἀναγκαῖον ἦν συντομώτερον ἢ σαφέστερον1 διαλεχθῆναι περὶ αὐτῶν), οὐ μὴν ἀλλὰ καὶ διὰ τούτων οἶμαι πᾶσι φανερὸν εἶναι διότι τὴν ὁμολογουμένην ἡμετέραν εἶναι χώραν οὐδὲν διαφερόντως κεκτημένοι τυγχάνομεν ἢ τὴν ἀμφισβητουμένην. ταύτην τε γὰρ οἰκοῦμεν δόντων μὲν Ἡρακλειδῶν, ἀνελόντος δὲ τοῦ θεοῦ, πολέμῳ δὲ κρατήσαντες τοὺς ἔχοντας· ἐκείνην τʼ ἐλάβομεν παρὰ τῶν αὐτῶν2 καὶ τὸν αὐτὸν τρόπον καὶ ταῖς μαντείαις χρησάμενοι ταῖς αὐταῖς.

关于当初属于我们的渊源,我并未逐一详述(因为眼下的形势不容许长篇讲古,而是必须以简略而非彻底详尽的方式加以论述);尽管如此,我认为即便是通过这些,对所有人来说也已昭然若揭:对于公认属于我们的土地,我们的持有方式与那片有争议的土地毫无二致。因为我们之所以居住在前者,是由于赫拉克勒斯后裔的赠与、神谕的昭示以及通过战争征服了原先的占有者;而我们获得后者,也是来自同一批人、以同样的方式、依循同样的那些神谕。

§25

εἰ μὲν οὖν οὕτως ἔχομεν ὥστε μηδὲ περὶ ἑνὸς ἀντιλέγειν, μηδʼ ἐὰν αὐτὴν τὴν Σπάρτην ἐκλιπεῖν προστάττωσιν ἡμῖν, περίεργόν ἐστιν ὑπὲρ Μεσσήνης σπουδάζειν· εἰ δὲ μηδεὶς ἂν ὑμῶν ἀξιώσειε ζῆν ἀποστερούμενος τῆς πατρίδος, προσήκει καὶ περὶ ἐκείνης τὴν αὐτὴν ὑμᾶς γνώμην ἔχειν. τὰ γὰρ αὐτὰ δικαιώματα καὶ τοὺς αὐτοὺς λόγους περὶ ἀμφοτέρων αὐτῶν ἔχομεν εἰπεῖν.

因此,如果我们心甘情愿到了连一件事也不反驳的地步,哪怕他们命令我们放弃斯巴达本身我们也顺从,那么为美塞尼亚操心便是多余的;但如果你们当中没有一个人肯忍气吞声、在失去祖国的情况下苟活,那么你们对于那片土地也理当抱有同样的决心。因为对于这两者,我们能够提出完全相同的法理依据与相同的论辩。

§26

ἀλλὰ μὴν οὐδʼ ἐκεῖνʼ ὑμᾶς λέληθεν, ὅτι τὰς κτήσεις καὶ τὰς ἰδίας καὶ τὰς κοινάς, ἂν ἐπιγένηται πολὺς χρόνος, κυρίας καὶ πατρῴας ἅπαντες εἶναι νομίζουσιν. ἡμεῖς τοίνυν Μεσσήνην εἵλομεν πρὶν Πέρσας λαβεῖν τὴν βασιλείαν καὶ κρατῆσαι τῆς ἠπείρου, καὶ πρὶν οἰκισθῆναί τινας τῶν πόλεων τῶν Ἑλληνίδων.

况且你们也不会忽视这一点:无论是私人财产还是公共财产,只要经历了漫长的岁月,所有人都认为它们是合法有效且承袭自祖先的。而我们占取美塞尼亚,乃是在波斯人夺取王位并统治这片大陆之前,也是在某些希腊城邦建立之前。

§27

καὶ τούτων ἡμῖν ὑπαρχόντων τῷ μὲν βαρβάρῳ τὴν Ἀσίαν ὡς πατρῴαν οὖσαν ἀποδιδόασιν, ὃς οὔπω διακόσιʼ ἔτη κατέσχηκε τὴν ἀρχήν, ἡμᾶς δὲ Μεσσήνην ἀποστεροῦσιν, οἳ πλέον διπλάσιον χρόνον ἢ τοσοῦτον3 τυγχάνομεν ἔχοντες αὐτήν· καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς ἐχθὲς καὶ πρώην ἀναστάτους πεποιήκασι, ταύτην δὲ διὰ τετρακοσίων ἐτῶν μέλλουσι κατοικίζειν, ἀμφότερα παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας πράττοντες.

尽管我们握有这些依据,他们却将亚洲作为祖传之地奉还给异族人——此人把持政权尚不足两百年,却剥夺了我们对美塞尼亚的占有,而我们拥有它的时间已两倍于此以上;并且他们前几天才将忒斯庇埃和普拉提亚摧毁夷平,如今却打算在四百年后重建美塞尼亚,这两件事都是违背誓言与盟约而行的。

§28

καὶ εἰ μὲν τοὺς ὡς ἀληθῶς Μεσσηνίους κατῆγον, ἠδίκουν μὲν ἄν, ὅμως δʼ εὐλογωτέρως ἂν εἰς ἡμᾶς ἐξημάρτανον· νῦν δὲ τοὺς Εἵλωτας ὁμόρους ἡμῖν παρακατοικίζουσιν, ὥστε μὴ τοῦτʼ εἶναι χαλεπώτατον, εἰ τῆς χώρας στερησόμεθα παρὰ τὸ4 ἀλλʼ εἰ τοὺς δούλους τοὺς ἡμετέρους ἐποψόμεθα κυρίους αὐτῆς ὄντας.

如果他们迎回的是真正意义上的美塞尼亚人,固然是不义之举,但对我方的侵害尚还显得更有说辞;然而如今他们却把黑劳士安置在我们身旁作邻居,以致最令人难堪的不在于我们不公地被剥夺领土,而在于我们将亲眼目睹自己的奴隶成为那里的主人。

§29

ἔτι τοίνυν ἐκ τῶν ἐχομένων γνώσεσθε σαφέστερον ὅτι καὶ νῦν δεινὰ πάσχομεν καὶ τότε Μεσσήνην εἴχομεν δικαίως. πολλῶν γὰρ κινδύνων ἡμῖν γεγενημένων ἤδη ποτὲ ποιήσασθαι τὴν εἰρήνην ἠναγκάσθημεν πολὺ χεῖρον πράττοντες τῶν πολεμίων· ἀλλʼ ὅμως ἐν τοιούτοις καιροῖς γιγνομένων τῶν συνθηκῶν,

此外,从接下来的史实中你们将更清楚地认识到,我们如今所遭受的是莫大的冤屈,而当时我们拥有美塞尼亚乃是名正言顺的。因为曾经在经历多次危难之时,我们在处境远逊于敌人的情况下被迫缔结和约;然而,尽管盟约是在那样的危局之中达成的,

语法注4 条
  1. 24συντομώτερον ἢ σαφέστερον

    “比较级 + ἤ + 比较级”的并列结构,用于两个性质或状态之间的权衡取舍,意为“与其说详尽透彻,不如说简明扼要”。

  2. 24ταύτην τε γὰρ οἰκοῦμεν δόντων μὲν Ἡρακλειδῶν, ἀνελόντος δὲ τοῦ θεοῦ, πολέμῳ δὲ κρατήσαντες τοὺς ἔχοντας· ἐκείνην τʼ ἐλάβομεν παρὰ τῶν αὐτῶν

    指示代词 ταύτην 指前文提及的“公认属于我们的领土(斯巴达)”,而 ἐκείνην 指“有争议的领土(美塞尼亚)”。句法上,前半句将表示获得背景的属格独立结构(δόντων..., ἀνελόντος...)与修饰主语的主格分词(κρατήσαντες)交替并列。

  3. 27πλέον διπλάσιον χρόνον ἢ τοσοῦτον

    意为“两倍于此以上的时间”。πλέον 作副词修饰 διπλάσιον,指超过前文所述波斯统治亚洲“不足两百年”(τοσοῦτον)之两倍以上的时间(即四百年有余)。

  4. 28παρὰ τὸ

    手抄本在此处紧随 παρὰ τὸ 之后疑似存在字词脱落(如 δίκαιον),依据上下文补足理解为“违背正义”或“不公地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:20-29