← 伊索克拉底

阿基达马斯

§10-19

拒绝放弃美塞尼亚与赫拉克勒斯后裔的继承权

演说者强烈抨击盟友要求放弃美塞尼亚以媾和的提议,主张宁可独自作战以赢取更高荣耀,并追溯赫拉克勒斯后裔合法获得阿耳戈斯、拉栖代梦和美塞尼亚的历史与神话法理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

εἰ δὲ φοβηθέντες τοὺς ἐπιόντας κινδύνους προησόμεθά τι τῶν ἡμετέρων αὐτῶν, βεβαιώσομεν τὰς Θηβαίων ἀλαζονείας καὶ πολὺ σεμνότερον τρόπαιον τοῦ περὶ Λεῦκτρα καὶ φανερώτερον στήσομεν καθʼ ἡμῶν αὐτῶν· τὸ μὲν γὰρ ἀτυχίας, τὸ δὲ τῆς ἡμετέρας διανοίας ἔσται γεγενημένον.1 μηδεὶς οὖν ὑμᾶς πείσῃ τοιαύταις αἰσχύναις τὴν πόλιν περιβαλεῖν.

然而,如果我们出于对迫在眉睫的危险的恐惧而放弃我们自己的任何财产,我们就将证实底比斯人的狂妄自大,并针对我们自己树立起一座远比在留克特拉那座更壮观、更显著的胜利纪念碑;因为前者是由于不幸而造成的,而后者将是由我们自己的意念所致。因此,绝不要让任何人说服你们使城邦蒙受如此的耻辱。

§11

καίτοι λίαν προθύμως οἱ σύμμαχοι συμβεβουλεύκασιν ὑμῖν ὡς χρὴ Μεσσήνην ἀφέντας ποιήσασθαι τὴν εἰρήνην. οἷς ὑμεῖς δικαίως ἂν ὀργίζοισθε πολὺ μᾶλλον ἢ τοῖς ἐξ ἀρχῆς ἀποστᾶσιν ἡμῶν. ἐκεῖνοι μὲν γὰρ ἀφέμενοι τῆς ἡμετέρας φιλίας τὰς αὑτῶν πόλεις ἀπώλεσαν, εἰς στάσεις καὶ σφαγὰς καὶ πολιτείας πονηρὰς ἐμβαλόντες, οὗτοι δʼ ἡμᾶς ἥκουσι κακῶς ποιήσοντες·

然而,盟友们却极其热切地建议你们,应当放弃美塞尼亚以缔结和约。你们对他们理当比对当初背叛我们的那些人感到更加愤怒。因为后者抛弃了与我们的友谊,因陷入内讧、屠杀和恶劣的政体而毁灭了自己的城邦;而前者却是冲着加害我们而来的。

§12

τὴν γὰρ δόξαν, ἣν ἡμῖν οἱ πρόγονοι μετὰ πολλῶν κινδύνων ἐν ἑπτακοσίοις ἔτεσι κτησάμενοι κατέλιπον, ταύτην ἐν ὀλίγῳ χρόνῳ πείθουσιν ἡμᾶς ἀποβαλεῖν, ἧς οὔτʼ ἀπρεπεστέραν τῇ Λακεδαίμονι συμφορὰν οὔτε δεινοτέραν οὐδέποτʼ ἂν εὑρεῖν ἠδυνήθησαν.

因为我们的祖先历经诸多危险在七百年间赢得并留给我们的荣耀,这些人却在劝说我们在短时间内予以抛弃;对于拉栖代梦而言,他们绝不可能找到比这更不体面、更可怕的灾难了。

§13

εἰς τοῦτο δʼ ἥκουσι πλεονεξίας καὶ τοσαύτην ἡμῶν κατεγνώκασιν ἀνανδρίαν, ὥστε πολλάκις ἡμᾶς ἀξιώσαντες ὑπὲρ τῆς αὑτῶν πολεμεῖν, ὑπὲρ Μεσσήνης οὐκ οἴονται δεῖν κινδυνεύειν, ἀλλʼ ἵνʼ αὐτοὶ τὴν σφετέραν αὐτῶν ἀσφαλῶς καρπῶνται, πειρῶνται διδάσκειν ἡμᾶς ὡς χρὴ τοῖς ἐχθροῖς τῆς ἡμετέρας παραχωρῆσαι, καὶ πρὸς τοῖς ἄλλοις ἐπαπειλοῦσιν ὡς εἰ μὴ ταῦτα συγχωρήσομεν ποιησόμενοι τὴν εἰρήνην κατὰ σφᾶς αὐτούς.2

他们竟然贪婪到了如此地步,并判定我们是如此懦弱,以致于他们虽然屡次要求我们为了他们的领土而战,却认为没有必要为了美塞尼亚承担风险;相反,为了使他们自己能够安全地享用自己的土地,他们竟试图教导我们应当将我们的领土让给敌人,除此以外,他们还威胁说,如果我们不同意这些条件,他们就将自行媾和。

§14

ἐγὼ δʼ οὐ τοσούτῳ χαλεπώτερον ἡγοῦμαι τὸν κίνδυνον ἡμῖν ἔσεσθαι τὸν ἄνευ τούτων, ὅσῳ καλλίω3 καὶ λαμπρότερον καὶ παρὰ πᾶσιν ἀνθρώποις ὀνομαστότερον· τὸ γὰρ μὴ διʼ ἑτέρων ἀλλὰ διʼ ἡμῶν αὐτῶν πειρᾶσθαι σώζεσθαι καὶ περιγενέσθαι τῶν ἐχθρῶν ὁμολογούμενον τοῖς ἄλλοις τοῖς τῆς πόλεως ἔργοις ἐστίν.

然而我并不认为,失去他们给我们在危险上带来的艰难程度,会比它在全人类面前显得更加崇高、更加光彩、更加名扬四海的程度更为显著;因为不依靠他人而是依靠我们自身来寻求自救并战胜敌人,乃是与我们城邦的其他功绩完全相符的。

§15

οὐδὲ πώποτε δὲ λόγους ἀγαπήσας, ἀλλʼ ἀεὶ νομίζων τοὺς περὶ τοῦτο διατρίβοντας ἀργοτέρους εἶναι πρὸς τὰς πράξεις, νῦν οὐδὲν ἂν περὶ πλείονος ποιησαίμην ἢ δυνηθῆναι περὶ τῶν προκειμένων ὡς βούλομαι διελθεῖν· ἐν γὰρ τῷ παρόντι διὰ τούτων ἐλπίζω μεγίστων ἀγαθῶν αἴτιος ἂν γενέσθαι τῇ πόλει.

我向来不偏爱辞令,而总是认为那些把时间耗费在此类事情上的人在行动上较为迟钝,但如今我把任何事情看得都不及能如我所愿地详述摆在我们面前的议题更为重要;因为在当前形势下,我期望通过这些言辞能为城邦带来最大的福祉。

§16

πρῶτον μὲν οὖν οἶμαι δεῖν διαλεχθῆναι πρὸς ὑμᾶς ὃν τρόπον ἐκτησάμεθα Μεσσήνην καὶ διʼ ἃς αἰτίας ἐν Πελοποννήσῳ κατῳκήσατε Δωριεῖς τὸ παλαιὸν ὄντες. διὰ τοῦτο δὲ προλήψομαι πορρωτέρωθεν, ἵνʼ ἐπίστησθε ὅτι ταύτην ὑμᾶς τὴν χώραν ἐπιχειροῦσιν ἀποστερεῖν, ἣν ὑμεῖς οὐδὲν ἧττον ἢ τὴν ἄλλην Λακεδαίμονα κέκτησθε δικαίως.

首先,我认为有必要向你们陈述我们是以何种方式获得美塞尼亚的,以及自古身为多利安人的你们是出于什么原因在伯罗奔尼撒定居的。为此我将从更早的渊源说起,以便你们知晓,他们企图夺走你们的这片土地,乃是你们如同拉栖代梦其余土地一样名正言顺拥有的。

§17

ἐπειδὴ γὰρ Ἡρακλῆς μετήλλαξε τὸν βίον θεὸς ἐκ θνητοῦ γενόμενος, κατὰ μὲν ἀρχὰς οἱ παῖδες αὐτοῦ διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἐν πολλοῖς πλάνοις καὶ κινδύνοις ἦσαν, τελευτήσαντος δʼ Εὐρυσθέως κατῴκησαν ἐν Δωριεῦσιν. ἐπὶ δὲ τρίτης γενεᾶς ἀφίκοντο εἰς Δελφούς, χρήσασθαι τῷ μαντείῳ περί τινων βουληθέντες. ὁ δὲ θεὸς περὶ μὲν ὧν ἐπηρώτησαν οὐκ ἀνεῖλεν, ἐκέλευσε δʼ αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἰέναι χώραν.

因为当赫拉克勒斯从凡人化为神明而离开人世之后,起初他的儿子们由于敌人的势力而历经诸多漂泊与危险,但在欧律斯透斯死后,他们定居在多利安人之中。到了第三代,他们来到德尔斐,希望就某些事项求问神谕。神明对于他们所询问的事并未作答,而是命令他们前往祖传的土地。

§18

σκοπούμενοι δὲ τὴν μαντείαν, εὕρισκον Ἄργος μὲν κατʼ ἀγχιστείαν αὑτῶν γιγνόμενον4 (Εὐρυσθέως γὰρ ἀποθανόντος μόνοι Περσειδῶν ἦσαν καταλελειμμένοι), Λακεδαίμονα δὲ κατὰ δόσιν (ἐκβληθεὶς γὰρ Τυνδάρεως ἐκ τῆς ἀρχῆς, ἐπειδὴ Κάστωρ καὶ Πολυδεύκης ἐξ ἀνθρώπων ἠφανίσθησαν, καταγαγόντος αὐτὸν Ἡρακλέους δίδωσιν αὐτῷ τὴν χώραν διά τε τὴν εὐεργεσίαν ταύτην καὶ διὰ τὴν συγγένειαν τὴν πρὸς τοὺς παῖδας), Μεσσήνην δὲ δοριάλωτον ληφθεῖσαν (συληθεὶς γὰρ Ἡρακλῆς τὰς βοῦς τὰς ἐκ τῆς Ἐρυθείας ὑπὸ Νηλέως καὶ τῶν παίδων, πλὴν ὑπὸ Νέστορος, λαβὼν αὐτὴν αἰχμάλωτον τοὺς μὲν ἀδικήσαντας ἀπέκτεινεν, Νέστορι δὲ παρακατατίθεται τὴν πόλιν, νομίσας αὐτὸν εὖ φρονεῖν ὅτι νεώτατος ὢν οὐ συνεξήμαρτε τοῖς ἀδελφοῖς).

在推敲神谕之际,他们发现阿耳戈斯依照宗族亲权属于他们(因为欧律斯透斯死后,珀耳修斯的后裔中唯有他们遗留下来),拉栖代梦依照赠与属于他们(因为廷达瑞俄斯在卡斯托耳和波吕丢刻斯从人间消失后被逐出王位,当赫拉克勒斯帮他复位后,廷达瑞俄斯出于这份恩德以及赫拉克勒斯与其子嗣的亲缘关系,便将这片土地赠与了他),而美塞尼亚则是以枪矛夺取的战利品(因为赫拉克勒斯从厄律忒亚带回的牛群遭到涅琉斯及其诸子的抢掠——唯独涅斯托耳除外——赫拉克勒斯便俘获了该城,诛杀了作恶者,并将城邦托付给涅斯托耳,认为他是明智的,因为他年纪最轻,并未与他的兄弟们一同犯下罪行)。

语法注4 条
  1. 10τὸ μὲν γὰρ ἀτυχίας, τὸ δὲ τῆς ἡμετέρας διανοίας ἔσται γεγενημένον

    τὸ μέν(留克特拉的纪念碑)与 τὸ δέ(如今将立起的纪念碑)为主语,属格 ἀτυχίας 与 τῆς ἡμετέρας διανοίας 用作表语性属格,表示原因或属性(“是由……导致的/出于……”)。述谓部分使用迂回完成将来时 ἔσται γεγενημένον,强调妥协所带来的不可逆的既成事实状态。

  2. 13ἐπαπειλοῦσιν ὡς εἰ μὴ ταῦτα συγχωρήσομεν ποιησόμενοι τὴν εἰρήνην κατὰ σφᾶς αὐτούς

    在引导间接引语的 ὡς 内部,未来分词 ποιησόμενοι 未带限定动词系词。这是 ὡς 接分词表示主观声明/意图的句式与条件从句(εἰ μὴ... συγχωρήσομεν)结论部相融合的破格语法(句法脱节),意为“他们威胁道,如果我们不让步,他们将自行缔结和约”。

  3. 14οὐ τοσούτῳ χαλεπώτερον ἡγοῦμαι τὸν κίνδυνον ἡμῖν ἔσεσθαι τὸν ἄνευ τούτων, ὅσῳ καλλίω

    使用表示差异程度的与格关联词 τοσούτῳ... ὅσῳ 构成的比较句式。字面意为“我不认为失去他们而面临的危险,其艰难增加的程度会比其显得更加崇高……的程度更大”,意即危险的增加远远比不上由此赢得的崇高与荣耀。

  4. 18Ἄργος μὲν κατʼ ἀγχιστείαν αὑτῶν γιγνόμενον

    由动词 εὕρισκον 统辖的宾语补足分词结构,并与后文的 Λακεδαίμονα δὲ [省略 γιγνομένην] 及 Μεσσήνην δὲ... ληφθεῖσαν 形成排比。αὑτῶν 为所有格属格,与介词短语 κατʼ ἀγχιστείαν(依据近亲宗族权)连用,表示“阿耳戈斯成为属于他们的财产”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:10-19