- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg016.humanitext-grc2:1-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以危机空前严重和爱国职责为由,为自己年轻却挺身发言辩护,力主不可向底比斯人的要求屈服。
ἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν ἡλικιωτῶν,1 τοσαύτην πεποίημαι τὴν μεταβολὴν ὥστε περὶ ὧν ὀκνοῦσιν οἱ πρεσβύτεροι λέγειν, περὶ τούτων νεώτερος ὢν παρελήλυθα συμβουλεύσων.
也许你们当中有些人感到惊奇,因为我以往一直如我同龄人中最恪守者一样遵守城邦的法俗,如今却做出了如此巨大的转变,以致在年长者尚且犹豫不决不愿发言的事情上,我却以年轻之躯走上前来建言献策。
ἐγὼ δʼ, εἰ μέν τις τῶν εἰθισμένων ἐν ὑμῖν ἀγορεύειν ἀξίως ἦν τῆς πόλεως εἰρηκώς, πολλὴν ἂν ἡσυχίαν ἦγον· νῦν δʼ ὁρῶν τοὺς μὲν συναγορεύοντας οἷς οἱ πολέμιοι προστάττουσι, τοὺς δʼ οὐκ ἐρρωμένως ἐναντιουμένους, τοὺς δὲ παντάπασιν ἀποσεσιωπηκότας, ἀνέστην ἀποφανούμενος ἃ γιγνώσκω περὶ τούτων, αἰσχρὸν νομίσας, εἰ τὴν ἰδίαν τοῦ βίου τάξιν διαφυλάττων περιόψομαι τὴν πόλιν ἀνάξια ψηφισαμένην ἑαυτῆς.2
至于我,如果在你们面前惯于发表演说的人当中,有谁说出了配得上城邦的话,我本会保持长久的沉默;但如今,我看到有些人赞同敌人所下达的命令,有些人反对得软弱无力,而有些人则完全缄默不言,我便站起身来,准备就这些事情表明自己的见解;因为我认为,若为了维护自己私生活的秩序而坐视城邦通过不配自身的决议,那将是可耻的。
ἡγοῦμαι δʼ, εἰ καὶ περὶ τῶν ἄλλων πρέπει τοὺς τηλικούτους σιωπᾶν, περί γε τοῦ πολεμεῖν ἢ μὴ προσήκειν τούτους μάλιστα συμβουλεύειν, οἵπερ καὶ τῶν κινδύνων πλεῖστον μέρος μεθέξουσιν, ἄλλως τε δὴ καὶ τοῦ γνῶναί τι τῶν δεόντων ἐν κοινῷ καθεστῶτος ἡμῖν.3
并且我认为,即使在其他事情上,我们这样年纪的人理当保持沉默,但关于是战是和的问题,最应当提供咨询的恰恰是那些将分担绝大部分危险的人,尤其是当辨别当务之急的能力是摆在我们所有人面前的共同课题之时。
εἰ μὲν γὰρ ἦν δεδειγμένον, ὥστε τοὺς μὲν πρεσβυτέρους περὶ ἁπάντων εἰδέναι τὸ βέλτιστον, τοὺς δὲ νεωτέρους μηδὲ περὶ ἑνὸς ὀρθῶς γιγνώσκειν, καλῶς ἂν εἶχεν ἀπείργειν ἡμᾶς τοῦ συμβουλεύειν· ἐπειδὴ δʼ οὐ τῷ πλήθει τῶν ἐτῶν πρὸς τὸ φρονεῖν εὖ διαφέρομεν ἀλλήλων, ἀλλὰ τῇ φύσει καὶ ταῖς ἐπιμελείαις, πῶς οὐκ ἀμφοτέρων χρὴ τῶν ἡλικιῶν πεῖραν λαμβάνειν, ἵνʼ ἐξ ἁπάντων ὑμῖν ἐξῇ τῶν ῥηθέντων ἑλέσθαι τὰ συμφορώτατα;
因为,如果事实已经证明,年长者在一切事情上都深知什么是最佳选择,而年轻人则对任何事情都无法做出正确的判断,那么禁止我们参与建言献策自然是合宜的;然而,我们在明智思考上彼此区分,并不在于岁数的多少,而在于天资与磨砺,既然如此,怎能不让这两个年龄段的人都接受检验,以便你们能够从一切被陈述的意见中选取最有利的呢?
θαυμάζω δʼ ὅσοι4 τριήρων μὲν ἡγεῖσθαι καὶ στρατοπέδων ἄρχειν ἀξιοῦσιν ἡμᾶς, ὑπὲρ ὧν μὴ καλῶς βουλευσάμενοι πολλαῖς ἂν συμφοραῖς καὶ μεγάλαις τὴν πόλιν περιβάλοιμεν, εἰπεῖν δʼ ἃ γιγνώσκομεν περὶ ὧν ὑμεῖς μέλλετε κρίνειν οὐκ οἴονται δεῖν ἡμᾶς, ἐν οἷς κατορθώσαντες μὲν ἅπαντας ὑμᾶς ὠφελήσομεν, διαμαρτόντες δὲ τῆς ὑμετέρας γνώμης αὐτοὶ μὲν ἴσως φαυλότεροι δόξομεν εἶναι, τὸ δὲ κοινὸν οὐδὲν ἂν ζημιώσαιμεν.
我也对那些认为我们配得上统领三列桨座战船和统率军队的人感到惊异——在这些事情上,我们若谋划不周,就会使城邦陷入许多巨大的灾祸之中——然而他们却认为,对于你们将要决断的事情,我们不应当陈述自己的见解;在这些事情上,我们若成功了就会造福于你们所有人,而即便没有切合你们的想法,我们自身或许只会被认为有所欠缺,却绝不会给公共利益带来任何损害。
οὐ μὴν ὡς ἐπιθυμῶν τοῦ λέγειν, οὐδʼ ὡς ἄλλως πως παρεσκευασμένος ζῆν ἢ τὸν παρελθόντα χρόνον, οὕτως εἴρηκα περὶ τούτων, ἀλλὰ βουλόμενος ὑμᾶς προτρέψαι μηδεμίαν ἀποδοκιμάζειν τῶν ἡλικιῶν, ἀλλʼ ἐν ἁπάσαις ζητεῖν εἴ τίς τι δύναται περὶ τῶν παρόντων πραγμάτων εἰπεῖν ἀγαθόν·
我谈论这些事情,决不是出于想发表言说的欲望,也不是准备以不同于过去的方式生活,而是希望劝勉你们不要摒弃任何一个年龄段,而是在所有年龄段中探寻是否有人能针对当前的局势提出良策。
ὡς ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, οὐδεὶς οὔτε κίνδυνος οὔτε πόλεμος περὶ τοσούτων τὸ μέγεθος ἡμῖν γέγονε, περὶ ὅσων νυνὶ βουλευσόμενοι συνεληλύθαμεν. πρότερον μὲν γὰρ ὑπὲρ τοῦ τῶν ἄλλων ἄρχειν ἠγωνιζόμεθα, νῦν δʼ ὑπὲρ τοῦ μὴ ποιεῖν αὐτοὶ τὸ προσταττόμενον· ὃ σημεῖον ἐλευθερίας ἐστίν, ὑπὲρ ἧς οὐδὲν ὅ τι τῶν δεινῶν οὐχ ὑπομενετέον,5 οὐ μόνον ἡμῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς μὴ λίαν ἀνάνδρως διακειμένοις ἀλλὰ καὶ κατὰ μικρὸν ἀρετῆς ἀντιποιουμένοις.
因为自我们居住在这座城邦以来,从没有任何危险或战争所关涉的规模,有如我们今日聚此商议之事这般重大。从前我们是为了统治他人而奋斗,如今我们却是为了自身不做被命令之事而奋斗;这是自由的象征,为了自由,不仅是我们,凡非过于懦弱而多少自负具有美德的其他所有人,都必须忍受任何可怕的事物。
ἐγὼ μὲν οὖν, εἰ δεῖ τοὐμὸν ἴδιον εἰπεῖν, ἑλοίμην ἂν ἀποθανεῖν ἤδη μὴ ποιήσας τὸ προσταττόμενον μᾶλλον ἢ πολλαπλάσιον χρόνον ζῆν τοῦ τεταγμένου ψηφισάμενος ἃ Θηβαῖοι κελεύουσιν· αἰσχυνοίμην γὰρ ἄν, εἰ γεγονὼς μὲν ἀφʼ Ἡρακλέους, τοῦ δὲ πατρὸς βασιλεύοντος, αὐτὸς δʼ ἐπίδοξος ὢν τυχεῖν τῆς τιμῆς ταύτης, περιίδοιμι, καθʼ ὅσον ἐστὶν ἐπʼ ἐμοί, τὴν χώραν ἣν ἡμῖν οἱ πατέρες κατέλιπον, ταύτην τοὺς οἰκέτας τοὺς ἡμετέρους ἔχοντας.6
因此,如果可以说出我个人的心声,我宁愿在不执行命令的情况下立即死去,也不愿通过表决赞同底比斯人的要求而活上既定寿命的数倍岁月;因为我若出身于赫拉克勒斯的后裔,父亲身居王位,自己也有望获得这一殊荣,却在我力所能及的范围内,坐视我们父辈留给我们的土地被我们自己的奴仆所占有,我必将感到羞耻。
ἀξιῶ δὲ καὶ ὑμᾶς τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχειν, ἐνθυμηθέντας ὅτι μέχρι μὲν ταυτησὶ τῆς ἡμέρας δεδυστυχηκέναι δοκοῦμεν ἐν τῇ μάχῃ τῇ πρὸς Θηβαίους, καὶ τοῖς μὲν σώμασι κρατηθῆναι διὰ τὸν οὐκ ὀρθῶς ἡγησάμενον, τὰς δὲ ψυχὰς ἔτι καὶ νῦν ἀηττήτους ἔχειν,
我也要求你们抱持与我相同的见解,牢记直到今天,人们认为我们虽然在对底比斯人的战斗中遭遇了不幸,且因指挥不当的人而在肉体上被击败,但直至如今仍保持着未被征服的精神,
- 1ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν ἡλικιωτῶν
由 ὡς 与插入语 οὐκ οἶδʼ εἴ τις(字面为“我不知是否有人”)构成的习用表达,表示强调性的最高级比较,意为“如我同龄人中最……一样/不亚于同龄人中的任何人”。
- 2περιόψομαι τὴν πόλιν ἀνάξια ψηφισαμένην ἑαυτῆς
动词 περιοράω 惯常接续分词作补足语,表示“坐视/容忍某事发生”;此处将来时直陈语气 περιόψομαι 支配带宾格主语 τὴν πόλιν 的分词 ψηφισαμένην(“坐视城邦通过决议”)。
- 3τοῦ γνῶναί τι τῶν δεόντων ἐν κοινῷ καθεστῶτος ἡμῖν
这是一个属格绝对独立结构,其中冠词加不定式短语 τοῦ γνῶναί τι τῶν δεόντων 用作逻辑主语,与中性单数属格分词 καθεστῶτος 相呼应(“由于辨别当务之急的能力是摆在我们所有人面前的共同课题”)。
- 5θαυμάζω δʼ ὅσοι
关系代词 ὅσοι 包含了先行词(相当于 τούτους ὅσοι),整体充当 θαυμάζω 的直接宾语(“我对所有那些……的人感到惊异”)。
- 7οὐδὲν ὅ τι τῶν δεινῶν οὐχ ὑπομενετέον
由双重否定构成的强烈肯定习语 οὐδὲν ὅ τι οὐ(字面为“无一事物不……”)与表示必然性的动词性形容词 ὑπομενετέον 结合,意为“任何可怕之事都必须忍受”。
- 8τὴν χώραν ἣν ἡμῖν οἱ πατέρες κατέλιπον, ταύτην τοὺς οἰκέτας τοὺς ἡμετέρους ἔχοντας
这是一种复指照应结构:先行词 τὴν χώραν 被关系从句 ἣν ἡμῖν οἱ πατέρες κατέλιπον 分隔后,由指示代词 ταύτην 重新引出,作为依赖于 περιίδοιμι 的补足分词 ἔχοντας 的宾语。
