- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:98-106
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底基于雅典在以往战争中的重大牺牲与决定性战功确立其领导权的合法性,驳斥了对其帝国统治残酷的指责,并主张雅典建立的民主体制为各盟邦带来了长达七十年的繁荣、和平与自由。
ἃ δʼ ἐστὶν ἴδια καὶ τῆς ἡγεμονίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δʼ ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτʼ ἦν ἀκέραιος, ὥστʼ ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, οὐδεὶς δὲ πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅς τις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γενέσθαι.
至于那些属于我们城邦所独有、配得上领袖地位且与前述内容完全一致的作为,将它们阐明乃是我的职责。因为我们的城邦在完好无损之时是如此出类拔萃,以至于即便在惨遭摧毁之后,为捍卫全希腊的存亡而投入决战的三列桨座战船,竟比参与海战的其他所有人加起来还要多;而且没有人会对我们怀有如此深重的敌意,以至于不愿承认我们是通过那场海战赢得了战争,而促成这场〔海战〕的正是我们的城邦。
καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι1 τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστʼ εὐδοκιμήσαντας, καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας, οὐ τοὺς τὴν αὑτῶν ἐκλιπόντας ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας, καὶ τό τε παλαιὸν οἰκιστὰς τῶν πλείστων πόλεων γενομένους, καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δʼ οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἐν ταῖς τιμαῖς ἔλαττον ἔχειν ἀξιωθεῖμεν, καὶ τότε προταχθέντες ὑπὲρ ἁπάντων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθεῖμεν;
话又说回来,当对异族人的远征即将举行之际,究竟应当由谁来掌握领导权呢?难道不该是那些在前次战争中享有最高威望、屡次独力身先士卒冒死犯难、并在共同的战斗中被认为理当荣膺首功的人吗?难道不该是那些为了保全其余希腊人而舍弃自己的家园、自古以来作为最多城邦的缔造者、此后又将它们从最惨烈的灾难中拯救出来的人吗?如果我们分担了最大份额的苦难,却被认为只配在荣誉中分得较少的一份,当年为所有人挺身在前,如今却被迫亦步亦趋听命于他人,我们岂不是遭受了莫大的不公吗?
μέχρι μὲν οὖν τούτων οἶδʼ ὅτι πάντες ἂν ὁμολογήσειαν πλείστων ἀγαθῶν τὴν πόλιν τὴν ἡμετέραν αἰτίαν γεγενῆσθαι, καὶ δικαίως ἂν αὐτῆς τὴν ἡγεμονίαν εἶναι· μετὰ δὲ ταῦτʼ ἤδη τινὲς ἡμῶν κατηγοροῦσιν, ὡς ἐπειδὴ τὴν ἀρχὴν τῆς θαλάττης παρελάβομεν, πολλῶν κακῶν αἴτιοι τοῖς Ἕλλησι κατέστημεν, καὶ τόν τε Μηλίων ἀνδραποδισμὸν καὶ τὸν Σκιωναίων ὄλεθρον ἐν τούτοις τοῖς λόγοις ἡμῖν προφέρουσιν.
至此为止,我知道众人都会一致承认,我们城邦乃是带来最多福祉的源头,领袖地位本应正当地归其所有。然而在此之后,已有人开始指责我们,声称自我们接掌海上霸权以来,便成了希腊人诸多祸患的罪魁祸首;在这些言论中,他们将米洛斯人的沦为奴隶和斯基奥内人的惨遭毁灭拿来当面责难我们。
ἐγὼ δʼ ἡγοῦμαι πρῶτον μὲν οὐδὲν εἶναι τοῦτο σημεῖον ὡς κακῶς ἤρχομεν, εἴ τινες τῶν πολεμησάντων ἡμῖν σφόδρα φαίνονται κολασθέντες, ἀλλὰ πολὺ τόδε μεῖζον τεκμήριον ὡς καλῶς διῳκοῦμεν τὰ τῶν συμμάχων, ὅτι τῶν πόλεων τῶν ὑφʼ ἡμῖν οὐσῶν οὐδεμία ταύταις ταῖς συμφοραῖς περιέπεσεν.
但我首先认为,即使对我们作战的某些势力显然遭受了极其严厉的惩罚,这也绝非我们统治不善的表征;恰恰相反,以下这一点乃是证明我们将盟邦事务管理得当的大得多的明证:在我们治下的那些城邦中,竟无一座落入这般的浩劫。
ἔπειτʼ εἰ μὲν ἄλλοι τινὲς τῶν αὐτῶν πραγμάτων πραότερον ἐπεμελήθησαν, εἰκότως ἂν ἡμῖν ἐπιτιμῷεν· εἰ δὲ μήτε τοῦτο γέγονε μήθʼ οἷόν τʼ ἐστὶ τοσούτων πόλεων τὸ πλῆθος κρατεῖν, ἤν μή τις κολάζῃ τοὺς ἐξαμαρτάνοντας, πῶς οὐκ ἤδη δίκαιόν ἐστιν ἡμᾶς ἐπαινεῖν, οἵ τινες ἐλαχίστοις χαλεπήναντες πλεῖστον χρόνον τὴν ἀρχὴν κατασχεῖν ἠδυνήθημεν;
其次,倘若另有他人曾以更温和的手段治理过同样的局面,他们理所当然可以责难我们;但既然这种事从未发生过,而且若不惩办那些违法违纪之徒,根本不可能掌控如此众多的城邦,那么对于仅仅严厉惩处了极少数人、却能将霸业维系最长时间的我们,如今难道不应当公正地予以赞扬吗?
οἶμαι δὲ πᾶσι δοκεῖν τούτους κρατίστους προστάτας γενήσεσθαι τῶν Ἑλλήνων, ἐφʼ ὧν οἱ πειθαρχήσαντες ἄριστα τυγχάνουσι πράξαντες.2 ἐπὶ τοίνυν τῆς ἡμετέρας ἡγεμονίας εὑρήσομεν καὶ τοὺς οἴκους τοὺς ἰδίους πρὸς εὐδαιμονίαν πλεῖστον ἐπιδόντας καὶ τὰς πόλεις μεγίστας γενομένας.
此外,我认为众人都必定认同:凡是在其统治之下臣服者过得最好的,将会成为全希腊最优异的领袖。而在我们的领导权之下,我们将会发现,私人家业最走向富足昌盛,城邦亦发展得最为庞大雄伟。
οὐ γὰρ ἐφθονοῦμεν ταῖς αὐξανομέναις αὐτῶν, οὐδὲ ταραχὰς ἐνεποιοῦμεν πολιτείας ἐναντίας παρακαθιστάντες, ἵνʼ ἀλλήλοις μὲν στασιάζοιεν, ἡμᾶς δʼ ἀμφότεροι θεραπεύοιεν, ἀλλὰ τὴν τῶν συμμάχων ὁμόνοιαν κοινὴν ὠφέλειαν νομίζοντες τοῖς αὐτοῖς νόμοις ἁπάσας τὰς πόλεις διῳκοῦμεν, συμμαχικῶς ἀλλʼ οὐ δεσποτικῶς βουλευόμενοι περὶ αὐτῶν, ὅλων μὲν τῶν πραγμάτων ἐπιστατοῦντες, ἰδίᾳ δʼ ἑκάστους ἐλευθέρους ἐῶντες εἶναι, καὶ τῷ μὲν πλήθει βοηθοῦντες, ταῖς δὲ δυναστείαις πολεμοῦντες, δεινὸν ἡγούμενοι τοὺς πολλοὺς ὑπὸ τοῖς ὀλίγοις εἶναι, καὶ τοὺς ταῖς οὐσίαις ἐνδεεστέρους τὰ δʼ ἄλλα μηδὲν χείρους ὄντας ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἔτι δὲ κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν τοὺς δὲ μετοικεῖν, καὶ φύσει πολίτας ὄντας νόμῳ τῆς πολιτείας ἀποστερεῖσθαι.
因为我们从未嫉妒那些蓬勃发展的城邦,亦未曾扶植相互对立的政体来制造动乱,以便让它们彼此内耗纷争而双方都来讨好奉承我们;相反,我们将盟友的和睦视作共同的利益,以相同的法律治理所有的城邦,本着同盟之道而非专制统治之法来商讨它们的事务,虽总揽全盘大局,却容许各邦在内部事务上享有自由;我们扶持民众大众,与少数专权寡头抗争,盖因我们认为绝不合理的是:多数人受制于少数人,那些财产虽匮乏而在其他方面绝不逊色的人被剥夺担任官职的权利,更有甚者,在祖国本为所有人共有之时,一部分人却独揽暴政,另一部分人沦如寄居异客,本具天然公民身份的人竟遭法律剥夺其公民权利。
τοιαῦτʼ ἔχοντες ταῖς ὀλιγαρχίαις ἐπιτιμᾶν καὶ πλείω τούτων, τὴν αὐτὴν πολιτείαν ἥνπερ παρʼ ἡμῖν αὐτοῖς καὶ παρὰ τοῖς ἄλλοις κατεστήσαμεν, ἣν οὐκ οἶδʼ ὅ τι δεῖ διὰ μακροτέρων ἐπαινεῖν, ἄλλως τε καὶ συντόμως ἔχοντα δηλῶσαι περὶ αὐτῆς.3 μετὰ γὰρ ταύτης οἰκοῦντες ἑβδομήκοντʼ ἔτη διετέλεσαν ἄπειροι μὲν τυραννίδων, ἐλεύθεροι δὲ πρὸς τοὺς βαρβάρους, ἀστασίαστοι δὲ πρὸς σφᾶς αὐτούς, εἰρήνην δʼ ἄγοντες πρὸς πάντας ἀνθρώπους.
正是怀着对寡头政体的这些以及更多的指责,我们在其他各邦中建立起了与我们自身完全相同的政体;对于这一政体,我不知何须多费篇幅去赞美,尤其是既然完全能够简明扼要地予以阐明。因为生活在这一政体之下,他们整整七十年始终未遭僭主专制之苦,面对异族人保持自由,彼此之间绝无内乱,并与所有人类共享太平。
- 99μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι
独立属格结构。动词 μέλλω 接将来时不定式 ἔσεσθαι,在此充当时间或情境背景:“当对异族人的远征即将举行之际”。
- 103ἐφʼ ὧν οἱ πειθαρχήσαντες ἄριστα τυγχάνουσι πράξαντες
介词短语 ἐφʼ ὧν 中的 ἐπί 加属格表示时代或统治之下(“在谁的统治/领导之下”),先行词为 τούτους。关系从句中的 τυγχάνουσι πράξαντες 是 τυγχάνω 加补充分词结构,意为“实际过得最好/享受到最佳境遇”。
- 106ἄλλως τε καὶ συντόμως ἔχοντα δηλῶσαι περὶ αὐτῆς
在 ἄλλως τε καί(“尤其是因为”)之后,分词 ἔχοντα(与不定式 δηλῶσαι 构成 ἔχω + 不定式“能够……”的固定用法)为宾格,与话语中隐含的话者宾格(ἐμέ)相一致,表示补充理由:“尤其是既然完全能够简要予以阐明”。
