← 伊索克拉底

泛希腊盛会演说

§91-97

雅典人撤退萨拉米斯与海战决断

斯巴达人与雅典人出于争胜之心各自迎击波斯入侵;雅典人撤离家园退往萨拉米斯,毅然拒绝波斯王的利诱,并不惜孤军奋战,最终促使伯罗奔尼撒人共同参与了海战决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

ταῦτα δὲ ποιεῖν ἐτόλμων οὐχ οὕτω τῶν πολεμίων καταφρονοῦντες ὡς πρὸς ἀλλήλους ἀγωνιῶντες, Λακεδαιμόνιοι μὲν ζηλοῦντες τὴν πόλιν τῆς Μαραθῶνι μάχης,1 καὶ ζητοῦντες αὑτοὺς ἐξισῶσαι, καὶ δεδιότες μὴ δὶς ἐφεξῆς ἡ πόλις ἡμῶν αἰτία γένηται τοῖς Ἕλλησι τῆς σωτηρίας, οἱ δʼ ἡμέτεροι μάλιστα μὲν βουλόμενοι διαφυλάξαι τὴν παροῦσαν δόξαν, καὶ πᾶσι ποιῆσαι φανερὸν ὅτι καὶ τὸ πρότερον διʼ ἀρετὴν ἀλλʼ οὐ διὰ τύχην ἐνίκησαν, ἔπειτα καὶ προαγαγέσθαι τοὺς Ἕλληνας ἐπὶ τὸ διαναυμαχεῖν, ἐπιδείξαντες αὐτοῖς ὁμοίως ἐν τοῖς ναυτικοῖς κινδύνοις ὥσπερ ἐν τοῖς πεζοῖς τὴν ἀρετὴν τοῦ πλήθους περιγιγνομένην.

他们敢于做出这些壮举,倒非因蔑视敌军,而是出于彼此间的竞争:拉刻代蒙人因马拉松战役而嫉羡我们的城邦,力图使自己与我们并驾齐驱,并唯恐我们的城邦接连两次成为希腊人获救的救星;而我们的先辈则一心要捍卫现有的名声,向世人昭示先前的胜利亦是凭借美德而非出于侥幸,进而引领希腊人投入海战决战,向他们证明在海上的危难中,美德同样能如在陆战中一样战胜数量的优势。

§92

ἴσας δὲ τὰς τόλμας παρασχόντες οὐχ ὁμοίαις ἐχρήσαντο ταῖς τύχαις, ἀλλʼ οἱ μὲν διεφθάρησαν καὶ ταῖς ψυχαῖς νικῶντες τοῖς σώμασιν ἀπεῖπον (οὐ γὰρ δὴ τοῦτό γε θέμις εἰπεῖν, ὡς ἡττήθησαν· οὐδεὶς γὰρ αὐτῶν φυγεῖν ἠξίωσεν), οἱ δʼ ἡμέτεροι τὰς μὲν πρόπλους ἐνίκησαν, ἐπειδὴ δʼ ἤκουσαν τῆς παρόδου τοὺς πολεμίους κρατοῦντας, οἴκαδε καταπλεύσαντες οὕτως ἐβουλεύσαντο περὶ τῶν λοιπῶν, ὥστε πολλῶν καὶ καλῶν αὐτοῖς προειργασμένων ἐν τοῖς τελευταίοις τῶν κινδύνων ἔτι πλέον διήνεγκαν.

他们虽表现出同等的勇敢,却未遭遇相同的际遇:前者全军覆没,在精神上取得了胜利,肉体却力竭而亡(盖因断不可说他们被击败了,因为他们之中无一人肯屈辱逃生);而我们的先辈虽击溃了敌人的前锋舰队,但一听闻敌人已控制隘道,便航行返回故土,对后续事宜做出了周密的筹谋,以至于尽管此前已立下累累功勋,在最后的危难中更显卓越不凡。

§93

ἀθύμως γὰρ ἁπάντων τῶν συμμάχων διακειμένων, καὶ Πελοποννησίων μὲν διατειχιζόντων τὸν Ἰσθμὸν καὶ ζητούντων ἰδίαν αὑτοῖς σωτηρίαν, τῶν δʼ ἄλλων πόλεων ὑπὸ τοῖς βαρβάροις γεγενημένων καὶ συστρατευομένων ἐκείνοις, πλὴν εἴ τις διὰ μικρότητα παρημελήθη, προσπλεουσῶν δὲ τριήρων διακοσίων καὶ χιλίων καὶ πεζῆς στρατιᾶς ἀναριθμήτου μελλούσης εἰς τὴν Ἀττικὴν εἰσβάλλειν, οὐδεμιᾶς σωτηρίας αὐτοῖς ὑποφαινομένης, ἀλλʼ ἔρημοι συμμάχων γεγενημένοι καὶ τῶν ἐλπίδων ἁπασῶν διημαρτηκότες, ἐξὸν αὐτοῖς μὴ μόνον τοὺς παρόντας κινδύνους διαφυγεῖν2 ἀλλὰ καὶ τιμὰς ἐξαιρέτους λαβεῖν, ἃς αὐτοῖς ἐδίδου βασιλεὺς ἡγούμενος, εἰ τὸ τῆς πόλεως προσλάβοι ναυτικόν, παραχρῆμα καὶ Πελοποννήσου κρατήσειν, οὐχ ὑπέμειναν τὰς παρʼ ἐκείνου δωρεάς, οὐδʼ ὀργισθέντες τοῖς Ἕλλησιν ὅτι προὐδόθησαν ἀσμένως ἐπὶ τὰς διαλλαγὰς τὰς πρὸς τοὺς βαρβάρους ὥρμησαν, ἀλλʼ αὐτοὶ μὲν ὑπὲρ τῆς ἐλευθερίας πολεμεῖν παρεσκευάζοντο, τοῖς δʼ ἄλλοις τὴν δουλείαν αἱρουμένοις συγγνώμην εἶχον. ἡγοῦντο γὰρ ταῖς μὲν ταπειναῖς τῶν πόλεων προσήκειν ἐκ παντὸς τρόπου ζητεῖν τὴν σωτηρίαν, ταῖς δὲ προεστάναι τῆς Ἑλλάδος ἀξιούσαις οὐχ οἷόν τʼ εἶναι διαφεύγειν τοὺς κινδύνους, ἀλλʼ ὥσπερ τῶν ἀνδρῶν τοῖς καλοῖς κἀγαθοῖς αἱρετώτερόν ἐστι καλῶς ἀποθανεῖν ἢ ζῆν αἰσχρῶς, οὕτω καὶ τῶν πόλεων ταῖς ὑπερεχούσαις λυσιτελεῖν ἐξ ἀνθρώπων ἀφανισθῆναι μᾶλλον ἢ δούλαις ὀφθῆναι γενομέναις.

盖因当时所有盟友皆心灰意冷,伯罗奔尼撒人正在地峡筑墙固守,只求自保;其余城邦均已沦落于异族人统治之下并随同敌军出征,除非因弱小而被忽略不计;一千二百艘三列桨座战船正扬帆逼近,无数陆军大队即将侵入阿提卡;在他们面前看不到任何生机,反而陷入既被盟友遗弃、一切希望尽皆落空的境地,此时他们本不仅可以逃避眼前的危难,甚至能获得非凡的殊荣——这是波斯王主动许诺给他们的,他认定只要得到我们城邦的舰队,便能立即一举征服伯罗奔尼撒——然而他们不仅没有接受波斯王的馈赠,亦未因遭受背叛而迁怒于希腊同胞、欣然倒向与异族人的讲和;相反,他们自身严阵以待为自由而战,同时对那些选择甘受奴役的人怀抱宽恕体谅。因为他们认为,弱小城邦固然理当不择手段谋求自保,但自命为全希腊领袖的城邦却断不可避难苟安;正如对于高尚纯洁的士人而言,壮烈赴死远胜于屈辱偷生,对超群拔萃的城邦来说,自人类之中彻底消亡,也远好过被人目睹沦为奴隶。

§96

δῆλον δʼ ὅτι ταῦτα διενοήθησαν· ἐπειδὴ γὰρ οὐχ οἷοί τʼ ἦσαν πρὸς ἀμφοτέρας ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα τὸν ὄχλον τὸν ἐκ τῆς πόλεως εἰς τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵνʼ ἐν μέρει πρὸς ἑκατέραν κινδυνεύσωσιν. καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους ἢ μᾶλλον φιλέλληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε μὴ τοῖς λοιποῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν τὴν πόλιν γενομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ δὲ συλώμενα καὶ νεὼς ἐμπιπραμένους, ἅπαντα δὲ τὸν πόλεμον περὶ τὴν πατρίδα τὴν αὑτῶν γιγνόμενον;

他们作此考量是显而易见的:由于无力同时抵抗敌人的陆海两路大军,他们携带着城邦内的全部民众撤出,航向邻近的岛屿,以便分阶段迎击每一路敌军的危难。 然而,又怎能证明有比他们更优秀、或者更热爱希腊的人呢?他们为了不使自己成为其余希腊人沦为奴隶的原因,竟然忍心目睹城邦沦为空城、土地遭受蹂躏、圣所惨遭抢劫、神庙被焚毁,整场战争尽数降临在自己的祖国周围!

§97

καὶ οὐδὲ ταῦτʼ ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς χιλίας καὶ διακοσίας τριήρεις μόνοι διαναυμαχεῖν ἐμέλλησαν. οὐ μὴν εἰάθησαν· καταισχυνθέντες γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν αὐτῶν, καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέρων οὐδʼ αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δʼ εἰς ἀτιμίαν τὰς αὑτῶν πόλεις καταστήσειν,3 ἠναγκάσθησαν μετασχεῖν τῶν κινδύνων. καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τῷ πράγματι γενομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις, ἃ κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδʼ ὅ τι δεῖ λέγοντα διατρίβειν·

不仅如此,他们犹嫌不足,竟打算仅凭一己之力与一千二百艘战船决一死战。但他们终究未被听任孤军奋战;因为伯罗奔尼撒人对他们的美德感到惭愧,又料定倘若我们的人先遭覆灭,自己亦绝难幸存,而倘若我们的人大获全胜,则会使他们自己的城邦蒙受奇耻大辱,因而被迫共同分担了危难。至于战事进行中发生的喧嚣、呼喊与激励口号——凡此种种皆是海战交锋所共有的——我不知何须多费口舌去赘述。

语法注3 条
  1. 91ζηλοῦντες τὴν πόλιν τῆς Μαραθῶνι μάχης

    动词 ζηλόω 后接被羡慕或竞争对象的宾格(τὴν πόλιν)及表示原因的属格(τῆς Μαραθῶνι μάχης),意为“因马拉松战役而嫉羡/比拼(我们的)城邦”。与格 Μαραθῶνι 作表示地点的方位与格,修饰 μάχης。

  2. 94ἐξὸν αὐτοῖς μὴ μόνον τοὺς παρόντας κινδύνους διαφυγεῖν

    由无人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对分词(accusative absolute)结构,在句中表让步:“尽管他们不仅能够逃避眼前的危难”。它与随后的主句谓语 οὐχ ὑπέμειναν 以及 οὐδʼ ... ὥρμησαν 构成转折呼应。

  3. 97κατορθωσάντων δʼ εἰς ἀτιμίαν τὰς αὑτῶν πόλεις καταστήσειν

    与前面的属格绝对分词 προδιαφθαρέντων μὲν τῶν ἡμετέρων 相对置的属格绝对分词短语,其逻辑主语(τῶν ἡμετέρων)承前省略,带有条件含义:“倘若我们的人大获全胜”。由 νομίσαντες 所支配的将来不定式 καταστήσειν 的逻辑主语则是伯罗奔尼撒人自身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:91-97