- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:107-115
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以雅典对优卑亚岛等地的克制自律证明其派遣殖民卫戍并非出于私利,以此驳斥对雅典帝国统治的责难;进而严厉控诉投靠斯巴达的十人寡头统治摧毁祖国、不经审判屠杀市民的残暴行径,并揭露当前所谓和平与自治的虚伪惨状。
ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλʼ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. σημεῖον δὲ τούτων· ἔχοντες γὰρ χώραν μὲν ὡς πρὸς τὸ πλῆθος τῶν πολιτῶν ἐλαχίστην, ἀρχὴν δὲ μεγίστην, καὶ κεκτημένοι τριήρεις διπλασίας μὲν ἢ σύμπαντες οἱ ἄλλοι, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν, ὑποκειμένης τῆς Εὐβοίας ὑπὸ τὴν Ἀττικήν, ἣ καὶ πρὸς τὴν ἀρχὴν τὴν τῆς θαλάττης εὐφυῶς εἶχε καὶ τὴν ἄλλην ἀρετὴν ἁπασῶν τῶν νήσων διέφερε, κρατοῦντες αὐτῆς μᾶλλον ἢ τῆς ἡμετέρας αὐτῶν, καὶ πρὸς τούτοις εἰδότες καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων τούτους μάλιστʼ εὐδοκιμοῦντας, οἳ τοὺς ὁμόρους ἀναστάτους ποιήσαντες ἄφθονον καὶ ῥᾴθυμον αὑτοῖς κατεστήσαντο τὸν βίον, ὅμως οὐδὲν τούτων ἡμᾶς ἐπῆρε περὶ τοὺς ἔχοντας τὴν νῆσον ἐξαμαρτεῖν,1 ἀλλὰ μόνοι δὴ τῶν μεγάλην δύναμιν λαβόντων περιείδομεν ἡμᾶς αὐτοὺς ἀπορωτέρως ζῶντας2 τῶν δουλεύειν αἰτίαν ἐχόντων. καίτοι βουλόμενοι πλεονεκτεῖν οὐκ ἂν δή που τῆς μὲν Σκιωναίων γῆς ἐπεθυμήσαμεν, ἣν Πλαταιέων τοῖς ὡς ἡμᾶς καταφυγοῦσι φαινόμεθα παραδόντες, τοσαύτην δὲ χώραν παρελίπομεν,3 ἣ πάντας ἂν ἡμᾶς εὐπορωτέρους ἐποίησεν.
为了这些缘故,明智的人们理当对我们心怀巨大的感激,而绝不该为了殖民卫戍点来责难我们;我们向那些被弃置荒芜的城邦派遣军民殖民,是为了守卫这些地域,绝非出自贪得无厌。对此便有一大明证:我们所拥有的领土按公民人口的比例而言极为狭小,却坐拥最庞大的帝国,拥有比其余所有人合起来多一倍的三列桨座战船,且足能抗衡自身兵力两倍之敌;而优卑亚岛横亘在阿提卡附近,它既地利得当宜于掌制海权,在其余各方面资禀上也胜过所有的岛屿,我们对其掌控甚至超过对我们自身的土地;加之我们深知,无论在希腊人还是异族人当中,唯有那些将邻国夷为废墟从而为自己换来丰裕无忧生活的人享有最高的声誉——尽管如此,这一切都没有驱使我们去侵害占有该岛的居民。相反,在所有获得巨大强权者之中,唯独我们甘心容忍自己过着比那些背负被奴役罪名者更加拮据的生活。话又说回来,倘若我们真有心贪得无厌,我们断然不会一方面去觊觎斯基奥内人的土地——而显而易见我们已将该地转交给了前来投奔我们的普拉提亚人——,却反倒放过如此辽阔的一片疆土,而这片疆土原本能够让我们所有人更加富足。
τοιούτων τοίνυν ἡμῶν γεγενημένων, καὶ τοσαύτην πίστιν δεδωκότων ὑπὲρ τοῦ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, τολμῶσι κατηγορεῖν οἱ τῶν δεκαδαρχιῶν κοινωνήσαντες καὶ τὰς αὑτῶν πατρίδας διαλυμηνάμενοι καὶ μικρὰς μὲν ποιήσαντες δοκεῖν εἶναι τὰς τῶν προγεγενημένων ἀδικίας, οὐδεμίαν δὲ λιπόντες ὑπερβολὴν τοῖς αὖθις βουλομένοις γενέσθαι πονηροῖς, ἀλλὰ φάσκοντες μὲν λακωνίζειν, τἀναντία δʼ ἐκείνοις ἐπιτηδεύοντες, καὶ τὰς μὲν Μηλίων ὀδυρόμενοι συμφοράς, περὶ δὲ τοὺς αὑτῶν πολίτας ἀνήκεστα τολμήσαντες ἐξαμαρτεῖν. ποῖον γὰρ αὐτοὺς ἀδίκημα διέφυγεν;
既然我们为人如此,且已为我们绝不觊觎他人财物提供了如此重大的信义凭据,那些参与十人寡头统治、蹂躏摧毁自己祖国的人竟敢跳出来指责我们;这些人使得以往那些人的不义行为相形之下显得微不足道,也没有给后世意欲为非作歹者留下任何逾越的余地;他们声称遵循斯巴达规矩,所作所为却与斯巴达背道而驰;他们一面哀悼米洛斯人的惨遇,一面却敢于对自己的同胞施加无可挽回的罪行。试问究竟有何种不义逃脱了他们的手心?
ἤ τί τῶν αἰσχρῶν ἢ δεινῶν οὐ διεξῆλθον; οἳ τοὺς μὲν ἀνομωτάτους πιστοτάτους ἐνόμιζον, τοὺς δὲ προδότας ὥσπερ εὐεργέτας ἐθεράπευον, ᾑροῦντο δὲ τῶν Εἱλώτων ἑνὶ δουλεύειν ὥστʼ εἰς τὰς αὑτῶν πατρίδας ὑβρίζειν, μᾶλλον δʼ ἐτίμων τοὺς αὐτόχειρας καὶ φονέας τῶν πολιτῶν ἢ τοὺς γονέας τοὺς αὐτῶν, εἰς τοῦτο δʼ ὠμότητος ἅπαντας ἡμᾶς κατέστησαν, ὥστε πρὸ τοῦ μὲν διὰ τὴν παροῦσαν εὐδαιμονίαν καὶ ταῖς μικραῖς ἀτυχίαις πολλοὺς ἕκαστον ἡμῶν ἔχειν τοὺς συμπενθήσοντας, ἐπὶ δὲ τῆς τούτων ἀρχῆς διὰ τὸ πλῆθος τῶν οἰκείων κακῶν ἐπαυσάμεθʼ ἀλλήλους ἐλεοῦντες. οὐδενὶ γὰρ τοσαύτην σχολὴν παρέλιπον ὥσθʼ ἑτέρῳ συναχθεσθῆναι.
或者有哪一件可耻可怖之事他们未曾做尽?他们将最无法无天的人视为最忠实之人,将叛徒视同恩人予以奉承,为了能在自己的祖国胡作非为,竟甘愿为某一个黑劳士充当奴仆,他们尊奉屠戮同胞的刽子手与凶犯,竟甚于尊奉自己的父母。他们使我们所有人陷入如此残酷的境地,以至于昔日由于普遍的繁荣幸福,我们每个人哪怕遭遇微小的厄运,都会有许多人前来同悲共泣;而在这些人的统治之下,由于个人家祸过于繁多,我们已不再彼此同情。因为他们没有给任何人留下丝毫闲暇去为别人的痛苦分忧。
τίνος γὰρ οὐκ ἐφίκοντο; ἢ τίς οὕτω πόρρω τῶν πολιτικῶν ἦν πραγμάτων, ὅστις οὐκ ἐγγὺς ἠναγκάσθη γενέσθαι τῶν συμφορῶν, εἰς ἃς αἱ τοιαῦται φύσεις ἡμᾶς κατέστησαν; εἶτʼ οὐκ αἰσχύνονται τὰς ἑαυτῶν πόλεις οὕτως ἀνόμως διαθέντες καὶ τῆς ἡμετέρας ἀδίκως κατηγοροῦντες, ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ περὶ τῶν δικῶν καὶ τῶν γραφῶν τῶν ποτε παρʼ ἡμῖν γενομένων λέγειν τολμῶσιν, αὐτοὶ πλείους ἐν τρισὶ μησὶν ἀκρίτους ἀποκτείναντες ὧν ἡ πόλις ἐπὶ τῆς ἀρχῆς ἁπάσης ἔκρινεν.4
究竟谁未曾遭受他们的毒手?或者有谁置身于城邦政务如此遥远之外,竟能免于被迫走近这些秉性恶劣之徒将我们推入的浩劫?他们将自己的城邦治理得如此无法无天,又对我们的城邦横加不义的指责,然而他们非但不觉羞耻,反倒竟敢在其他非议之外谈论昔日发生在我们这里的审判与诉讼;而他们自己在短短三个月内未经审判便处决的人数,竟多于我们城邦在整个帝国霸业期间所审判的总人数。
φυγὰς δὲ καὶ στάσεις καὶ νόμων συγχύσεις καὶ πολιτειῶν μεταβολάς, ἔτι δὲ παίδων ὕβρεις καὶ γυναικῶν αἰσχύνας καὶ χρημάτων ἁρπαγάς, τίς ἂν δύναιτο διεξελθεῖν; πλὴν τοσοῦτον εἰπεῖν ἔχω καθʼ ἁπάντων, ὅτι τὰ μὲν ἐφʼ ἡμῶν δεινὰ ῥᾳδίως ἄν τις ἑνὶ ψηφίσματι διέλυσε, τὰς δὲ σφαγὰς καὶ τὰς ἀνομίας τὰς ἐπὶ τούτων γενομένας οὐδεὶς ἂν ἰάσασθαι δύναιτο.
至于流放、内讧、法律的废弛、政体的颠覆,以及对少年男童的凌辱、对妇女的玷污与对钱财的肆意劫掠,又有谁能一一历数?关于这一切我只能言尽于此:在我们治下的那些艰难严苛,任何人仅凭一项单一决议即可轻易消除,然而在这些人统治下所发生的大屠杀与无法无天的暴行,却绝无任何人能够医治弥合。
καὶ μὴν οὐδὲ τὴν παροῦσαν εἰρήνην, οὐδὲ τὴν αὐτονομίαν τὴν ἐν ταῖς πολιτείαις μὲν οὐκ ἐνοῦσαν ἐν δὲ ταῖς συνθήκαις ἀναγεγραμμένην, ἄξιον ἑλέσθαι μᾶλλον ἢ τὴν ἀρχὴν τὴν ἡμετέραν. τίς γὰρ ἂν τοιαύτης καταστάσεως ἐπιθυμήσειεν, ἐν ᾗ καταποντισταὶ μὲν τὴν θάλατταν κατέχουσι, πελτασταὶ δὲ τὰς πόλεις καταλαμβάνουσιν,
况且,当前的和平也好,那种在各邦政体中根本不存在而仅仅写在条约字面上的“自治”也罢,都绝不配被选择来取代我们的帝国霸权。试问谁会渴望这样一种局面:海盗在汪洋中肆虐称霸,而雇佣轻盾兵则把诸城邦劫掠占领?
- 107σημεῖον δὲ τούτων· ἔχοντες γὰρ ... ὅμως οὐδὲν τούτων ἡμᾶς ἐπῆρε περὶ τοὺς ἔχοντας τὴν νῆσον ἐξαμαρτεῖν
这是从 ἔχοντες 延伸至 ἐξαμαρτεῖν 的长周期句。主句的核心为 ὅμως οὐδὲν τούτων ἡμᾶς ἐπῆρε(“尽管如此,这一切都未能驱使我们”),后接补足不定式短语 περὶ τοὺς ἔχοντας τὴν νῆσον ἐξαμαρτεῖν(“去侵害占有该岛的居民”)。在主句之前,嵌套了三组展示雅典压倒性优势的并列分词短语(ἔχοντες... κεκτημένοι... / κρατοῦντες... / εἰδότες...)、一个属格绝对独立结构(ὑποκειμένης τῆς Εὐβοίας ὑπὸ τὴν Ἀττικήν)以及修饰优卑亚岛的关系从句(ἣ καὶ πρὸς τὴν ἀρχὴν...)。
- 109περιείδομεν ἡμᾶς αὐτοὺς ἀπορωτέρως ζῶντας
动词 περιεῖδον(“坐视”、“容忍”)后接宾格反身代词(ἡμᾶς αὐτούς)与补充说明的分词(ζῶντας)。这一句式表示容许或忍受自己处于某种生存状态(“甘心容忍自己生活在……”)。
- 109βουλόμενοι πλεονεκτεῖν οὐκ ἂν δή που τῆς μὲν Σκιωναίων γῆς ἐπεθυμήσαμεν, ... τοσαύτην δὲ χώραν παρελίπομεν
现在分词 βουλόμενοι 充当条件副词性分词,相当于过去与事实相反的条件从句(εἰ ἐβουλόμεθα)。主句谓语 οὐκ ἂν ... ἐπεθυμήσαμεν(不定过去时直陈式加 ἄν)构成虚拟结论,后续由连词 δέ 连接的 παρελίπομεν 同样受 ἄν 的统辖(“倘若我们真想贪求私利,我们绝不会既觊觎斯基奥内人的土地,又放过如此广大的领土”)。
- 113πλείους ἐν τρισὶ μησὶν ἀκρίτους ἀποκτείναντες ὧν ἡ πόλις ἐπὶ τῆς ἀρχῆς ἁπάσης ἔκρινεν
关系代词 ὧν 处发生了格的引力(case attraction)。省略的先行词是承接比较级 πλείους 的比较属格 τούτων(“多于那些……”),而原本应在从句中作 ἔκρινεν 宾语的宾格关系代词 οὕς 受其吸引而变为属格 ὧν(即 τούτων ὧν 代替 τούτων οὕς)。
