- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:83-90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞颂先辈们超越了特洛伊远征的赫赫战功,记述了雅典与斯巴达在马拉松战役中争先恐后奔赴疆场,并在薛西斯大举入侵时分担危难、共御外敌的英勇事迹。
πῶς γὰρ ἂν γένοιντο σύμμετροι τοιούτοις ἀνδράσιν, οἳ τοσοῦτον μὲν τῶν ἐπὶ Τροίαν στρατευσαμένων διήνεγκαν, ὅσον οἱ μὲν περὶ μίαν πόλιν ἔτη δέκα διέτριψαν, οἱ δὲ τὴν ἐξ ἁπάσης τῆς Ἀσίας δύναμιν ἐν ὀλίγῳ χρόνῳ κατεπολέμησαν, οὐ μόνον δὲ τὰς αὑτῶν πατρίδας διέσωσαν, ἀλλὰ καὶ τὴν σύμπασαν Ἑλλάδα ἠλευθέρωσαν; ποίων δʼ ἂν ἔργων ἢ πόνων ἢ κινδύνων ἀπέστησαν ὥστε ζῶντες εὐδοκιμεῖν,1 οἵ τινες ὑπὲρ τῆς δόξης ἧς ἔμελλον τελευτήσαντες ἕξειν οὕτως ἑτοίμως ἤθελον ἀποθνήσκειν;
盖因怎会有相称的言辞来赞美这样的男儿?他们超越了远征特洛伊的将士,其差距正如那些人围攻一座孤城耗费了十年光阴,而他们却在短时间内击溃了来自整个亚洲的军队,不仅拯救了自己的祖国,更解放了全希腊。他们既然为了死后将获得的荣耀如此欣然赴死,那么为了在生前赢得美名,又有怎样的伟业、劳苦或危难是他们会退缩不前的呢?
οἶμαι δὲ καὶ τὸν πόλεμον θεῶν τινα συναγαγεῖν ἀγασθέντα τὴν ἀρετὴν αὐτῶν, ἵνα μὴ τοιοῦτοι γενόμενοι τὴν φύσιν διαλάθοιεν μηδʼ ἀκλεῶς τὸν βίον τελευτήσαιεν, ἀλλὰ τῶν αὐτῶν τοῖς ἐκ τῶν θεῶν γεγονόσι καὶ καλουμένοις ἡμιθέοις ἀξιωθεῖεν· καὶ γὰρ ἐκείνων τὰ μὲν σώματα ταῖς τῆς φύσεως ἀνάγκαις ἀπέδοσαν, τῆς δʼ ἀρετῆς ἀθάνατον τὴν μνήμην ἐποίησαν.
我甚至认为,是某位神祇因钦佩他们的美德而促成了这场战争,免得具有如此天赋资质之人归于泯没,或默默无闻地结束生命;相反,神祇要让他们配享与神之子嗣、即被称为半神者同等的荣耀;因为即便对于那些人,〔诸神〕亦是将其肉躯交付给自然之必然规律,却使其美德的记忆永垂不朽。
ἀεὶ μὲν οὖν οἵ θʼ ἡμέτεροι πρόγονοι καὶ Λακεδαιμόνιοι φιλοτίμως πρὸς ἀλλήλους εἶχον, οὐ μὴν ἀλλὰ περὶ καλλίστων ἐν ἐκείνοις τοῖς χρόνοις ἐφιλονίκησαν, οὐκ ἐχθροὺς ἀλλʼ ἀνταγωνιστὰς σφᾶς αὐτοὺς εἶναι νομίζοντες, οὐδʼ ἐπὶ δουλείᾳ τῇ τῶν Ἑλλήνων τὸν βάρβαρον θεραπεύοντες, ἀλλὰ περὶ μὲν τῆς κοινῆς σωτηρίας ὁμονοοῦντες, ὁπότεροι δὲ ταύτης αἴτιοι γενήσονται, περὶ τούτου ποιούμενοι τὴν ἅμιλλαν. ἐπεδείξαντο δὲ τὰς αὑτῶν ἀρετὰς πρῶτον μὲν ἐν τοῖς ὑπὸ Δαρείου πεμφθεῖσιν.
诚然,我们的祖先与拉刻代蒙人向来相互争强好胜,然而在那个时代,他们所竞争的却是至高尚的锦标;他们视彼此为竞争的对手而非仇敌,亦非为了奴役希腊人而去迎合异族人,而是在关乎共同存亡的大事上同心协力,唯独在争夺究竟哪一方将成为这一拯救的缔造者上展开角逐。 他们首先在对抗大流士派来的军队时展现了自己的美德。
ἀποβάντων γὰρ αὐτῶν εἰς τὴν Ἀττικὴν οἱ μὲν οὐ περιέμειναν τοὺς συμμάχους, ἀλλὰ τὸν κοινὸν πόλεμον ἴδιον ποιησάμενοι πρὸς τοὺς ἁπάσης τῆς Ἑλλάδος καταφρονήσαντας ἀπήντων τὴν οἰκείαν δύναμιν ἔχοντες, ὀλίγοι πρὸς πολλὰς μυριάδας, ὥσπερ ἐν ἀλλοτρίαις ψυχαῖς μέλλοντες κινδυνεύειν, οἱ δʼ οὐκ ἔφθησαν πυθόμενοι τὸν περὶ τὴν Ἀττικὴν πόλεμον, καὶ πάντων τῶν ἄλλων ἀμελήσαντες ἧκον2 ἡμῖν ἀμυνοῦντες, τοσαύτην ποιησάμενοι σπουδὴν ὅσην περ ἂν τῆς αὑτῶν χώρας πορθουμένης.
盖因当敌军在阿提卡登陆时,前者并未坐等盟友,而是将这场共同的战争当作自己的职责,率领本部军马去迎击那些蔑视整个希腊的敌人——以寡敌众对阵数万之众,宛如是用别人的性命去冒险一般;而后者一听到关乎阿提卡的战事,便弃其余一切于不顾,赶来援助我们,其热切程度丝毫不亚于他们自己的土地正遭受蹂躏之时。
σημεῖον δὲ τοῦ τάχους καὶ τῆς ἁμίλλης· τοὺς μὲν γὰρ ἡμετέρους προγόνους φασὶ τῆς αὐτῆς ἡμέρας πυθέσθαι τε τὴν ἀπόβασιν τὴν τῶν βαρβάρων καὶ βοηθήσαντας ἐπὶ τοὺς ὅρους τῆς χώρας μάχῃ νικήσαντας τρόπαιον στῆσαι τῶν πολεμίων, τοὺς δʼ ἐν τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶ διακόσια καὶ χίλια στάδια διελθεῖν στρατοπέδῳ πορευομένους. οὕτω σφόδρʼ ἠπείχθησαν οἱ μὲν μετασχεῖν τῶν κινδύνων, οἱ δὲ φθῆναι συμβαλόντες πρὶν ἐλθεῖν τοὺς βοηθήσοντας.
这速度与竞争有明证为鉴:人们传说,我们的祖先在得悉异族人登陆的当天,便赶赴边境施救,并在战斗中击溃敌人,树立了克敌的纪念碑;而另一方则以全副武装的军队行军,在三日三夜之内行进了一千二百斯塔德。双方是如此急迫:一方急于分担危难,另一方则急于在援军赶到之前与敌交战。
μετὰ δὲ ταῦτα γενομένης τῆς ὕστερον στρατείας, ἣν αὐτὸς Ξέρξης ἤγαγεν, ἐκλιπὼν μὲν τὰ βασίλεια, στρατηγὸς δὲ καταστῆναι τολμήσας, ἅπαντας δὲ τοὺς ἐκ τῆς Ἀσίας συναγείρας· περὶ οὗ τίς οὐχ ὑπερβολὰς προθυμηθεὶς εἰπεῖν ἐλάττω τῶν ὑπαρχόντων εἴρηκεν;
在此之后,又发生了后来的远征,这次是薛西斯亲自率领,他走出了王宫,悍然自任统帅,并聚集了全亚洲的军队。关于他,即便竭力夸张其词,又有谁所言不是少于事实本身呢?
ὃς εἰς τοσοῦτον ἦλθεν ὑπερηφανίας, ὥστε μικρὸν μὲν ἡγησάμενος ἔργον εἶναι τὴν Ἑλλάδα χειρώσασθαι, βουληθεὶς δὲ τοιοῦτον μνημεῖον καταλιπεῖν ὃ μὴ τῆς ἀνθρωπίνης φύσεώς ἐστιν, οὐ πρότερον ἐπαύσατο πρὶν ἐξεῦρε καὶ συνηνάγκασεν ὃ πάντες θρυλοῦσιν, ὥστε3 τῷ στρατοπέδῳ πλεῦσαι μὲν διὰ τῆς ἠπείρου, πεζεῦσαι δὲ διὰ τῆς θαλάττης, τὸν μὲν Ἑλλήσποντον ζεύξας, τὸν δʼ Ἄθω διορύξας.
他狂妄到了如此地步,以至于认为征服希腊只是一件微不足道的小事,一心想留下超越人类极限的功业丰碑,直到想出并强行实现了那件人人传诵的奇事才肯罢休——以至于率领大军航行于陆地,徒步于海洋,将赫勒斯滂架设浮桥,将阿索斯山凿成运河。
πρὸς δὴ τὸν οὕτω μέγα φρονήσαντα καὶ τηλικαῦτα διαπραξάμενον καὶ τοσούτων δεσπότην γενόμενον ἀπήντων διελόμενοι τὸν κίνδυνον, Λακεδαιμόνιοι μὲν εἰς Θερμοπύλας πρὸς τὸ πεζόν, χιλίους αὑτῶν ἐπιλέξαντες καὶ τῶν συμμάχων ὀλίγους παραλαβόντες, ὡς ἐν τοῖς στενοῖς κωλύσοντες αὐτοὺς περαιτέρω προελθεῖν, οἱ δʼ ἡμέτεροι πατέρες ἐπʼ Ἀρτεμίσιον, ἑξήκοντα τριήρεις πληρώσαντες πρὸς ἅπαν τὸ τῶν πολεμίων ναυτικόν.
面对这样一位心高气傲、立下如此大业并成为如此庞大人群主宰的人,他们分担危险挺身迎击:拉刻代蒙人前往温泉关迎战陆军,挑选了本国一千名勇士并带领少数盟军,意在险隘处阻止敌人进一步推进;而我们的先辈则开赴阿耳忒弥西昂,装备了六十艘三列桨座战船,以迎击敌人的全部舰队。
- 83ὥστε ζῶντες εὐδοκιμεῖν
此为 ὥστε 引导不定式 εὐδοκιμεῖν 形成的结果状语从句,但结合前文的反问句(“他们会从何种劳苦中退缩呢?”=“绝不退缩”),带有“只要能在生前赢得声誉(若能达到这一结果)”的条件或目的性内涵。
- 86οὐκ ἔφθησαν πυθόμενοι ... καὶ ... ἧκον
此处为 οὐ φθάνω 搭配分词(πυθόμενοι)后接连词 καί 的惯用句式,意为“刚一听闻……便立刻赶来”或“还未来得及获悉便已……”,用以强调斯巴达人行动之极其迅捷。
- 89οὐ πρότερον ἐπαύσατο πρὶν ἐξεῦρε καὶ συνηνάγκασεν ὃ πάντες θρυλοῦσιν, ὥστε
主句带有否定表达 οὐ πρότερον ἐπαύσατο,因而 πρίν 引导过去时直陈式(ἐξεῦρε καὶ συνηνάγκασεν),表示确定的过去事实(“直到……才肯罢休”)。其后的 ὥστε 搭配不定式(πλεῦσαι, πεζεῦσαι)起同格解释作用,具体阐明关系从句 ὃ πάντες θρυλοῦσιν(“人人传诵之事”)的具体内容。
