- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:74-82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者承认在悼词中已被前人阐述殆尽的波斯战争题材极难再加发挥,但依然赞颂了培养出这些战士的两邦先贤卓越的公民美德,以及他们对待其他希腊城邦时克制而公正的领导风范。
καίτοι μʼ οὐ λέληθεν ὅτι χαλεπόν ἐστιν ὕστατον ἐπελθόντα λέγειν περὶ πραγμάτων πάλαι προκατειλημμένων, καὶ περὶ ὧν οἱ μάλιστα δυνηθέντες τῶν πολιτῶν εἰπεῖν ἐπὶ τοῖς δημοσίᾳ θαπτομένοις1 πολλάκις εἰρήκασιν· ἀνάγκη γὰρ τὰ μὲν μέγιστʼ αὐτῶν ἤδη κατακεχρῆσθαι, μικρὰ δʼ ἔτι παραλελεῖφθαι. ὅμως δʼ ἐκ τῶν ὑπολοίπων, ἐπειδὴ συμφέρει τοῖς πράγμασιν, οὐκ ὀκνητέον μνησθῆναι περὶ αὐτῶν.
然而,我并非未察觉到,一个后来者要论述早已被前人占尽的题材,且城邦中口才最出众的公民已在公葬仪式上屡屡提及这些事,乃是一件极为困难之事;盖因其中最重大者必然已被取用殆尽,留下的唯有细枝末节。然而,即便是根据残余的材料,既然对当下的形势有所裨益,便绝不可对提及它们有所退缩。
πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι γεγενῆσθαι τοὺς τοῖς σώμασιν ὑπὲρ τῆς Ἑλλάδος προκινδυνεύσαντας· οὐ μὴν οὐδὲ τῶν πρὸ τοῦ πολέμου τούτου γενομένων καὶ δυναστευσάντων ἐν ἑκατέρᾳ τοῖν πολέοιν δίκαιον ἀμνημονεῖν· ἐκεῖνοι γὰρ ἦσαν οἱ προασκήσαντες τοὺς ἐπιγιγνομένους καὶ τὰ πλήθη προτρέψαντες ἐπʼ ἀρετὴν καὶ χαλεποὺς ἀνταγωνιστὰς τοῖς βαρβάροις ποιήσαντες.
诚然,我认为那些挺身为希腊以身犯险的人,乃是无量福祉的缔造者,亦配受最崇高的赞誉;然而,遗忘在这场战争之前生活于两邦并掌权的人们,同样是不公道的;盖因正是他们预先锻造了后继者,引导民众追求美德,并使他们成为令异族人生畏的对手。
οὐ γὰρ ὠλιγώρουν τῶν κοινῶν, οὐδʼ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δʼ ὡς ἀλλοτρίων, ἀλλʼ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δʼ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων· οὐδὲ πρὸς ἀργύριον τὴν εὐδαιμονίαν ἔκρινον, ἀλλʼ οὗτος ἐδόκει πλοῦτον ἀσφαλέστατον κεκτῆσθαι καὶ κάλλιστον, ὅστις τοιαῦτα τυγχάνοι πράττων ἐξ ὧν αὐτός τε μέλλοι μάλιστʼ εὐδοκιμήσειν καὶ τοῖς παισὶ μεγίστην δόξαν καταλείψειν.
盖因他们并不轻视公家之事,亦非既视若私产般坐享其利、又视若身外之物般漠不关心;相反,他们像照料自家产业一样关切公事,却又谨守本分,如对待完全不属于自己的东西一样对公帑秋毫无犯。他们亦不以金钱衡量幸福,而是认为,凡其行事能使自己获得最高声望并能为后代留下至大荣耀之人,才算拥有了最安全、最崇高的财富。
οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν, οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν, ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πόλεως ἀποθνήσκειν, μᾶλλον δʼ ᾐσχύνοντʼ ἐπὶ τοῖς κοινοῖς ἁμαρτήμασιν ἢ νῦν ἐπὶ τοῖς ἰδίοις τοῖς σφετέροις αὐτῶν.
他们既不仿效彼此的狂妄,亦不放纵自身的大胆,反而认为被公民们非议比为城邦壮烈牺牲更为可畏;他们为城邦共同的过失所感到的羞耻,远甚于今日之人对其自身的私德亏欠所感到的羞耻。
τούτων δʼ ἦν αἴτιον ὅτι τοὺς νόμους ἐσκόπουν ὅπως ἀκριβῶς καὶ καλῶς ἕξουσιν, οὐχ οὕτω τοὺς περὶ τῶν ἰδίων συμβολαίων ὡς τοὺς περὶ τῶν καθʼ ἑκάστην τὴν ἡμέραν ἐπιτηδευμάτων· ἠπίσταντο γὰρ ὅτι τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων, ἀλλʼ ἀπʼ ὀλίγων συνθημάτων ῥᾳδίως καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν ὁμονοήσουσιν.
之所以如此,是因为他们关注的是法律如何能够精确而优良——并非那么着眼于私人间契约的法律,而是着眼于关乎日常行为操守的规范。盖因他们深知,对于品行端正之士而言,根本无需繁琐冗长的成文法,只需凭藉少数几条原则,便能在私事与公事上皆轻而易举地同心同德。
οὕτω δὲ πολιτικῶς εἶχον, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους οὐχ ὁπότεροι τοὺς ἑτέρους ἀπολέσαντες τῶν λοιπῶν ἄρξουσιν, ἀλλʼ ὁπότεροι φθήσονται τὴν πόλιν ἀγαθόν τι ποιήσαντες·2 καὶ τὰς ἑταιρείας συνῆγον οὐχ ὑπὲρ τῶν συμφερόντων, ἀλλʼ ἐπὶ τῇ τοῦ πλήθους ὠφελείᾳ.
他们的公民精神是如此充沛,以至于他们彼此之间的纷争,亦非为了争夺哪一方在消灭另一方后得以统治其余的人,而是为了争夺哪一方能抢先为城邦建树功德;他们结成派系社团,亦非为了私己利益,而是为了造福大众。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ τῶν ἄλλων διῴκουν, θεραπεύοντες ἀλλʼ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας, καὶ στρατηγεῖν οἰόμενοι δεῖν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν, καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις, ἀλλʼ οὐ βίᾳ καταστρεφόμενοι, πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμένειν ἀξιοῦντες, οὐχ οὕτως ἐπὶ ταῖς δυναστείαις μέγα φρονοῦντες, ὡς ἐπὶ τῷ σωφρόνως ζῆν φιλοτιμούμενοι, τὴν αὐτὴν ἀξιοῦντες γνώμην ἔχειν πρὸς τοὺς ἥττους ἥνπερ τοὺς κρείττους πρὸς σφᾶς αὐτούς,3 ἴδια μὲν ἄστη τὰς αὑτῶν πόλεις ἡγούμενοι, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα νομίζοντες εἶναι.
他们亦以相同的方式处理其他希腊人的事务:体恤希腊人而非凌辱他们,认为应当统帅他们而非专制奴役他们;更渴望被称作领袖而非主宰,更愿被誉为救星而非祸首;他们以施恩来争取各城邦,而非以暴力将其征服;他们的话语比今日之人的誓言更为可靠,他们认为坚守盟约如同顺应必然之理;他们不因握有权势而妄自尊大,却以生活节制自励;他们认为对待弱小者应当秉持的心态,正是他们期望强者对待自己所持的心态;他们将各自的城邦视作私人的乡邑,却将整个希腊视为共同的祖国。
τοιαύταις διανοίαις χρώμενοι, καὶ τοὺς νεωτέρους ἐν τοῖς τοιούτοις ἤθεσι παιδεύοντες, οὕτως ἄνδρας ἀγαθοὺς ἀπέδειξαν τοὺς πολεμήσαντας πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥστε μηδένα πώποτε δυνηθῆναι περὶ αὐτῶν μήτε τῶν ποιητῶν μήτε τῶν σοφιστῶν ἀξίως τῶν ἐκείνοις πεπραγμένων εἰπεῖν. καὶ πολλὴν αὐτοῖς ἔχω συγγνώμην· ὁμοίως γάρ ἐστι χαλεπὸν ἐπαινεῖν τοὺς ὑπερβεβληκότας τὰς τῶν ἄλλων ἀρετὰς ὥσπερ τοὺς μηδὲν ἀγαθὸν πεποιηκότας· τοῖς μὲν γὰρ οὐχ ὕπεισι πράξεις, πρὸς δὲ τοὺς οὐκ εἰσὶν ἁρμόττοντες λόγοι.4
正是凭借着这样的抱负,并在如此风尚中教化青年,他们才使那些抗击亚洲入侵者的将士展现出了非凡的英勇,以至于无论在诗人之中还是在智者之中,从未有人能够言说得配得上他们所立下的赫赫战功。对此我深表宽谅;因为赞美那些超越凡庸美德之人,与赞美那些毫无功德之人同样困难——盖因对于后者无事迹可陈,而对于前者则无匹配之词可表。
- 74ἐπὶ τοῖς δημοσίᾳ θαπτομένοις
介词 ἐπί 接与格表示场合或背景(“在公葬之际”或“为公葬者”),指在城邦公葬仪式上为阵亡将士发表悼词(epitaphios logos)的传统场合。
- 79ὁπότεροι φθήσονται τὴν πόλιν ἀγαθόν τι ποιήσαντες
动词 φθάνω 搭配补充性分词(此处为 ποιήσαντες),构成“争先做某事/抢在……之前做某事”的句式。结合动词 ποιέω 接双宾格(τὴν πόλιν 与 ἀγαθόν τι),该间接疑问句意为“双方哪一方能抢先为城邦效力施恩”。
- 81τὴν αὐτὴν ἀξιοῦντες γνώμην ἔχειν πρὸς τοὺς ἥττους ἥνπερ τοὺς κρείττους πρὸς σφᾶς αὐτούς
相关词结构 τὴν αὐτήν ... ἥνπερ(“与……同样的……”)。在关系分句 ἥνπερ 之后,承前省略了由主句支配的不定词结构(如 ἔχειν ἀξιοῦσι):即“认为对待弱者应当抱持的心态,正应当如同他们期望强者对待自己所抱持的心态一样”。
- 82τοῖς μὲν γὰρ οὐχ ὕπεισι πράξεις, πρὸς δὲ τοὺς οὐκ εἰσὶν ἁρμόττοντες λόγοι
该句承接前文对“超越凡庸美德者”与“毫无善举者”的双重对比,运用了交错对应法(chiasmus):τοῖς μὲν 指代后者(无所作为者,因为他们“缺乏作为基础的事迹”),而 πρὸς δὲ τοὺς 则倒回去指代前者(美德绝伦者,因为“没有与之匹配的言辞”)。
