← 伊索克拉底

泛希腊盛会演说

§66-73

击退异族的功绩与波斯战争中的主导地位

演说者阐述了雅典抗击异族的辉煌战绩,包括上古时期击退色雷斯人与亚马逊人的入侵,以及波斯战争中的卓越表现与海上霸权的确立,并通过与劲敌斯巴达的比照凸显雅典的领导地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66

δοκεῖ δέ μοι καὶ περὶ τῶν πρὸς τοὺς βαρβάρους τῇ πόλει πεπραγμένων προσήκειν εἰπεῖν, ἄλλως τʼ ἐπειδὴ καὶ τὸν λόγον κατεστησάμην περὶ τῆς ἡγεμονίας τῆς ἐπʼ ἐκείνους. ἅπαντας μὲν οὖν ἐξαριθμῶν τοὺς κινδύνους λίαν ἄν μακρολογοίην· ἐπὶ δὲ τῶν μεγίστων τὸν αὐτὸν τρόπον ὅν περ ὀλίγῳ πρότερον πειράσομαι καὶ περὶ τούτων διελθεῖν.

依我之见,论述我国对异族人所建树的功业亦属恰当,尤其是在我就针对他们的霸权确立了论题之后。若要逐一罗列所有的危难,我未免会过于冗长;但我将依循方才相同的方式,仅就其中最重大者尝试对这些事加以阐述。

§67

ἔστι γὰρ ἀρχικώτατα μὲν τῶν γενῶν καὶ μεγίστας δυναστείας ἔχοντα Σκύθαι καὶ Θρᾷκες καὶ Πέρσαι, τυγχάνουσι δʼ οὗτοι μὲν ἅπαντες ἡμῖν ἐπιβουλεύσαντες, ἡ δὲ πόλις πρὸς ἅπαντας τούτους διακινδυνεύσασα.1 καίτοι τί λοιπὸν ἔσται τοῖς ἀντιλέγουσιν, ἢν ἐπιδειχθῶσι τῶν μὲν Ἑλλήνων οἱ μὴ δυνάμενοι τυγχάνειν τῶν δικαίων ἡμᾶς ἱκετεύειν ἀξιοῦντες, τῶν δὲ βαρβάρων οἱ βουλόμενοι καταδουλώσασθαι τοὺς Ἕλληνας ἐφʼ ἡμᾶς πρώτους ἰόντες;

盖因在各族群之中,最具统治气魄且握有至大权势者,莫过于斯基泰人、色雷斯人与波斯人;而恰恰是这些人全部曾向我国图谋不轨,而我国则冒着凶险抗击了所有这几方。试问,若事实得以表明,希腊人中未能获取正义权益者皆以祈求我们为合宜,而异族人中企图奴役希腊人者皆首先向我们发难,那么那些持异议者还能剩下什么说辞呢?

§68

ἐπιφανέστατος μὲν οὖν τῶν πολέμων ὁ Περσικὸς γέγονεν, οὐ μὴν ἐλάττω τεκμήρια τὰ παλαιὰ τῶν ἔργων ἐστὶ τοῖς περὶ τῶν πατρίων ἀμφισβητοῦσιν. ἔτι γὰρ ταπεινῆς οὔσης τῆς Ἑλλάδος ἦλθον εἰς τὴν χώραν ἡμῶν Θρᾷκες μὲν μετʼ Εὐμόλπου τοῦ Ποσειδῶνος, Σκύθαι δὲ μετʼ Ἀμαζόνων τῶν Ἄρεως θυγατέρων, οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἀλλὰ καθʼ ὃν ἑκάτεροι τῆς Εὐρώπης ἐπῆρχον, μισοῦντες μὲν ἅπαν τὸ τῶν Ἑλλήνων γένος, ἰδίᾳ δὲ πρὸς ἡμᾶς ἐγκλήματα ποιησάμενοι, νομίζοντες ἐκ τούτου τοῦ τρόπου πρὸς μίαν μὲν πόλιν κινδυνεύσειν, ἁπασῶν δʼ ἅμα κρατήσειν. οὐ μὴν κατώρθωσαν, ἀλλὰ πρὸς μόνους τοὺς προγόνους τοὺς ἡμετέρους συμβαλόντες ὁμοίως διεφθάρησαν ὥσπερ ἂν εἰ πρὸς ἅπαντας ἀνθρώπους ἐπολέμησαν.2 δῆλον δὲ τὸ μέγεθος τῶν κακῶν τῶν γενομένων ἐκείνοις· οὐ γὰρ ἄν ποθʼ οἱ λόγοι περὶ αὐτῶν τοσοῦτον χρόνον διέμειναν, εἰ μὴ καὶ τὰ πραχθέντα πολὺ τῶν ἄλλων διήνεγκεν.

波斯战争固然是诸战役中最负盛名者,然而对于为祖传特权而争辩的人而言,古代的事迹绝非次要的明证。盖因在希腊尚处弱小之时,色雷斯人便随波塞冬之子欧摩尔波斯入侵我国领土,斯基泰人亦随阿瑞斯之女亚马逊人进犯——并非在同一时期,而是在各自称霸欧洲之时——他们虽仇视整个希腊族类,却专门针对我们提出口实,认为借此方式只需与单一城邦交锋,便能同时征服所有邦国。然而他们并未得逞,仅仅与我们的先祖交兵,他们便遭到了彻底的毁灭,犹如与全人类为敌一般。降临在他们身上的祸患之巨显而易见;若非当年所成就的事业远迈凡俗,关于他们的记述绝不可能流传如此久远。

§70

λέγεται δʼ οὖν περὶ μὲν Ἀμαζόνων ὡς τῶν μὲν ἐλθουσῶν οὐδεμία πάλιν ἀπῆλθεν, αἱ δʼ ὑπολειφθεῖσαι διὰ τὴν ἐνθάδε συμφορὰν ἐκ τῆς ἀρχῆς ἐξεβλήθησαν, περὶ δὲ Θρᾳκῶν ὅτι τὸν ἄλλον χρόνον ὅμοροι προσοικοῦντες ἡμῖν διὰ τὴν τότε γενομένην στρατείαν τοσοῦτον διέλιπον, ὥστʼ ἐν τῷ μεταξὺ τῆς χώρας ἔθνη πολλὰ καὶ γένη παντοδαπὰ καὶ πόλεις μεγάλας κατοικισθῆναι.

总之,关于亚马逊人,相传前来者无一生还归国,而留守后方者亦因这里的败局而被逐出统治地位;关于色雷斯人,相传昔日他们曾作为近邻与我们比邻而居,却因当年的那场远征而退居如此之远,以至于在其间的土地上定居了众多部族、形形色色的民族与庞大的城邦。

§71

καλὰ μὲν οὖν καὶ ταῦτα, καὶ πρέποντα τοῖς περὶ τῆς ἡγεμονίας ἀμφισβητοῦσιν· ἀδελφὰ δὲ τῶν εἰρημένων, καὶ τοιαῦθʼ οἷά περ εἰκὸς τοὺς ἐκ τοιούτων γεγονότας, οἱ πρὸς Δαρεῖον καὶ Ξέρξην πολεμήσαντες ἔπραξαν. μεγίστου γὰρ πολέμου συστάντος ἐκείνου, καὶ πλείστων κινδύνων εἰς τὸν αὐτὸν χρόνον συμπεσόντων, καὶ τῶν μὲν πολεμίων ἀνυποστάτων οἰομένων εἶναι διὰ τὸ πλῆθος, τῶν δὲ συμμάχων ἀνυπέρβλητον ἡγουμένων ἔχειν τὴν ἀρετήν, ἀμφοτέρων κρατήσαντες ὡς ἑκατέρων προσῆκεν,3 καὶ πρὸς ἅπαντας τοὺς κινδύνους διενεγκόντες, εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν, οὐ πολλῷ δʼ ὕστερον τὴν ἀρχὴν τῆς θαλάττης ἔλαβον, δόντων μὲν τῶν ἄλλων Ἑλλήνων, οὐκ ἀμφισβητούντων δὲ τῶν νῦν ἡμᾶς ἀφαιρεῖσθαι ζητούντων.

这些固然是崇高之伟业,亦配得上为霸权而角逐者;然而,与上述事迹同属一脉、且无愧于此类祖先之后裔的壮举,则是由抗击大流士与薛西斯的人们所成就的。盖因在那场最庞大的战争爆发之际,无数危难在同一时期接踵而至,敌军因其人数众多而自视不可阻挡,盟友亦自诩拥有不可逾越的勇气,我们的先祖以适于双方各自的方式克制了他们二者,并在所有的凶险面前表现卓越,立即被公推为无愧于首功之赏,并在不久之后赢得了海上霸权——此乃其他希腊人所自愿授予,且如今企图从我们手中剥夺它的那些人当时亦未提出异议。

§73

καὶ μηδεὶς οἰέσθω μʼ ἀγνοεῖν ὅτι καὶ Λακεδαιμόνιοι περὶ τοὺς καιροὺς τούτους πολλῶν ἀγαθῶν αἴτιοι τοῖς Ἕλλησι κατέστησαν· ἀλλὰ διὰ τοῦτο καὶ μᾶλλον ἐπαινεῖν ἔχω τὴν πόλιν, ὅτι τοιούτων ἀνταγωνιστῶν τυχοῦσα τοσοῦτον αὐτῶν διήνεγκεν. βούλομαι δʼ ὀλίγῳ μακρότερα περὶ τοῖν πολέοιν4 εἰπεῖν καὶ μὴ ταχὺ λίαν παραδραμεῖν, ἵνʼ ἀμφοτέρων ἡμῖν ὑπομνήματα γένηται, τῆς τε τῶν προγόνων ἀρετῆς καὶ τῆς πρὸς τοὺς βαρβάρους ἔχθρας.

任何人皆勿以为我不知晓拉刻代蒙人在此危急存亡之际亦为希腊人带来了诸多福祉;然而正因如此,我才能够更加赞美我国,因为正是在遭遇了如此对手的情况下,我国依然超越了他们如此之多。不过,我希望能就这两座城邦多说几句,而不致过于草率地一笔带过,以便使我们对这两方面皆留下铭记——既铭记先祖的武德,亦铭记对异族的仇怨。

语法注4 条
  1. 67τυγχάνουσι δʼ οὗτοι μὲν ἅπαντες ἡμῖν ἐπιβουλεύσαντες, ἡ δὲ πόλις πρὸς ἅπαντας τούτους διακινδυνεύσασα

    动词 τυγχάνουσι 搭配补足分词 ἐπιβουλεύσαντες,表达“这些势力确曾向我们图谋不轨”。在后半个并列分句(ἡ δὲ πόλις πρὸς ἅπαντας τούτους διακινδυνεύσασα)中,主语转为单数(ἡ πόλις),此处省略了对应的单数动词 τυγχάνει,共同支配分词 διακινδυνεύσασα。

  2. 69ὥσπερ ἂν εἰ πρὸς ἅπαντας ἀνθρώπους ἐπολέμησαν

    此处理解为 ὥσπερ ἂν εἰ 搭配过去直陈式(ἐπολέμησαν)的惯用虚拟比较结构(“宛如与全人类交战一般”)。小词 ἄν 在句法上原本属于被省略的主句结论动词(如 ὥσπερ [διεφθάρησαν ἄν], εἰ...),在此已凝固为接续条件从句的固定格式。

  3. 72ἀμφοτέρων κρατήσαντες ὡς ἑκατέρων προσῆκεν

    属格 ἀμφοτέρων 指代前一句中所对比的“敌军”(τῶν πολεμίων)与“盟友”(τῶν συμμάχων)。分词 κρατήσαντες 在此兼具双重语义:对敌人而言意为“以武力战胜、击溃”,对盟友而言则意为“在德行与勇武上超越、胜过”;随后的 ὡς ἑκατέρων προσῆκεν(“以适于各自的方式”)正说明了这种区别对待的修辞用意。

  4. 73τοῖν πολέοιν

    指代雅典与斯巴达“两座城邦”的双数属格形式。在古典阿提卡散文中,阴性名词(πόλις)的双数冠词标准形式与阳性、中性通用为 τοῖν,而非 taîn。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:66-73