- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:56-65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者追溯雅典昔日庇护赫拉克勒斯后裔、击败欧律斯透斯并促成斯巴达建邦之功绩,以此论证雅典执希腊牛耳之正当性。
οἱ δʼ Ἡρακλέους παῖδες φεύγοντες τὴν Εὐρυσθέως ἔχθραν, καὶ τὰς μὲν ἄλλας πόλεις ὑπερορῶντες ὡς οὐκ ἂν δυναμένας βοηθῆσαι ταῖς ἑαυτῶν συμφοραῖς, τὴν δʼ ἡμετέραν ἱκανὴν νομίζοντες εἶναι μόνην ἀποδοῦναι χάριν ὑπὲρ ὧν ὁ πατὴρ αὐτῶν ἅπαντας ἀνθρώπους εὐεργέτησεν.
另一方面,赫拉克勒斯之子嗣为了逃避欧律斯透斯的仇怨,鄙弃其他城邦,认为它们无力解救〔赫拉克勒斯之子嗣〕自身的厄运,唯独坚信我们的城邦足以报答其父对全人类所施予的恩德。
ἐκ δὴ τούτων ῥᾴδιον κατιδεῖν ὅτι καὶ κατʼ ἐκεῖνον τὸν χρόνον ἡ πόλις ἡμῶν ἡγεμονικῶς εἶχε· τίς γὰρ ἂν ἱκετεύειν τολμήσειεν ἢ τοὺς ἥττους αὑτοῦ ἢ τοὺς ὑφʼ ἑτέροις ὄντας, παραλιπὼν τοὺς μείζω δύναμιν ἔχοντας, ἄλλως τε καὶ περὶ πραγμάτων οὐκ ἰδίων ἀλλὰ κοινῶν καὶ περὶ ὧν οὐδένας ἄλλους εἰκὸς ἦν ἐπιμεληθῆναι πλὴν τοὺς προεστάναι τῶν Ἑλλήνων ἀξιοῦντας;
由此诚然易于看出,即便在那个时代,我们的城邦便已居于领袖地位;盖因谁敢舍弃拥有更强力量者,而去恳求弱于自己之人,抑或受制于他人之辈?更遑论所关涉者非为私事而是公事,且除自诩为全希腊领袖之人外,理所当然再无人会加以过问的事项!
ἔπειτʼ οὐδὲ ψευσθέντες φαίνονται τῶν ἐλπίδων, διʼ ἃς κατέφυγον ἐπὶ τοὺς προγόνους ἡμῶν. ἀνελόμενοι γὰρ πόλεμον ὑπὲρ μὲν τῶν τελευτησάντων πρὸς Θηβαίους, ὑπὲρ δὲ τῶν παίδων τῶν Ἡρακλέους πρὸς τὴν Εὐρυσθέως δύναμιν, τοὺς μὲν ἐπιστρατεύσαντες ἠνάγκασαν ἀποδοῦναι θάψαι τοὺς νεκροὺς τοῖς προσήκουσι,1 Πελοποννησίων δὲ τοὺς μετʼ Εὐρυσθέως εἰς τὴν χώραν ἡμῶν εἰσβαλόντας ἐπεξελθόντες ἐνίκησαν μαχόμενοι κἀκεῖνον τῆς ὕβρεως ἔπαυσαν.
再者,显而易见的是,他们投奔我们先祖所寄托的希望并未落空。因为先祖们为了阵亡者而向底比斯人开战,又为了赫拉克勒斯之子嗣而向欧律斯透斯的军势开战;他们发兵征讨底比斯人,强令其将尸首交还亲属以便埋葬;又出兵迎击随欧律斯透斯入侵我国土的伯罗奔尼撒人,在战斗中大获全胜,制止了那厮的狂妄横暴。
θαυμαζόμενοι δὲ καὶ διὰ τὰς ἄλλας πράξεις, ἐκ τούτων τῶν ἔργων ἔτι μᾶλλον εὐδοκίμησαν. οὐ γὰρ παρὰ μικρὸν ἐποίησαν, ἀλλὰ τοσοῦτον τὰς τύχας ἑκατέρων μετήλλαξαν, ὥσθʼ ὁ μὲν ἱκετεύειν ἡμᾶς ἀξιώσας βίᾳ τῶν ἐχθρῶν ἅπανθʼ ὅσων ἐδεήθη διαπραξάμενος ἀπῆλθεν, Εὐρυσθεὺς δὲ βιάσασθαι προσδοκήσας αὐτὸς αἰχμάλωτος γενόμενος ἱκέτης ἠναγκάσθη καταστῆναι, καὶ τῷ μὲν ὑπερενεγκόντι τὴν ἀνθρωπίνην φύσιν, ὃς ἐκ Διὸς μὲν γεγονὼς ἔτι δὲ θνητὸς ὢν θεοῦ ῥώμην ἔσχε, τούτῳ μὲν ἐπιτάττων καὶ λυμαινόμενος ἅπαντα τὸν χρόνον διετέλεσεν, ἐπειδὴ δʼ εἰς ἡμᾶς ἐξήμαρτεν, εἰς τοσαύτην κατέστη μεταβολήν, ὥστʼ ἐπὶ τοῖς παισὶ τοῖς ἐκείνου γενόμενος ἐπονειδίστως τὸν βίον ἐτελεύτησεν.
先祖们本就因其他伟业而受人景仰,借由这些武功更赢得了远为显赫的声誉。他们所建树的绝非微不足道,而是如此剧烈地逆转了双方的命运,以至于那认为应当求告我们之人,竟能违抗敌人的意志,如愿办妥所请求的一切后离去;而原本指望以武力施暴的欧律斯透斯,自己反倒沦为俘虏,被迫沦为求告者;欧律斯透斯曾始终发号施令、百般凌辱那位超越了凡人天性之英雄——后者由宙斯所生,虽尚为凡躯却拥有神明般的力量——然而一旦他冒犯了我们,便遭遇了如此巨大的逆转,以至于落入那英雄子嗣的股掌之中,屈辱地结束了余生。
πολλῶν δʼ ὑπαρχουσῶν ἡμῖν εὐεργεσιῶν εἰς τὴν πόλιν τὴν Λακεδαιμονίων, περὶ ταύτης μόνης μοι συμβέβηκεν εἰπεῖν· ἀφορμὴν γὰρ λαβόντες τὴν διʼ ἡμῶν αὐτοῖς γενομένην σωτηρίαν οἱ πρόγονοι μὲν τῶν νῦν ἐν Λακεδαίμονι βασιλευόντων, ἔκγονοι δʼ Ἡρακλέους, κατῆλθον μὲν εἰς Πελοπόννησον, κατέσχον δʼ Ἄργος καὶ Λακεδαίμονα καὶ Μεσσήνην, οἰκισταὶ δὲ Σπάρτης ἐγένοντο, καὶ τῶν παρόντων ἀγαθῶν αὐτοῖς ἁπάντων ἀρχηγοὶ κατέστησαν.
尽管我们对拉刻代蒙人的城邦所施加的恩惠不胜枚举,但我在此恰好仅论及这一桩:正以通过我们为他们带来的救助为发端,如今在拉刻代蒙称王者的先祖、亦即赫拉克勒斯的后裔,才得以重返伯罗奔尼撒,占领了阿戈斯、拉刻代蒙和美塞尼亚,成为斯巴达的奠基者,并成为他们如今所享有的一切福祉的开创者。
ὧν ἐχρῆν ἐκείνους μεμνημένους2 μηδέποτʼ εἰς τὴν χώραν ταύτην εἰσβαλεῖν, ἐξ ἧς ὁρμηθέντες τοσαύτην εὐδαιμονίαν κατεκτήσαντο, μηδʼ εἰς κινδύνους καθιστάναι τὴν πόλιν τὴν ὑπὲρ τῶν παίδων τῶν Ἡρακλέους προκινδυνεύσασαν, μηδὲ τοῖς μὲν ἀπʼ ἐκείνου γεγονόσι διδόναι τὴν βασιλείαν, τὴν δὲ τῷ γένει τῆς σωτηρίας αἰτίαν οὖσαν δουλεύειν αὑτοῖς ἀξιοῦν.
他们本当谨记这些恩情,决不该入侵这片他们借以启程并获取如此巨大繁盛的土地,亦不该令那曾为赫拉克勒斯之子嗣赴汤蹈火的城邦陷入险境,更不该在将王位授予那英雄之后裔的同时,却妄图让拯救其全族的根源之邦臣服于他们。
εἰ δὲ δεῖ τὰς χάριτας καὶ τὰς ἐπιεικείας ἀνελόντας ἐπὶ τὴν ὑπόθεσιν πάλιν ἐπανελθεῖν καὶ τὸν ἀκριβέστατον τῶν λόγων εἰπεῖν, οὐ δή που πάτριόν ἐστιν ἡγεῖσθαι τοὺς ἐπήλυδας τῶν αὐτοχθόνων, οὐδὲ τοὺς εὖ παθόντας τῶν εὖ ποιησάντων, οὐδὲ τοὺς ἱκέτας γενομένους τῶν ὑποδεξαμένων.
然而,若必须摒除恩义与宽厚,重新回到根本论题,道出最为严正的道理,那么外来迁入者统辖土著之人,受恩者统辖施恩者,前来求告者统辖收容庇护者,断然绝非祖传之法则。
ἔτι δὲ συντομώτερον ἔχω δηλῶσαι περὶ αὐτῶν. τῶν μὲν γὰρ Ἑλληνίδων πόλεων, χωρὶς τῆς ἡμετέρας, Ἄργος καὶ Θῆβαι καὶ Λακεδαίμων καὶ τότʼ ἦσαν μέγισται καὶ νῦν ἔτι διατελοῦσι. φαίνονται δʼ ἡμῶν οἱ πρόγονοι τοσοῦτον ἁπάντων διενεγκόντες, ὥσθʼ ὑπὲρ μὲν Ἀργείων δυστυχησάντων Θηβαίοις, ὅτε μέγιστον ἐφρόνησαν, ἐπιτάττοντες,3 ὑπὲρ δὲ τῶν παίδων τῶν Ἡρακλέους Ἀργείους καὶ τοὺς ἄλλους Πελοποννησίους μάχῃ κρατήσαντες, ἐκ δὲ τῶν πρὸς Εὐρυσθέα κινδύνων τοὺς οἰκιστὰς καὶ τοὺς ἡγεμόνας τοὺς Λακεδαιμονίων διασώσαντες. ὥστε περὶ μὲν τῆς ἐν τοῖς Ἕλλησι δυναστείας οὐκ οἶδʼ ὅπως ἄν τις σαφέστερον ἐπιδεῖξαι δυνηθείη.
此外,关于这些事,我尚能作出更为简括的阐明。盖因在希腊各邦之中,除我国之外,阿戈斯、底比斯和拉刻代蒙无论在昔日还是如今皆为首屈一指者。然而我们的先祖显然超越了所有这些邦国如此之巨,以至于为受挫的阿戈斯人出头,在底比斯人最为狂妄不可一世之时向其发号施令;又为赫拉克勒斯之子嗣出头,在战斗中战胜了阿戈斯人及其他伯罗奔尼撒人,并从对抗欧律斯透斯的危难之中解救了拉刻代蒙人的建邦者与首领。因此,关于在希腊人当中的统治权,我不知还有谁能展现得比这更为昭彰。
- 58ἀποδοῦναι θάψαι τοὺς νεκροὺς τοῖς προσήκουσι
不定词 θάψαι 依附于动词 ἀποδοῦναι,表目的(“将遗体交还亲属以便埋葬”)。在希腊语中,表示给予、交付的动词后常接目的不定词。
- 62ὧν ἐχρῆν ἐκείνους μεμνημένους
关系代词 ὧν 指代前文所述的诸般恩惠,作为分词 μεμνημένους 的属格宾语。未完成过去时无人称动词 ἐχρῆν 表示过去未实现的应然义务(“本应当……”),其主语 ἐκείνους 与分词 μεμνημένους 均为对格并保持一致。
- 64ὥσθʼ ὑπὲρ μὲν Ἀργείων δυστυχησάντων Θηβαίοις, ὅτε μέγιστον ἐφρόνησαν, ἐπιτάττοντες
在引出结果从句的 ὥστε 之后,并未出现通常的不定词或直陈语气动词,而是接连使用了分词(ἐπιτάττοντες ... κρατήσαντες ... διασώσαντες)。这是由于受到主句主语(ἡμῶν οἱ πρόγονοι)以及主句补充性分词(φαίνονται ... διενεγκόντες)的语法吸引而产生的破格句法(anacoluthon),生动地描绘出先祖们的具体作为。
