- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:48-55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了雅典推崇言论与教化、使“希腊人”之名成为智慧而非血统标志的功绩,随后转向论述先祖历经的征战险阻、舍弃私利以扶弱济困的公义之举,并以阿德剌斯托斯等人的求告为例证。
καὶ λόγους ἐτίμησεν, ὧν πάντες μὲν ἐπιθυμοῦσι, τοῖς δʼ ἐπισταμένοις φθονοῦσι, συνειδυῖα μὲν ὅτι τοῦτο μόνον ἐξ ἁπάντων τῶν ζῴων ἴδιον ἔφυμεν ἔχοντες, καὶ διότι τούτῳ πλεονεκτήσαντες καὶ τοῖς ἄλλοις ἅπασιν αὐτῶν διηνέγκαμεν, ὁρῶσα δὲ περὶ μὲν τὰς ἄλλας πράξεις οὕτω ταραχώδεις οὔσας τὰς τύχας ὥστε πολλάκις ἐν αὐταῖς καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς ἀνοήτους κατορθοῦν, τῶν δὲ λόγων τῶν καλῶς καὶ τεχνικῶς ἐχόντων οὐ μετὸν τοῖς φαύλοις, ἀλλὰ ψυχῆς εὖ φρονούσης ἔργον ὄντας,1 καὶ τούς τε σοφοὺς καὶ τοὺς ἀμαθεῖς δοκοῦντας εἶναι ταύτῃ πλεῖστον ἀλλήλων διαφέροντας, ἔτι δὲ τοὺς εὐθὺς ἐξ ἀρχῆς ἐλευθέρως τεθραμμένους ἐκ μὲν ἀνδρίας καὶ πλούτου καὶ τῶν τοιούτων ἀγαθῶν οὐ γιγνωσκομένους, ἐκ δὲ τῶν λεγομένων μάλιστα καταφανεῖς γιγνομένους, καὶ τοῦτο σύμβολον τῆς παιδεύσεως ἡμῶν ἑκάστου πιστότατον ἀποδεδειγμένον, καὶ τοὺς λόγῳ καλῶς χρωμένους οὐ μόνον ἐν ταῖς αὑτῶν δυναμένους, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἐντίμους ὄντας.
此外,我们的城邦尊崇言论;言论是人人都渴望拥有、却又对精通者怀有嫉妒之物。城邦深知,在一切活物之中,唯有这一禀赋是我们生来独具的,且正因在这一点上占得优势,我们才在其余各方面皆超越了它们;城邦亦洞察到,在其他事务上,命运之变迁动荡不安,以至于明智者往往遭遇不幸,而愚钝者反倒功成名就;然而,优美而精湛的言论却绝非卑劣之辈所能染指,而是睿智心灵的造物;城邦还看到,贤哲之人与被视作愚昧之人,正是在这一点上相差最甚;更有甚者,自幼便受过自由人教育的人,并非通过勇敢、财富及诸如此类的善物得以辨识,而是通过其言论而彰显无遗,言论被证明是我们每个人受教育程度最可靠的标志;而且善用言论之人,不仅在自己的城邦内拥有权势,在其他邦人面前亦备受尊崇。
τοσοῦτον δʼ ἀπολέλοιπεν ἡ πόλις ἡμῶν περὶ τὸ φρονεῖν καὶ λέγειν τοὺς ἄλλους ἀνθρώπους, ὥσθʼ οἱ ταύτης μαθηταὶ τῶν ἄλλων διδάσκαλοι γεγόνασι, καὶ τὸ τῶν Ἑλλήνων ὄνομα πεποίηκε μηκέτι τοῦ γένους ἀλλὰ τῆς διανοίας δοκεῖν εἶναι,2 καὶ μᾶλλον Ἕλληνας καλεῖσθαι τοὺς τῆς παιδεύσεως τῆς ἡμετέρας ἢ τοὺς τῆς κοινῆς φύσεως μετέχοντας.
我们的城邦在智慧与言辞方面将其他人甩在身后如此之远,以至于她的门徒成为了其他人的导师;城邦使“希腊人”这一名称不再被视为属于血统,而是属于心智,使得分有我们教化的人,比起共享共同天性的人,更多地被称为希腊人。
ἵνα δὲ μὴ δοκῶ περὶ τὰ μέρη διατρίβειν ὑπὲρ ὅλων τῶν πραγμάτων ὑποθέμενος μηδʼ ἐκ τούτων ἐγκωμιάζειν τὴν πόλιν ἀπορῶν τὰ πρὸς τὸν πόλεμον αὐτὴν ἐπαινεῖν, ταῦτα μὲν εἰρήσθω μοι πρὸς τοὺς ἐπὶ τοῖς τοιούτοις φιλοτιμουμένους, ἡγοῦμαι δὲ τοῖς προγόνοις ἡμῶν οὐχ ἧττον ἐκ τῶν κινδύνων τιμᾶσθαι προσήκειν ἢ τῶν ἄλλων εὐεργεσιῶν.
然而,为了使我不致显得在确立了探讨全盘事务的论题后却耽搁于局部细节,亦不致显得因在战功方面乏词以赞美城邦、才转而借这些事大加歌颂,关于这些内容,权且算作我对那些以此类成就自豪之人所作的交代吧;而在我看来,我们的先祖因其经历的险阻而蒙受尊荣,丝毫不亚于其所施予的其他恩德。
οὐ γὰρ μικροὺς οὐδʼ ὀλίγους οὐδʼ ἀφανεῖς ἀγῶνας ὑπέμειναν, ἀλλὰ πολλοὺς καὶ δεινοὺς καὶ μεγάλους, τοὺς μὲν ὑπὲρ τῆς αὑτῶν χώρας, τοὺς δʼ ὑπὲρ τῆς τῶν ἄλλων ἐλευθερίας· ἅπαντα γὰρ τὸν χρόνον διετέλεσαν κοινὴν πόλιν παρέχοντες καὶ τοῖς ἀδικουμένοις ἀεὶ τῶν Ἑλλήνων ἐπαμύνουσαν.
因为他们经受的绝非细小、稀少或默默无闻的争斗,而是经历过众多、凶险且宏大的战斗,有的为了保卫自己的邦土,有的则是为了其他人的自由;因为在整个岁月中,他们始终让城邦对众人敞开,并不断向遭受不公的希腊人施以援手。
διὸ δὴ καὶ κατηγοροῦσί τινες ἡμῶν ὡς οὐκ ὀρθῶς βουλευομένων, ὅτι τοὺς ἀσθενεστέρους εἰθίσμεθα θεραπεύειν, ὥσπερ οὐ μετὰ τῶν ἐπαινεῖν βουλομένων ἡμᾶς τοὺς λόγους ὄντας τοὺς τοιούτους.3 οὐ γὰρ ἀγνοοῦντες ὅσον διαφέρουσιν αἱ μείζους τῶν συμμαχιῶν πρὸς τὴν ἀσφάλειαν οὕτως ἐβουλευόμεθα περὶ αὐτῶν, ἀλλὰ πολὺ τῶν ἄλλων ἀκριβέστερον εἰδότες τὰ συμβαίνοντʼ ἐκ τῶν τοιούτων ὅμως ᾑρούμεθα τοῖς ἀσθενεστέροις καὶ παρὰ τὸ συμφέρον βοηθεῖν μᾶλλον ἢ τοῖς κρείττοσι τοῦ λυσιτελοῦντος ἕνεκα συναδικεῖν.
正因如此,甚至有些人指责我们谋划不当,因为我们惯于庇护弱小,这番说辞倒仿佛不是站在欲赞扬我们之人的立场上似的!因为我们并非不知晓结成更强大的同盟对于自身安全具有何等重大的差异,才在此类事务上作出如此抉择;而是比其他人远为精确地通晓由这种同盟所招致的后果,却仍然宁愿违背自身的现实利益去援助弱小,也不愿为了蝇头小利而与强权同流合污、为非作歹。
γνοίη δʼ ἄν τις καὶ τὸν τρόπον καὶ τὴν ῥώμην τὴν τῆς πόλεως ἐκ τῶν ἱκετειῶν, ἃς ἤδη τινὲς ἡμῖν ἐποιήσαντο. τὰς μὲν οὖν ἢ νεωστὶ γεγενημένας ἢ περὶ μικρῶν ἐλθούσας παραλείψω· πολὺ δὲ πρὸ τῶν Τρωϊκῶν (ἐκεῖθεν γὰρ δίκαιον τὰς πίστεις λαμβάνειν τοὺς ὑπὲρ τῶν πατρίων ἀμφισβητοῦντας) ἦλθον οἵ θʼ Ἡρακλέους παῖδες καὶ μικρὸν πρὸ τούτων Ἄδραστος ὁ Ταλαοῦ, βασιλεὺς ὢν Ἄργους, οὗτος μὲν ἐκ τῆς στρατείας τῆς ἐπὶ Θήβας δεδυστυχηκώς, καὶ τοὺς ὑπὸ τῇ Καδμείᾳ τελευτήσαντας αὐτὸς μὲν οὐ δυνάμενος ἀνελέσθαι, τὴν δὲ πόλιν ἀξιῶν βοηθεῖν ταῖς κοιναῖς τύχαις καὶ μὴ περιορᾶν τοὺς ἐν τοῖς πολέμοις ἀποθνήσκοντας ἀτάφους γιγνομένους μηδὲ παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον,
任何人亦可从昔日人们向我们提出的那些求告中,获知我们城邦的品性与威力。那些近期发生或因琐事而来的求告,我姑且不论;但在特洛伊之役发生前很久(盖因凡为祖先的古老权利争辩之人,理当从那个时代汲取凭据),赫拉克勒斯的后嗣,以及在此之前不久阿戈斯之王、塔拉俄斯之子阿德剌斯托斯便曾前来到访;阿德剌斯托斯在对底比斯的远征中兵败受挫,自己无力收殓战死在卡德墨亚城下的阵亡者,因而恳请我们的城邦援助这共同的厄运,不要坐视战死沙场之人曝尸荒野,亦不要坐视古老的习俗与祖传的法度被废弛毁灭。
- 48τῶν δὲ λόγων τῶν καλῶς καὶ τεχνικῶς ἐχόντων οὐ μετὸν τοῖς φαύλοις, ἀλλὰ ψυχῆς εὖ φρονούσης ἔργον ὄντας
οὐ μετὸν 是无人称动词 μέτεστι 的中性单数宾格补足分词,受 ὁρῶσα 支配并与前文 οὔσας τὰς τύχας 以 μὲν ... δέ 并列对举(意为“看到卑劣之辈无份分有……”)。随后的 ὄντας 同样作为受 ὁρῶσα 支配的宾格补足分词,从前文属格 τῶν λόγων 中承接逻辑主语(指言论)而转为阳性复数宾格,句式发生格的转换。
- 50τὸ τῶν Ἑλλήνων ὄνομα πεποίηκε μηκέτι τοῦ γένους ἀλλὰ τῆς διανοίας δοκεῖν εἶναι
不定词 εἶναι 后的属格 τοῦ γένους 与 τῆς διανοίας 为表语性属格,表示所属或特征(“属于血统 / 属于智识”)。整句由 ποιέω 支配宾语补足不定词 δοκεῖν 构成使役结构。
- 53ὥσπερ οὐ μετὰ τῶν ἐπαινεῖν βουλομένων ἡμᾶς τοὺς λόγους ὄντας τοὺς τοιούτους
由 ὥσπερ 引导的宾格绝对分词结构(主语为宾格 τοὺς λόγους τοὺς τοιούτους,分词为 ὄντας)。介词短语 μετὰ τῶν ... βουλομένων 充当表语,意为“仿佛此类论点并非站在欲赞美我们的人一边”。
