← 伊索克拉底

泛希腊盛会演说

§40-47

技艺与贸易的繁荣以及哲学的创立

演说者阐述了雅典在确立司法制度、传播技艺、依托比雷埃夫斯港促进全希腊贸易、举办无与伦比的节庆文体盛会,以及首创哲学以启迪和规范人类生活方面的卓越功绩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40

δῆλον δʼ ἐκεῖθεν· οἱ γὰρ ἐν ἀρχῇ περὶ τῶν φονικῶν ἐγκαλέσαντες, καὶ βουληθέντες μετὰ λόγου καὶ μὴ μετὰ βίας διαλύσασθαι τὰ πρὸς ἀλλήλους, ἐν τοῖς νόμοις τοῖς ἡμετέροις τὰς κρίσεις ἐποιήσαντο περὶ αὐτῶν. καὶ μὲν δὴ καὶ τῶν τεχνῶν τάς τε πρὸς τἀναγκαῖα τοῦ βίου χρησίμας καὶ τὰς πρὸς ἡδονὴν μεμηχανημένας, τὰς μὲν εὑροῦσα τὰς δὲ δοκιμάσασα χρῆσθαι τοῖς ἄλλοις παρέδωκεν.

这一点从以下方面便昭然若揭:因为当初那些就杀人案提出控告、并希望通过理性而非暴力来解决彼此纠纷的人,正是依照我们的法律对这些案件进行了审理。更有甚者,在各项技艺中,无论是对生活之必需有用的技艺,还是为了享乐而设计出的技艺,城邦或亲自发明,或经检验合格,皆交付给其他人去使用。

§41

τὴν τοίνυν ἄλλην διοίκησιν οὕτω φιλοξένως κατεσκευάσατο καὶ πρὸς ἅπαντας οἰκείως, ὥστε καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαῦσαι τῶν ὑπαρχόντων ἐπιθυμοῦσιν ἀμφοτέροις ἁρμόττειν, καὶ μήτε τοῖς εὐδαιμονοῦσι μήτε τοῖς δυστυχοῦσιν ἐν ταῖς αὑτῶν ἀχρήστως ἔχειν, ἀλλʼ ἑκατέροις αὐτῶν εἶναι παρʼ ἡμῖν, τοῖς μὲν ἡδίστας διατριβάς, τοῖς δὲ ἀσφαλεστάτην καταφυγήν.

此外,城邦对其余事务的管理安排得如此好客且对所有人都亲善随和,以至于它既适合那些匮乏财物的人,也适合那些渴望享受现有财富的人;无论对于在本土境遇通达的人还是不幸的人,城邦都不让他们感到无处立足,而是使他们双方在我们这里各有所得——对于前者是最惬意的消遣,对于后者则是最安全的庇护所。

§42

ἔτι δὲ τὴν χώραν οὐκ αὐτάρκη κεκτημένων ἑκάστων, ἀλλὰ τὰ μὲν ἐλλείπουσαν τὰ δὲ πλείω τῶν ἱκανῶν φέρουσαν, καὶ πολλῆς ἀπορίας οὔσης τὰ μὲν ὅπου χρὴ διαθέσθαι τὰ δʼ ὁπόθεν εἰσαγαγέσθαι, καὶ ταύταις ταῖς συμφοραῖς ἐπήμυνεν· ἐμπόριον γὰρ ἐν μέσῳ τῆς Ἑλλάδος τὸν Πειραιᾶ κατεσκευάσατο, τοσαύτην ἔχονθʼ ὑπερβολήν, ὥσθʼ ἃ παρὰ τῶν ἄλλων ἓν παρʼ ἑκάστων χαλεπόν ἐστι λαβεῖν, ταῦθʼ ἅπαντα παρʼ αὐτῆς ῥᾴδιον εἶναι πορίσασθαι.

再者,当各邦所拥有的土地皆不能自给自足,而是某些物资匮乏,另一些物资却生产过剩,人们在将过剩物资销往何处以及从何处进口匮乏物资方面面临极大困难时,城邦也对这些困境施以救助;因为城邦在希腊正中修建了比雷埃夫斯作为商埠,其优越富足至于如此境地:凡是从其他各个地方难以零星购得的物品,全部都能从这里轻易置办齐备。

§43

τῶν τοίνυν τὰς πανηγύρεις καταστησάντων δικαίως ἐπαινουμένων1 ὅτι τοιοῦτον ἔθος ἡμῖν παρέδοσαν, ὥστε σπεισαμένους πρὸς ἀλλήλους καὶ τὰς ἔχθρας τὰς ἐνεστηκυίας διαλυσαμένους συνελθεῖν εἰς ταὐτόν, καὶ μετὰ ταῦτʼ εὐχὰς καὶ θυσίας κοινὰς ποιησαμένους ἀναμνησθῆναι μὲν τῆς συγγενείας τῆς πρὸς ἀλλήλους ὑπαρχούσης, εὐμενεστέρως δʼ εἰς τὸν λοιπὸν χρόνον διατεθῆναι πρὸς ἡμᾶς αὐτούς, καὶ τάς τε παλαιὰς ξενίας ἀνανεώσασθαι καὶ καινὰς ἑτέρας ποιήσασθαι, καὶ μήτε τοῖς ἰδιώταις μήτε τοῖς διενεγκοῦσι τὴν φύσιν ἀργὸν εἶναι τὴν διατριβήν, ἀλλʼ ἀθροισθέντων τῶν Ἑλλήνων ἐγγενέσθαι τοῖς μὲν ἐπιδείξασθαι τὰς αὑτῶν εὐτυχίας, τοῖς δὲ θεάσασθαι τούτους πρὸς ἀλλήλους ἀγωνιζομένους,2 καὶ μηδετέρους ἀθύμως διάγειν, ἀλλʼ ἑκατέρους ἔχειν ἐφʼ οἷς φιλοτιμηθῶσιν, οἱ μὲν ὅταν ἴδωσι τοὺς ἀθλητὰς αὑτῶν ἕνεκα πονοῦντας, οἱ δʼ ὅταν ἐνθυμηθῶσιν ὅτι πάντες ἐπὶ τὴν σφετέραν θεωρίαν ἥκουσι, -- τοσούτων τοίνυν ἀγαθῶν διὰ τὰς συνόδους ἡμῖν γιγνομένων οὐδʼ ἐν τούτοις ἡ πόλις ἡμῶν ἀπελείφθη.

因此,那些创办全希腊节庆集会的人理应受到赞扬,因为他们向我们传下了这样的习俗:使我们能够彼此缔结休战,消除现存的怨仇,聚集在同一地点;在此之后,共同作祈祷和献祭,既重温彼此之间本就存在的亲族情谊,又使我们在今后的岁月里以更加仁善的态度对待彼此,既重修旧日的宾客之谊,又缔结新的交情;而且无论对于普通平民还是天赋异禀之人,这段时光都不会虚度:当希腊人汇聚一堂时,后者得以展现自身的出众资质,前者得以观赏这些精英彼此争胜较量;双方都不会意兴阑珊地度过光阴,而是各自皆有引以为傲之物——平民看到健儿们为了取悦他们而奋力拼搏,健儿们则想到所有人都是为了观赏他们而汇聚于此——因此,尽管通过这些聚会为我们带来了如此之多的善物,但在这些事情上,我们的城邦也未曾落于人后。

§45

καὶ γὰρ θεάματα πλεῖστα καὶ κάλλιστα κέκτηται, τὰ μὲν ταῖς δαπάναις ὑπερβάλλοντα, τὰ δὲ κατὰ τὰς τέχνας εὐδοκιμοῦντα, τὰ δʼ ἀμφοτέροις τούτοις διαφέροντα, καὶ τὸ πλῆθος τῶν εἰσαφικνουμένων ὡς ἡμᾶς τοσοῦτόν ἐστιν, ὥστʼ εἴ τι ἐν τῷ πλησιάζειν ἀλλήλοις ἀγαθόν ἐστι, καὶ τοῦθʼ ὑπʼ αὐτῆς περιειλῆφθαι. πρὸς δὲ τούτοις καὶ φιλίας εὑρεῖν πιστοτάτας καὶ συνουσίαις ἐντυχεῖν παντοδαπωτάταις μάλιστα παρʼ ἡμῖν ἔστιν, ἔτι δʼ ἀγῶνας ἰδεῖν, μὴ μόνον τάχους καὶ ῥώμης, ἀλλὰ καὶ λόγων καὶ γνώμης καὶ τῶν ἄλλων ἔργων ἁπάντων, καὶ τούτων ἆθλα μέγιστα.

因为城邦拥有数量最多、最为壮丽的盛观,有的耗资巨大无与伦比,有的以技艺精湛而闻名,有的兼具两者之长;来到我们这里的人数之众,以至于如果人与人之间的交往中蕴含着任何益处,这也早已被城邦囊括无遗。除此以外,寻得最忠诚的友谊、遇到最多样化的交往,在我们这里尤为可能;更有甚者,还能目睹不仅关乎速度与力量、亦关乎言论、智慧及所有其他技艺的竞赛,以及为之设立的最高奖赏。

§46

πρὸς γὰρ οἷς αὐτὴ τίθησι, καὶ τοὺς ἄλλους διδόναι συναναπείθει· τὰ γὰρ ὑφʼ ἡμῶν κριθέντα τοσαύτην λαμβάνει δόξαν ὥστε παρὰ πᾶσιν ἀνθρώποις ἀγαπᾶσθαι. χωρὶς δὲ τούτων αἱ μὲν ἄλλαι πανηγύρεις διὰ πολλοῦ χρόνου συλλεγεῖσαι ταχέως διελύθησαν, ἡ δʼ ἡμετέρα πόλις ἅπαντα τὸν αἰῶνα τοῖς ἀφικνουμένοις πανήγυρίς ἐστιν.

因为除了城邦自身设立的奖赏之外,她还劝服其他人一同提供;盖因经我们评定之人与事,皆享有崇高的声誉,以致受到全人类的珍视。除此以外,其他集会历经漫长岁月方才汇聚一次,随即又匆匆散去,而我们的城邦对于来访者而言,却是一座永不落幕的节庆之城。

§47

φιλοσοφίαν τοίνυν, ἣ πάντα ταῦτα συνεξεῦρε καὶ συγκατεσκεύασε,3 καὶ πρός τε τὰς πράξεις ἡμᾶς ἐπαίδευσε καὶ πρὸς ἀλλήλους ἐπράϋνε, καὶ τῶν συμφορῶν τάς τε διʼ ἀμαθίαν καὶ τὰς ἐξ ἀνάγκης γιγνομένας διεῖλε, καὶ τὰς μὲν φυλάξασθαι τὰς δὲ καλῶς ἐνεγκεῖν ἐδίδαξεν, ἡ πόλις ἡμῶν κατέδειξε,

进一步说,正是我们的城邦将哲学昭示于世——哲学协助探求并筹划了所有这些事物,既在行动上教育了我们,又使我们在相处中温和友善,并将因无知而造成的灾祸与出于必然的灾难区分开来,教导我们要防范前者,而体面地忍受后者。

语法注3 条
  1. 43τῶν τοίνυν τὰς πανηγύρεις καταστησάντων δικαίως ἐπαινουμένων

    句首的 τῶν ... καταστησάντων 构成独立属格结构,引出由 ὅτι 从句及一系列不定式(συνελθεῖν, ἀναμνησθῆναι 等)构成的长句,并在下文中通过总结性的独立属格 τοσούτων τοίνυν ἀγαθῶν ... γιγνομένων 得到呼应。全句骨架在意义上与主句形成让步性对比:“尽管那些确立节日集会的人理应受赞……但我们的城邦在这些方面亦未甘落后”。

  2. 44τοῖς μὲν ἐπιδείξασθαι τὰς αὑτῶν εὐτυχίας, τοῖς δὲ θεάσασθαι τούτους πρὸς ἀλλήλους ἀγωνιζομένους

    关于 τοῖς μὲν 与 τοῖς δὲ 与前文 μήτε τοῖς ἰδιώταις μήτε τοῖς διενεγκοῦσι τὴν φύσιν 的对应关系:结合下文的具体语境(普通人观看选手拼搏,选手意识到众人为自己而来)可知,此处采用交错对应(倒序),τοῖς μὲν 指代天赋过人者(展现其资质与幸运),τοῖς δὲ 则指代普通民众(观赏他人角逐)。

  3. 47φιλοσοφίαν τοίνυν, ἣ πάντα ταῦτα συνεξεῦρε καὶ συγκατεσκεύασε

    句首的 φιλοσοφίαν 是后方主要动词 κατέδειξε(“向世人昭示/首倡”)的直接宾语,采用了剧烈的倒装前置(hyperbaton)。从关系代词 ἣ 开始的关系从句通过多重并列详述了哲学的教化功用,直到句末才最终出现主句的主语 ἡ πόλις ἡμῶν 与主谓语 κατέδειξε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:40-47