← 伊索克拉底

泛希腊盛会演说

§31-39

雅典的殖民开拓与确立文明秩序的恩惠

演说者指出诸城邦奉献初熟谷物的事实作为雅典古昔恩惠的明证,并进一步论证了雅典通过开创殖民驱逐蛮族、拓展希腊人生存空间,以及创设法律与政制以确立文明秩序的领导权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

αἱ μὲν γὰρ πλεῖσται τῶν πόλεων ὑπόμνημα τῆς παλαιᾶς εὐεργεσίας ἀπαρχὰς τοῦ σίτου καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ὡς ἡμᾶς ἀποπέμπουσι, ταῖς δʼ ἐκλειπούσαις πολλάκις ἡ Πυθία προσέταξεν ἀποφέρειν τὰ μέρη τῶν καρπῶν καὶ ποιεῖν πρὸς τὴν πόλιν τὴν ἡμετέραν τὰ πάτρια. καίτοι περὶ τίνων χρὴ μᾶλλον πιστεύειν ἢ περὶ ὧν ὅ τε θεὸς ἀναιρεῖ καὶ πολλοῖς τῶν Ἑλλήνων συνδοκεῖ, καὶ τά τε πάλαι ῥηθέντα τοῖς παροῦσιν ἔργοις συμμαρτυρεῖ, καὶ τὰ νῦν γιγνόμενα τοῖς ὑπʼ ἐκείνων εἰρημένοις ὁμολογεῖ; χωρὶς δὲ τούτων, ἢν ἅπαντα ταῦτʼ ἐάσαντες ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν, εὑρήσομεν ὅτι τὸν βίον οἱ πρῶτοι φανέντες ἐπὶ γῆς οὐκ εὐθὺς οὕτως ὥσπερ νῦν ἔχοντα κατέλαβον, ἀλλὰ κατὰ μικρὸν αὐτοὶ συνεπορίσαντο. τίνας οὖν χρὴ μᾶλλον νομίζειν ἢ δωρεὰν παρὰ τῶν θεῶν λαβεῖν ἢ ζητοῦντας αὐτοὺς ἐντυχεῖν;1

因为大多数城邦每年都将粮食的初熟之物送往我们这里,作为对古昔恩惠的纪念;而对于那些遗漏了这一义务的城邦,皮提娅屡次吩咐它们缴纳农作物的应分份额,并向我们的城邦履行祖传的义务。然而,究竟在何种事情上人们更应当信服,难道不正是神明降下神谕、多数希腊人皆予赞同、古老的传闻共同为现下的事实作证、且如今发生的事情与先人所说的话完全相符的事情吗?除此以外,如果我们抛开所有这些,从开端加以考察,我们便会发现,最初出现在大地上的人们,并非立刻就获得了如同今日这般的生活,而是自己一点一滴逐渐筹措而成的。那么,究竟更应当认为是谁,或者从神明那里领受了这恩赐,或者通过自身的探求而发现了它呢?

§33

οὐ τοὺς ὑπὸ πάντων ὁμολογουμένους καὶ πρώτους γενομένους καὶ πρός τε τὰς τέχνας εὐφυεστάτους ὄντας καὶ πρὸς τὰ τῶν θεῶν εὐσεβέστατα διακειμένους; καὶ μὴν ὅσης προσήκει τιμῆς τυγχάνειν τοὺς τηλικούτων ἀγαθῶν αἰτίους, περίεργον διδάσκειν· οὐδεὶς γὰρ ἂν δύναιτο δωρεὰν τοσαύτην τὸ μέγεθος εὑρεῖν, ἥ τις ἴση τοῖς πεπραγμένοις ἐστίν.

难道不正是公认最先诞生、于诸项技艺上最富天赋、且对神明之事最为虔敬的那些人吗?更有甚者,对于造就了如此浩大善物的人理应获得何等崇高的荣誉,实无需多费口舌予以教导;因为谁也找不到一份在规模上足以与所建事迹相匹敌的厚礼。

§34

περὶ μὲν οὖν τοῦ μεγίστου τῶν εὐεργετημάτων καὶ πρώτου γενομένου καὶ πᾶσι κοινοτάτου ταῦτʼ εἰπεῖν ἔχομεν· περὶ δὲ τοὺς αὐτοὺς χρόνους ὁρῶσα τοὺς μὲν βαρβάρους τὴν πλείστην τῆς χώρας κατέχοντας, τοὺς δʼ Ἕλληνας εἰς μικρὸν τόπον κατακεκλειμένους καὶ διὰ σπανιότητα τῆς γῆς ἐπιβουλεύοντάς τε σφίσιν αὐτοῖς καὶ στρατείας ἐπʼ ἀλλήλους ποιουμένους, καὶ τοὺς μὲν διʼ ἔνδειαν τῶν καθʼ ἡμέραν τοὺς δὲ διὰ τὸν πόλεμον ἀπολλυμένους, οὐδὲ ταῦθʼ οὕτως ἔχοντα περιεῖδεν, ἀλλʼ ἡγεμόνας εἰς τὰς πόλεις ἐξέπεμψεν, οἳ παραλαβόντες τοὺς μάλιστα βίου δεομένους, στρατηγοὶ καταστάντες αὐτῶν καὶ πολέμῳ κρατήσαντες τοὺς βαρβάρους, πολλὰς μὲν ἐφʼ ἑκατέρας τῆς ἠπείρου πόλεις ἔκτισαν, ἁπάσας δὲ τὰς νήσους κατῴκισαν, ἀμφοτέρους δὲ καὶ τοὺς ἀκολουθήσαντας καὶ τοὺς ὑπομείναντας ἔσωσαν·

因此,关于最伟大、发生得最早且对所有人最为普遍的恩惠,我们所能说的就是这些。大约在同一时期,城邦看到蛮族占据了绝大部分土地,而希腊人则被困于狭小的疆域之内,由于土地匮乏而彼此图谋并互相攻伐,一部分人因缺乏日常口粮而丧生,另一部分人则死于战争,城邦并没有坐视局势如此发展,而是向各城邦派出了领袖。

§36

τοῖς μὲν γὰρ ἱκανὴν τὴν οἴκοι χώραν κατέλιπον, τοῖς δὲ πλείω τῆς ὑπαρχούσης ἐπόρισαν· ἅπαντα γὰρ περιεβάλοντο τὸν τόπον, ὃν νῦν τυγχάνομεν κατέχοντες. ὥστε καὶ τοῖς ὕστερον βουληθεῖσιν ἀποικίσαι τινὰς καὶ μιμήσασθαι τὴν πόλιν τὴν ἡμετέραν πολλὴν ῥᾳστώνην ἐποίησαν· οὐ γὰρ αὐτοὺς ἔδει κτωμένους χώραν διακινδυνεύειν, ἀλλʼ εἰς τὴν ὑφʼ ἡμῶν ἀφορισθεῖσαν, εἰς ταύτην οἰκεῖν ἰόντας.2 καίτοι τίς ἂν ταύτης ἡγεμονίαν ἐπιδείξειεν ἢ πατριωτέραν, τῆς πρότερον γενομένης πρὶν τὰς πλείστας οἰκισθῆναι τῶν Ἑλληνίδων πόλεων,3 ἢ μᾶλλον συμφέρουσαν, τῆς τοὺς μὲν βαρβάρους ἀναστάτους ποιησάσης, τοὺς δʼ Ἕλληνας εἰς τοσαύτην εὐπορίαν προαγαγούσης;

他们收容了那些最缺乏生计的人,作为他们的统帅,通过战争征服了蛮族,在两块大陆上建立了许多城邦,殖民了所有的岛屿,从而既拯救了追随出征的人,也拯救了留守本土的人;因为对于后者,他们留下了足够的家乡土地,而对于前者,他们则提供了比原本拥有的更为广阔的疆域;因为他们包揽了我们如今所占有的全部领土。因此,对于后来那些希望建立殖民地并效仿我们城邦的人,他们也提供了极大的便利;因为他们无须为了获取土地而亲自冒生命危险,而只需前往由我们划定疆界的土地,去那里定居即可。然而,谁能指出有哪一种领导权比这更为古老——它在希腊大多数城邦建立之前便已形成;或者有哪一种领导权比这更有益处——它使蛮族流离失所,而使希腊人走向了如此的繁荣富足?

§38

οὐ τοίνυν, ἐπειδὴ τὰ μέγιστα συνδιέπραξε, τῶν ἄλλων ὠλιγώρησεν, ἀλλʼ ἀρχὴν μὲν ταύτην ἐποιήσατο τῶν εὐεργεσιῶν, τροφὴν τοῖς δεομένοις εὑρεῖν, ἥνπερ χρὴ τοὺς μέλλοντας καὶ περὶ τῶν ἄλλων καλῶς διοικήσειν, ἡγουμένη δὲ τὸν βίον τὸν ἐπὶ τούτοις μόνον οὔπω τοῦ ζῆν ἐπιθυμεῖν ἀξίως ἔχειν4 οὕτως ἐπεμελήθη καὶ τῶν λοιπῶν, ὥστε τῶν παρόντων τοῖς ἀνθρώποις ἀγαθῶν, ὅσα μὴ παρὰ θεῶν ἔχομεν ἀλλὰ διʼ ἀλλήλους ἡμῖν γέγονε, μηδὲν μὲν ἄνευ τῆς πόλεως τῆς ἡμετέρας εἶναι, τὰ δὲ πλεῖστα διὰ ταύτην γεγενῆσθαι.

因此,城邦并没有因为协助完成了这些最重大的事业就轻视其余的事情,而是以这件恩惠作为开端,即为匮乏者寻找口粮,这正是打算把其余事情治理妥善的人所应当做的;城邦认为仅凭这些维持的生命尚不足以让人产生渴望活下去的价值,于是对其余的事情也给予了如此充分的关照,以至于在如今人类所享有的善物中,凡不是由神明赋予而是通过彼此互助而形成的,没有一样不仰仗我们的城邦而存在,并且绝大多数都是通过它才得以产生的。

§39

παραλαβοῦσα γὰρ τοὺς Ἕλληνας ἀνόμως ζῶντας καὶ σποράδην οἰκοῦντας, καὶ τοὺς μὲν ὑπὸ δυναστειῶν ὑβριζομένους τοὺς δὲ διʼ ἀναρχίαν ἀπολλυμένους, καὶ τούτων τῶν κακῶν αὐτοὺς ἀπήλλαξε, τῶν μὲν κυρία γενομένη, τοῖς δʼ αὑτὴν παράδειγμα ποιήσασα· πρώτη γὰρ καὶ νόμους ἔθετο καὶ πολιτείαν κατεστήσατο.

因为城邦接纳了那些生活在无秩序之中且散居各处、一部分人受专制权势凌辱、另一部分人因无政府状态而毁灭的希腊人,通过成为一部分人的统治者,并将自己树立为另一部分人的典范,使他们也摆脱了这些灾祸;因为正是我们的城邦最先制定了法律并确立了政制。

语法注4 条
  1. 32τίνας οὖν χρὴ μᾶλλον νομίζειν ἢ δωρεὰν παρὰ τῶν θεῶν λαβεῖν ἢ ζητοῦντας αὐτοὺς ἐντυχεῖν;

    疑问代词宾格 τίνας 充当不定式 λαβεῖν 与 ἐντυχεῖν 的逻辑主语,整个结构受无人称动词 χρή 所支配的不定式 νομίζειν 控制。在 μᾶλλον 之后的 ἢ ... ἢ 构成两个平行选择项(“从神明那里领受”或“自行探求而发现”),全句为修辞疑问句:“那么究竟应当认为是谁(而非其他人),或者领受了神赐,或者自行探求而发现了生活所需呢?”

  2. 36οὐ γὰρ αὐτοὺς ἔδει κτωμένους χώραν διακινδυνεύειν, ἀλλʼ εἰς τὴν ὑφʼ ἡμῶν ἀφορισθεῖσαν, εἰς ταύτην οἰκεῖν ἰόντας.

    在无人称结构 οὐ γὰρ ... ἔδει 中,分词宾格短语 αὐτοὺς ... κτωμένους 和 ἰόντας 分别作为不定式 διακινδυνεύειν 与 οἰκεῖν 的逻辑主语。介词短语 εἰς τὴν ὑφʼ ἡμῶν ἀφορισθεῖσαν(前往由我们划定界限的土地)先出,随后紧跟指示代词 εἰς ταύτην 加以重申(复指倒置结构),突出了雅典人为后继殖民者所开辟之土地的现成与稳妥。

  3. 37τῆς πρότερον γενομένης πρὶν τὰς πλείστας οἰκισθῆναι τῶν Ἑλληνίδων πόλεων

    充当比较级 πατριωτέραν 的比较属格,对前文的 ταύτης [sc. τῆς ἡγεμονίας] 作同格补充说明(“比起在多数希腊城邦建立之前便已形成的这种领导权”)。其内部嵌套了 πρίν 引导的“宾格加不定式”结构(τὰς πλείστας ... οἰκισθῆναι)。

  4. 38ἡγουμένη δὲ τὸν βίον τὸν ἐπὶ τούτοις μόνον οὔπω τοῦ ζῆν ἐπιθυμεῖν ἀξίως ἔχειν

    由分词 ἡγουμένη 引出的“宾格加不定式”宾语从句。主语为 τὸν βίον τὸν ἐπὶ τούτοις μόνον(仅依凭这些[维持]的生活),主要不定式为 ἀξίως ἔχειν(处于配得……的状态)。带冠词的属格不定式 τοῦ ζῆν ἐπιθυμεῖν(渴望活着)依附于副词 ἀξίως,整体意为“尚不足以让人产生渴望活下去的价值”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:31-39