- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:22-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底从雅典原住民的身份以及最古老纯正的血统出发,论证了其霸权的正当性,进而阐述雅典对全人类的最初重大恩惠:将德墨忒尔赐予的农耕技术与厄琉息斯秘仪无私地分享给全人类。
τοῦτο δʼ εἴ τινες ταύτην μὲν μὴ νομίζουσι δικαίαν εἶναι τὴν κρίσιν,1 ἀλλὰ πολλὰς τὰς μεταβολὰς γίγνεσθαι (τὰς γὰρ δυναστείας οὐδέποτε τοῖς αὐτοῖς παραμένειν), ἀξιοῦσι δὲ τὴν ἡγεμονίαν ἔχειν ὥσπερ ἄλλο τι γέρας ἢ τοὺς πρώτους τυχόντας ταύτης τῆς τιμῆς ἢ τοὺς πλείστων ἀγαθῶν αἰτίους τοῖς Ἕλλησιν ὄντας, ἡγοῦμαι καὶ τούτους εἶναι μεθʼ ἡμῶν·
另一方面,如果有些人不认为这种评判是正当的,反而认为局势常有变迁(因为权势绝不会长久留在同一人手中),并且主张正如任何其他特权一样,或者最先获得这一荣誉的人,或者给希腊人带来最多福祉的人,才应当拥有霸权,那么我认为这些人也是站在我们一边的。
ὅσῳ γὰρ ἄν τις πορρωτέρωθεν σκοπῇ περὶ τούτων ἀμφοτέρων, τοσούτῳ πλέον ἀπολείψομεν τοὺς ἀμφισβητοῦντας. ὁμολογεῖται μὲν γὰρ τὴν πόλιν ἡμῶν ἀρχαιοτάτην εἶναι καὶ μεγίστην καὶ παρὰ πᾶσιν ἀνθρώποις ὀνομαστοτάτην· οὕτω δὲ καλῆς τῆς ὑποθέσεως οὔσης, ἐπὶ τοῖς ἐχομένοις τούτων ἔτι μᾶλλον ἡμᾶς προσήκει τιμᾶσθαι.2
因为关于这两点,人们追溯得越深远,我们就越能将竞争对手远远抛在身后。因为人们公认,我们的城邦是最古老、最宏大、且在万民之中声名最显赫的;既然这一基石如此崇高,那么因紧随其后的各项事迹而使我们受到更为隆重的尊重,便是理所应当的。
ταύτην γὰρ οἰκοῦμεν οὐχ ἑτέρους ἐκβαλόντες οὐδʼ ἐρήμην καταλαβόντες οὐδʼ ἐκ πολλῶν ἐθνῶν μιγάδες συλλεγέντες, ἀλλʼ οὕτω καλῶς καὶ γνησίως γεγόναμεν, ὥστʼ ἐξ ἧσπερ ἔφυμεν, ταύτην ἔχοντες ἅπαντα τὸν χρόνον διατελοῦμεν, αὐτόχθονες ὄντες καὶ τῶν ὀνομάτων τοῖς αὐτοῖς, οἷσπερ τοὺς οἰκειοτάτους, τὴν πόλιν ἔχοντες προσειπεῖν·3 μόνοις γὰρ ἡμῖν τῶν Ἑλλήνων τὴν αὐτὴν τροφὸν καὶ πατρίδα καὶ μητέρα καλέσαι προσήκει. καίτοι χρὴ τοὺς εὐλόγως μέγα φρονοῦντας καὶ περὶ τῆς ἡγεμονίας δικαίως ἀμφισβητοῦντας καὶ τῶν πατρίων πολλάκις μεμνημένους τοιαύτην τὴν ἀρχὴν τοῦ γένους ἔχοντας φαίνεσθαι.
因为我们居于这片土地,既非驱逐了他人,亦非占领了荒芜之地,更非从众多民族中纠集而成的混杂之民;相反,我们的出身是如此高贵且纯正,以至于我们始终保有正是孕育了我们的那同一片土地,身为土著之民,并且能够用称呼至亲之人的完全相同的名字来呼唤我们的城邦;因为在全体希腊人中,唯有我们理应将同一片土地既称为乳母,又称为祖国,还称为母亲。然而,凡是理直气壮地心怀自豪、正当地争夺霸权并屡屡提及祖传特权之人,理当显明其种族的开端具有如此崇高的渊源。
τὰ μὲν οὖν ἐξ ἀρχῆς ὑπάρξαντα καὶ παρὰ τῆς τύχης δωρηθέντα τηλικαῦθʼ ἡμῖν τὸ μέγεθός ἐστιν· ὅσων δὲ τοῖς ἄλλοις ἀγαθῶν αἴτιοι γεγόναμεν, οὕτως ἂν κάλλιστʼ ἐξετάσαιμεν, εἰ τόν τε χρόνον ἀπʼ ἀρχῆς καὶ τὰς πράξεις τὰς τῆς πόλεως ἐφεξῆς διέλθοιμεν· εὑρήσομεν γὰρ αὐτὴν οὐ μόνον τῶν πρὸς τὸν πόλεμον κινδύνων ἀλλὰ καὶ τῆς ἄλλης κατασκευῆς, ἐν ᾗ κατοικοῦμεν καὶ μεθʼ ἧς πολιτευόμεθα καὶ διʼ ἣν ζῆν δυνάμεθα, σχεδὸν ἁπάσης αἰτίαν οὖσαν. ἀνάγκη δὲ προαιρεῖσθαι τῶν εὐεργεσιῶν μὴ τὰς διὰ μικρότητα διαλαθούσας καὶ κατασιωπηθείσας, ἀλλὰ τὰς διὰ τὸ μέγεθος ὑπὸ πάντων ἀνθρώπων καὶ πάλαι καὶ νῦν καὶ πανταχοῦ καὶ λεγομένας καὶ μνημονευομένας.
由此可见,从开端起就已具备并由命运所赐予的事物,对我们而言其规模是如此宏大;至于我们为其他人造就了多少善行福祉,如果我们从最初的年代开始,按顺序检阅本城邦的各项事迹,便能做出最好的考察。因为我们会发现,本城邦不仅是应对战争危难的源泉,而且也是其余几乎一切文明秩序的根源,我们安居于其中,依凭它治理政事,并仰仗它而得以生存。在这些恩惠之中,我们势必不能选取那些因微不足道而湮没无闻、被人默不作声忽略之事,而必须选取那些因其伟大而在往昔、当下和各处皆被全人类传诵与铭记的事业。
πρῶτον μὲν τοίνυν, οὗ πρῶτον ἡ φύσις ἡμῶν ἐδεήθη, διὰ τῆς πόλεως τῆς ἡμετέρας ἐπορίσθη· καὶ γὰρ εἰ μυθώδης ὁ λόγος γέγονεν, ὅμως αὐτῷ καὶ νῦν ῥηθῆναι προσήκει. Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ὅτʼ ἐπλανήθη τῆς Κόρης ἁρπασθείσης, καὶ πρὸς τοὺς προγόνους ἡμῶν εὐμενῶς διατεθείσης ἐκ τῶν εὐεργεσιῶν ἃς οὐχ οἷόν τʼ ἄλλοις ἢ τοῖς μεμυημένοις ἀκούειν, καὶ δούσης δωρεὰς διττὰς αἵπερ μέγισται τυγχάνουσιν οὖσαι, τούς τε καρπούς, οἳ τοῦ μὴ θηριωδῶς ζῆν ἡμᾶς αἴτιοι γεγόνασι, καὶ τὴν τελετήν, ἧς οἱ μετασχόντες περί τε τῆς τοῦ βίου τελευτῆς καὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους τὰς ἐλπίδας ἔχουσιν, οὕτως ἡ πόλις ἡμῶν οὐ μόνον θεοφιλῶς ἀλλὰ καὶ φιλανθρώπως ἔσχεν, ὥστε κυρία γενομένη τοσούτων ἀγαθῶν οὐκ ἐφθόνησε τοῖς ἄλλοις, ἀλλʼ ὧν ἔλαβεν ἅπασι μετέδωκεν. καὶ τὰ μὲν ἔτι καὶ νῦν καθʼ ἕκαστον τὸν ἐνιαυτὸν δείκνυμεν, τῶν δὲ συλλήβδην τάς τε χρείας καὶ τὰς ἐργασίας καὶ τὰς ὠφελίας τὰς ἀπʼ αὐτῶν γιγνομένας ἐδίδαξεν.4
首先,我们的人性所首先必需之物,正是通过我们的城邦得以提供的;因为即便这一说法已然带有神话色彩,然而在当下依然理当予以宣讲。盖因德墨忒尔在珀耳塞福涅被劫而流落各地时来到这片土地,并由于我们祖先所施与的那些除受秘仪启蒙者外不得听闻的恩惠而对他们心怀善意,并赠予了堪称最为重大的双重礼物——其一为农作物,它使我们不再过着野兽般的生活;其二为秘仪,参与其中的人对生命的终结以及永恒的未来皆怀有更为甘美的期望——彼时我们的城邦不仅深受神明眷顾,而且兼具仁爱之心,以至于在掌握了如此浩瀚的善物之后,并未对其他人心存嫉妒,反而将所获之物与所有人共享。关于秘仪,我们至今仍每年加以昭示;而关于农作物,城邦则全面传授了其用途、耕作方法以及由此而生的诸般益处。
καὶ τούτοις ἀπιστεῖν μικρῶν ἔτι προστεθέντων οὐδεὶς ἂν ἀξιώσειεν. πρῶτον μὲν γάρ, ἐξ ὧν ἄν τις καταφρονήσειε τῶν λεγομένων ὡς ἀρχαίων ὄντων, ἐκ τῶν αὐτῶν τούτων5 εἰκότως ἂν καὶ τὰς πράξεις γεγενῆσθαι νομίσειεν· διὰ γὰρ τὸ πολλοὺς εἰρηκέναι καὶ πάντας ἀκηκοέναι προσήκει μὴ καινὰ μὲν πιστὰ δὲ δοκεῖν εἶναι τὰ λεγόμενα περὶ αὐτῶν. ἔπειτʼ οὐ μόνον ἐνταῦθα καταφυγεῖν ἔχομεν, ὅτι τὸν λόγον καὶ τὴν φήμην ἐκ πολλοῦ παρειλήφαμεν, ἀλλὰ καὶ σημείοις μείζοσιν ἢ τούτοις ἔστιν ἡμῖν χρήσασθαι περὶ αὐτῶν.
若再略作补充,便绝不会有人认为可以对此产生怀疑。因为首先,有人可能正是因所言之事古老而予以蔑视,然而恰恰依据这些相同的理由,人们大可合情合理地认为这些事迹确实发生过;因为由于众口相传且万民皆知,关于它们所传诵的言辞虽不新颖,却理当显得确凿可信。其次,我们不仅可以托庇于我们自古便承袭了这一传说与名声,而且关于这些事,我们还能运用比这些更为重大的证据。
- 22τοῦτο δʼ εἴ τινες ταύτην μὲν μὴ νομίζουσι δικαίαν εἶναι τὴν κρίσιν
句首的 τοῦτο 与前文(第21/22节)中的 τοῦτο μὲν γάρ 相呼应,起到副词性的关联作用(τοῦτο δέ),意为“另一方面”或“其次”。由 εἴ τινες 引导的条件从句一直延续到 ἀξιοῦσι δέ...,主句的核心为 ἡγοῦμαι καὶ τούτους εἶναι μεθʼ ἡμῶν。
- 23ἐπὶ τοῖς ἐχομένοις τούτων ἔτι μᾶλλον ἡμᾶς προσήκει τιμᾶσθαι
在 ἐπὶ τοῖς ἐχομένοις τούτων 中,中动态分词 ἐχόμενα 支配属格 τούτων,意为“紧随……之后的”(时间或逻辑上接续的事物)。介词 ἐπί 接与格表示依据或理由,意为“依据紧随这些基础之后的事迹”。
- 24τῶν ὀνομάτων τοῖς αὐτοῖς, οἷσπερ τοὺς οἰκειοτάτους, τὴν πόλιν ἔχοντες προσειπεῖν
动词 προσειπεῖν 支配直接宾格 τὴν πόλιν 与与格短语 τῶν ὀνομάτων τοῖς αὐτοῖς(“用完全相同的称谓”,手段与格,τῶν ὀνομάτων 为部分属格)。随后的 οἷσπερ τοὺς οἰκειοτάτους 是比较结构中省略了 [προσειπεῖν ἔχομεν] 的紧缩表达。
- 29καὶ τὰ μὲν ἔτι καὶ νῦν καθʼ ἕκαστον τὸν ἐνιαυτὸν δείκνυμεν, τῶν δὲ συλλήβδην τάς τε χρείας καὶ τὰς ἐργασίας καὶ τὰς ὠφελίας τὰς ἀπʼ αὐτῶν γιγνομένας ἐδίδαξεν
τὰ μέν 与 τῶν δέ 分别对应前文提到的“双重礼物”(δωρεὰς διττάς)。中性复数宾格 τὰ μέν 指代秘仪(τελετή)及其仪式;属格 τῶν δέ(指代农作物 καρποί)作为部分属格/主题属格,与直接宾格短语 τάς τε χρείας καὶ τὰς ἐργασίας... 相关联。主语在 δείκνυμεν 中转为第一人称复数(“我们雅典人”),在 ἐδίδαξεν 中又恢复为第三人称单数(“城邦”)。
- 30ἐξ ὧν ἄν τις καταφρονήσειε τῶν λεγομένων ὡς ἀρχαίων ὄντων, ἐκ τῶν αὐτῶν τούτων
关系代词 ὧν 的先行词是主句中后置的指示词短语 ἐκ τῶν αὐτῶν τούτων。关系从句中使用了表示可能性的 ἄν 搭配祈愿语气 καταφρονήσειε,与主句中的结论 εἰκότως ἂν... νομίσειεν 形成修辞上的呼应与反转(“正是出于人们据以蔑视……的完全相同的缘由”)。
