← 伊索克拉底

泛希腊盛会演说

§12-21

雅典与斯巴达的和解及雅典领导权的理据

作者摒弃平庸的批评者并向严苛的听众宣告自己的承诺,指出希腊团结的关键在于雅典与斯巴达共享霸权,并表明将根据历史功绩论证雅典收复领导权的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

μὲν οὖν οὐ λελήθασιν ὅτι τούτους ἐπαινοῦσιν ὧν ἐγγὺς αὐτοὶ τυγχάνουσιν ὄντες· ἐμοὶ δʼ οὐδὲν πρὸς τοὺς τοιούτους ἀλλὰ πρὸς ἐκείνους ἐστί, τοὺς οὐδὲν ἀποδεξομένους τῶν εἰκῇ λεγομένων, ἀλλὰ δυσχερανοῦντας καὶ ζητήσοντας ἰδεῖν τι τοιοῦτον ἐν τοῖς ἐμοῖς, οἷον παρὰ τοῖς ἄλλοις οὐχ εὑρήσουσιν. πρὸς οὓς ἔτι μικρὸν ὑπὲρ ἐμαυτοῦ θρασυνάμενος, ἤδη περὶ τοῦ πράγματος ποιήσομαι τοὺς λόγους.

总之,我并非不知道他们赞赏的是那些水平与自己相近的人;然而我的对象不是这类人,而是那些绝不容纳任何信口之言、反会心生不满并寻求在我的言辞中看到某种在他处无法寻得之物的人。针对他们,容我再为自己稍作一番大胆的自白之后,便立即转入正题。

§13

τοὺς μὲν γὰρ ἄλλους ἐν τοῖς προοιμίοις ὁρῶ καταπραΰνοντας τοὺς ἀκροατάς, καὶ προφασιζομένους ὑπὲρ τῶν μελλόντων ῥηθήσεσθαι, καὶ λέγοντας τοὺς μὲν ὡς ἐξ ὑπογυίου γέγονεν αὐτοῖς ἡ παρασκευή, τοὺς δʼ ὡς χαλεπόν ἐστιν ἴσους τοὺς λόγους τῷ μεγέθει τῶν ἔργων ἐξευρεῖν.

因为我看到,其他人在序言中极力安抚听众,为即将陈述的内容寻找借口,他们有的宣称自己的准备仓促草就,有的则称难以找到足以匹敌功业之崇高的言辞。

§14

ἐγὼ δʼ ἢν μὴ καὶ τοῦ πράγματος ἀξίως εἴπω καὶ τῆς δόξης τῆς ἐμαυτοῦ καὶ τοῦ χρόνου, μὴ μόνον τοῦ περὶ τὸν λόγον ἡμῖν διατριφθέντος ἀλλὰ καὶ σύμπαντος οὗ βεβίωκα, παρακελεύομαι μηδεμίαν συγγνώμην ἔχειν, ἀλλὰ καταγελᾶν καὶ καταφρονεῖν· οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων οὐκ ἄξιός εἰμι πάσχειν,1 εἴπερ μηδὲν διαφέρων οὕτω μεγάλας ποιοῦμαι τὰς ὑποσχέσεις. περὶ μὲν οὖν τῶν ἰδίων ταῦτά μοι προειρήσθω. περὶ δὲ τῶν κοινῶν, ὅσοι μὲν εὐθὺς ἐπελθόντες διδάσκουσιν ὡς χρὴ διαλυσαμένους τὰς πρὸς ἡμᾶς αὐτοὺς ἔχθρας ἐπὶ τὸν βάρβαρον τραπέσθαι, καὶ διεξέρχονται τάς τε συμφορὰς τὰς ἐκ τοῦ πολέμου τοῦ πρὸς ἀλλήλους ἡμῖν γεγενημένας καὶ τὰς ὠφελείας τὰς ἐκ τῆς στρατείας τῆς ἐπʼ ἐκεῖνον ἐσομένας, ἀληθῆ μὲν λέγουσιν, οὐ μὴν ἐντεῦθεν ποιοῦνται τὴν ἀρχὴν ὅθεν ἂν μάλιστα συστῆσαι ταῦτα δυνηθεῖεν.

然而我自己,如果未能讲出既无愧于事态本身、又无愧于我自身的声誉以及我所花费的时间——不仅是我们在该言论上耗费的时间,更是我迄今为止度过的整个一生,我便要求大家绝不宽恕我,而是对我冷嘲热讽且蔑视有加;因为如果我毫无卓越之处却许下如此宏大的诺言,那么在所有的惩罚中,便没有任何一样是我不该承受的。 关于我个人的私事,便以此作为先导之辞。至于公众事务,凡是一上场就教导人们应当消解我们彼此间的仇恨、转而对抗蛮族,并详尽罗列我们因相互攻伐所遭受的灾祸以及因讨伐彼方所将获得的利益之人,他们所言固然属实,却未能从最能确立这些主张的起点出发。

§16

τῶν γὰρ Ἑλλήνων οἱ μὲν ὑφʼ ἡμῖν οἱ δʼ ὑπὸ Λακεδαιμονίοις εἰσίν· αἱ γὰρ πολιτεῖαι, διʼ ὧν οἰκοῦσι τὰς πόλεις, οὕτω τοὺς πλείστους αὐτῶν διειλήφασιν. ὅστις οὖν οἴεται τοὺς ἄλλους κοινῇ τι πράξειν ἀγαθόν, πρὶν ἂν τοὺς προεστῶτας αὐτῶν διαλλάξῃ, λίαν ἁπλῶς καὶ πόρρω τῶν πραγμάτων ἐστίν.

因为希腊人中,一部分归我们统领,另一部分则在拉刻代蒙人的统治之下;他们赖以安居城邦的政体,已经将他们的大多数如此划分。因此,若有人认为在调解其领袖之前,其余各邦能够共同成就任何善举,此人便极其幼稚,且远离实际政情。

§17

ἀλλὰ δεῖ τὸν μὴ μόνον ἐπίδειξιν ποιούμενον ἀλλὰ καὶ διαπράξασθαί τι βουλόμενον ἐκείνους τοὺς λόγους ζητεῖν, οἵ τινες τὼ πόλη τούτω2 πείσουσιν ἰσομοιρῆσαι πρὸς ἀλλήλας καὶ τάς θʼ ἡγεμονίας διελέσθαι καὶ τὰς πλεονεξίας ἃς νῦν παρὰ τῶν Ἑλλήνων ἐπιθυμοῦσιν αὑταῖς γίγνεσθαι, ταύτας παρὰ τῶν βαρβάρων ποιήσασθαι.

毋宁说,不仅企图做一番展示、而且期望有所建树的人,必须探求那些能够劝导这两个城邦彼此平分权益、分担霸权,并将如今渴望从希腊人身上获取的利益转向蛮族索取的论辞。

§18

τὴν μὲν οὖν ἡμετέραν πόλιν ῥᾴδιον ἐπὶ ταῦτα προαγαγεῖν, Λακεδαιμόνιοι δὲ νῦν μὲν ἔτι δυσπείστως ἔχουσι· παρειλήφασι γὰρ ψευδῆ λόγον, ὡς ἔστιν αὐτοῖς ἡγεῖσθαι πάτριον· ἢν δʼ ἐπιδείξῃ τις αὐτοῖς ταύτην τὴν τιμὴν ἡμετέραν οὖσαν μᾶλλον ἢ ʼκείνων, τάχʼ ἂν ἐάσαντες τὸ διακριβοῦσθαι περὶ τούτων ἐπὶ τὸ συμφέρον ἔλθοιεν.

我们的城邦固然易于被引导至此,但拉刻代蒙人如今却依然难以劝服;因为他们承袭了一种错误的观念,认为由他们领导乃是祖传之权。但如果有人向他们指出,这项荣誉比起他们更属于我们,他们或许就会放弃对此事的过分计较,转而求取实际的利益。

§19

ἐχρῆν μὲν οὖν καὶ τοὺς ἄλλους ἐντεῦθεν ἄρχεσθαι καὶ μὴ πρότερον περὶ τῶν ὁμολογουμένων συμβουλεύειν, πρὶν περὶ τῶν ἀμφισβητουμένων ἡμᾶς ἐδίδαξαν·3 ἐμοὶ δʼ οὖν ἀμφοτέρων ἕνεκα προσήκει περὶ ταῦτα ποιήσασθαι τὴν πλείστην διατριβήν, μάλιστα μὲν ἵνα προὔργου τι γένηται καὶ παυσάμενοι τῆς πρὸς ἡμᾶς αὐτοὺς φιλονικίας κοινῇ τοῖς βαρβάροις πολεμήσωμεν, εἰ δὲ τοῦτʼ ἐστὶν ἀδύνατον, ἵνα δηλώσω τοὺς ἐμποδὼν ὄντας τῇ τῶν Ἑλλήνων εὐδαιμονίᾳ, καὶ πᾶσι γένηται φανερὸν ὅτι καὶ πρότερον ἡ πόλις ἡμῶν δικαίως τῆς θαλάττης ἦρξε καὶ νῦν οὐκ ἀδίκως ἀμφισβητεῖ τῆς ἡγεμονίας.

因此,其他演说者原本也应当由此着手,而不应在就争议之事对我们指明之前,便先就毫无争议的事项提出建议;无论如何,基于这两方面的缘由,我理当将绝大部分精力投入这些事务:主要是为了能产生某种实效,使我们平息彼此间的争强好胜,共同向蛮族作战;而如果这绝无可能,则是为了指明那些阻碍希腊人幸福的罪魁祸首,并使所有人明了,我们城邦此前统治海洋既是出于正义,如今争求霸权也绝非无理。

§21

τοῦτο μὲν γὰρ εἰ δεῖ τούτους ἐφʼ ἑκάστῳ τιμᾶσθαι τῶν ἔργων, τοὺς ἐμπειροτάτους ὄντας καὶ μεγίστην δύναμιν ἔχοντας, ἀναμφισβητήτως ἡμῖν προσήκει τὴν ἡγεμονίαν ἀπολαβεῖν, ἥν περ πρότερον ἐτυγχάνομεν ἔχοντες· οὐδεὶς γὰρ ἂν ἑτέραν πόλιν ἐπιδείξειε τοσοῦτον ἐν τῷ πολέμῳ τῷ κατὰ γῆν ὑπερέχουσαν, ὅσον τὴν ἡμετέραν ἐν τοῖς κινδύνοις τοῖς κατὰ θάλατταν διαφέρουσαν.

因为首先,如果在每项事业中都应当推崇那些最有经验、力量最盛的人,那么毫无争议地,收回我们此前恰巧拥有的霸权理当属于我们;因为绝不会有人能够指出任何另一座城邦在陆战中的卓越程度,能比得上我们的城邦在海上诸般险难中的卓绝超群。

语法注3 条
  1. 14οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων οὐκ ἄξιός εἰμι πάσχειν

    惯用句型 οὐδὲν ὅτι οὐ(双重否定表示全称肯定,“无一不……”、“一切皆……”)嵌入句法结构中的形态。关系从句 ὅ τι ... οὐκ ἄξιός εἰμι πάσχειν 修饰主语 οὐδέν,字面含义为“在这类事情中,没有任何一件是我不配承受的(即我应当承受一切责难与蔑视)”。

  2. 17τὼ πόλη τούτω

    阴性名词 πόλις(城邦)的宾格双数形式。冠词 τώ 及指示代词 τούτω 表面上具有阳性屈折词尾,但在古典阿提卡散文中,阴性双数名词由阳性/通性的双数冠词及指示代词修饰乃是标准的语法惯例。

  3. 19πρὶν περὶ τῶν ἀμφισβητουμένων ἡμᾶς ἐδίδαξαν

    连接在表示未实现的过去义务的表达 ἐχρῆν μὴ πρότερον ... 之后的 πρίν + 不定过去时直陈式(ἐδίδαξαν)结构。虽然主句带有否定/限制意义,但由于指涉的是过去未曾真正发生的事实(“教导并说服我们”),故未用虚拟式而用了直陈式过去时,带有与过去事实相反的含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:12-21