← 伊索克拉底

泛希腊盛会演说

§175-181

大王和约的不公与废约的正当性

演说者痛斥《大王和约》乃是利于波斯异族、奴役希腊城邦的不公“命令”,号召希腊人撕毁这一耻辱的条约,团结复仇并匡正未来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§175

ἀλλὰ γὰρ ἴσως διὰ τὰς συνθήκας ἄξιον ἐπισχεῖν, ἀλλʼ οὐκ ἐπειχθῆναι καὶ θᾶττον ποιήσασθαι τὴν στρατείαν;1 διʼ ἃς αἱ μὲν ἠλευθερωμέναι τῶν πόλεων βασιλεῖ χάριν ἴσασιν, ὡς διʼ ἐκεῖνον τυχοῦσαι τῆς αὐτονομίας ταύτης, αἱ δʼ ἐκδεδομέναι τοῖς βαρβάροις μάλιστα μὲν Λακεδαιμονίοις ἐπικαλοῦσιν, ἔπειτα δὲ καὶ τοῖς ἄλλοις τοῖς μετασχοῦσι τῆς εἰρήνης, ὡς ὑπὸ τούτων δουλεύειν ἠναγκασμέναι. καίτοι πῶς οὐ χρὴ διαλύειν ταύτας τὰς ὁμολογίας, ἐξ ὧν τοιαύτη δόξα γέγονεν, ὡς ὁ μὲν βάρβαρος κήδεται τῆς Ἑλλάδος καὶ φύλαξ τῆς εἰρήνης ἐστίν, ἡμῶν δέ τινές εἰσιν οἱ λυμαινόμενοι καὶ κακῶς ποιοῦντες αὐτήν;

然而或许有人会说,正由于和约的存在,我们才应当止步,而不应急于更快地发动远征?正是由于这些和约,那些获得解放的城邦才向大王感恩戴德,仿佛他们全凭大王才获得了这一自治;而那些被出卖给异族的城邦,则首要指责拉刻代蒙人,其次指责其余参与媾和者,认为自己是被他们逼入奴役的。然而,既然这些协议造成了如此舆论——仿佛异族反倒关怀希腊、成了和平的守护者,而我们内部的一些人反倒成了蹂躏并伤害她的人——我们又怎能不废除这些协议呢?

§176

ὃ δὲ πάντων καταγελαστότατον, ὅτι2 τῶν γεγραμμένων ἐν ταῖς ὁμολογίαις τὰ χείριστα τυγχάνομεν διαφυλάττοντες. ἃ μὲν γὰρ αὐτονόμους ἀφίησι τάς τε νήσους καὶ τὰς πόλεις τὰς ἐπὶ τῆς Εὐρώπης, πάλαι λέλυται καὶ μάτην ἐν ταῖς στήλαις ἐστίν· ἃ δʼ αἰσχύνην ἡμῖν φέρει καὶ πολλοὺς τῶν συμμάχων ἐκδέδωκε, ταῦτα δὲ κατὰ χώραν μένει καὶ πάντες αὐτὰ κύρια ποιοῦμεν· ἃ χρῆν ἀναιρεῖν καὶ μηδὲ μίαν ἐᾶν ἡμέραν, νομίζοντας προστάγματα καὶ μὴ συνθήκας εἶναι. τίς γὰρ οὐκ οἶδεν ὅτι συνθῆκαι μέν εἰσιν, αἵ τινες ἂν ἴσως καὶ κοινῶς ἀμφοτέροις ἔχωσι, προστάγματα δὲ τὰ τοὺς ἑτέρους ἐλαττοῦντα παρὰ τὸ δίκαιον;

而在所有事情中最可笑的,莫过于我们竟然偏偏遵守了协议中所载条款中最恶劣的部分。因为那些规定各岛屿和欧洲诸城邦自治的条款,早已被废弃而空留于石碑之上;然而那些给我们带来耻辱、出卖了众多盟友的条款,却依然有效,且我们所有人都在奉行它们——我们本应立即废除这些条款,甚至一日也不令其存留,认清它们只是专横的命令而非真正的条约。因为谁人不知,条约是双方平等互利的协定,而专横的命令则是违背正义而削弱一方的指令?

§177

διὸ καὶ τῶν πρεσβευσάντων ταύτην τὴν εἰρήνην δικαίως ἂν κατηγοροῖμεν, ὅτι πεμφθέντες ὑπὸ τῶν Ἑλλήνων ὑπὲρ τῶν βαρβάρων ἐποιήσαντο τὰς συνθήκας. ἐχρῆν γὰρ αὐτούς, εἴτʼ ἐδόκει τὴν αὑτῶν ἔχειν ἑκάστους, εἴτε καὶ τῶν δοριαλώτων ἐπάρχειν, εἴτε τούτων κρατεῖν ὧν ὑπὸ τὴν εἰρήνην ἐτυγχάνομεν ἔχοντες, ἕν τι τούτων ὁρισαμένους καὶ κοινὸν τὸ δίκαιον ποιησαμένους, οὕτω συγγράφεσθαι περὶ αὐτῶν.

因此,我们也完全有理由谴责那些缔结这和约的使节,因为他们虽受希腊人差遣,却全为异族的利益订立了条约。他们本应——不论是认定各自保全原有的领土,或是统治战利品所得,抑或是保有我们在媾和时恰好占据的产业——在明确了其中一项原则并将之确立为共同的标准之后,方以此来起草相关条款。

§178

νῦν δὲ τῇ μὲν ἡμετέρᾳ πόλει καὶ τῇ Λακεδαιμονίων οὐδεμίαν τιμὴν ἀπένειμαν, τὸν δὲ βάρβαρον ἁπάσης τῆς Ἀσίας δεσπότην κατέστησαν, ὥσπερ ὑπὲρ ἐκείνου πολεμησάντων, ἡμῶν,3 ἢ τῆς μὲν Περσῶν ἀρχῆς πάλαι καθεστηκυίας ἡμῶν δʼ ἄρτι τὰς πόλεις κατοικούντων, ἀλλʼ οὐκ ἐκείνων μὲν νεωστὶ ταύτην τὴν ἐχόντων, ἡμῶν δὲ τὸν ἅπαντα χρόνον ἐν τοῖς Ἕλλησι δυναστευόντων.

然而现在,他们既没有给予我们城邦任何荣誉,也没有给予拉刻代蒙人任何荣誉,反而将异族确立为全亚洲的主人;这情形就仿佛我们是为了他而进行战争,又仿佛波斯的帝国自古便已确立而我们只是刚刚在各城邦定居,而不是他们近来才拥有这般权力而我们自古以来就在希腊人中占据统治地位一样。

§179

οἶμαι δʼ ἐκείνως εἰπὼν μᾶλλον δηλώσειν τήν τε περὶ ἡμᾶς ἀτιμίαν γεγενημένην καὶ τὴν τοῦ βασιλέως πλεονεξίαν. τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας τῆς δʼ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος, ἀλλʼ οὐ πρὸς ἀνθρώπους τὰς συνθήκας ποιούμενος.

我想,若换一种说法,便能更清楚地揭示我们所蒙受的耻辱与大王的贪婪。在普天之下的整个大地被分为两半、分别被称为亚洲与欧洲的格局中,他竟通过条约占据了其中的一半,就如同是在与宙斯瓜分领土,而不是在与凡人缔约。

§180

καὶ ταύτας ἡμᾶς ἠνάγκασεν ἐν στήλαις λιθίναις ἀναγράψαντας ἐν τοῖς κοινοῖς τῶν ἱερῶν καταθεῖναι, πολὺ κάλλιον τρόπαιον τῶν ἐν ταῖς μάχαις γιγνομένων·4 τὰ μὲν γὰρ ὑπὲρ μικρῶν ἔργων καὶ μιᾶς τύχης ἐστίν, αὗται δʼ ὑπὲρ ἅπαντος τοῦ πολέμου καὶ καθʼ ὅλης τῆς Ἑλλάδος ἑστήκασιν.

而且,他还迫使我们把这些条款镌刻在石碑上,安置在共有的圣所中;这比战场上树立的纪念碑远为辉煌,因为战场的纪念碑不过是为了微小的功绩和一时之运气,而这些石碑却代表着整场战争,并且是针对全希腊而树立的。

§181

ὑπὲρ ὧν ἄξιον ὀργίζεσθαι, καὶ σκοπεῖν ὅπως τῶν τε γεγενημένων δίκην ληψόμεθα καὶ τὰ μέλλοντα διορθωσόμεθα. καὶ γὰρ αἰσχρὸν ἰδίᾳ μὲν τοῖς βαρβάροις οἰκέταις ἀξιοῦν χρῆσθαι, δημοσίᾳ δὲ τοσούτους τῶν συμμάχων περιορᾶν αὐτοῖς δουλεύοντας, καὶ τοὺς μὲν περὶ τὰ Τρωικὰ γενομένους μιᾶς γυναικὸς ἁρπασθείσης οὕτως ἅπαντας συνοργισθῆναι τοῖς ἀδικηθεῖσιν, ὥστε μὴ πρότερον παύσασθαι πολεμοῦντας πρὶν τὴν πόλιν ἀνάστατον ἐποίησαν τοῦ τολμήσαντος ἐξαμαρτεῖν,

面对这些,我们理当感到愤慨,并思考我们如何为既往之事复仇、又如何匡正未来。事实上,这实在太令人羞耻了:在私下里我们认为奴役异族充当仆役是理所应当的,在公事上却对如此众多的盟友沦为他们的奴隶视若无睹;而特洛伊时代的人们,仅仅因为一个妇人被掳掠,便全体与受害者同仇敌忾,以至于不将胆敢犯下罪行者的城邦夷为平地便绝不罢兵,

语法注4 条
  1. 175ἀλλὰ γὰρ ἴσως διὰ τὰς συνθήκας ἄξιον ἐπισχεῖν, ἀλλʼ οὐκ ἐπειχθῆναι καὶ θᾶττον ποιήσασθαι τὴν στρατείαν;

    ἀλλὰ γάρ 引导对潜在反驳的预设(假托反问/hypophora),与 ἴσως 连用表示设想对方的异议(“然而或许有人会说……”)。文末的疑问语调强化了反诘色彩。

  2. 176ὃ δὲ πάντων καταγελαστότατον, ὅτι

    中性关系代名词 ὃ 位于句首,作全句的同格(独立主格或独立宾格),预引后随 ὅτι 从句的具体内容(“而在所有事情中最可笑的,莫过于……”)。

  3. 178ὥσπερ ὑπὲρ ἐκείνου πολεμησάντων, ἡμῶν,

    由 ὥσπερ 引导的属格独立结构(ἡμῶν πολεμησάντων),表示并非事实的设想或使节们媾和条款所暗示的荒谬前提(“就仿佛我们是为了他而进行战争一样”)。

  4. 180πολὺ κάλλιον τρόπαιον τῶν ἐν ταῖς μάχαις γιγνομένων·

    作前述整行动作(ταύτας...καταθεῖναι)的句同格宾格(accusative in apposition to the sentence),指将条约铭刻于石碑并立于共有圣所这一事实,对波斯王而言成了远胜战场战利品的“战胜纪念碑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:175-181