← 伊索克拉底

泛希腊盛会演说

§182-189

对波斯远征的益处与呼吁全希腊团结

伊索克拉底论证了对波斯的远征将为所有希腊人带来无与伦比的利益与荣耀,并呼吁实现城邦和解、投身于这一伟大事业以结束全篇演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§182

ἡμᾶς δʼ ὅλης τῆς Ἑλλάδος ὑβριζομένης μηδεμίαν ποιήσασθαι κοινὴν τιμωρίαν,1 ἐξὸν ἡμῖν εὐχῆς ἄξια διαπράξασθαι.2 μόνος γὰρ οὗτος ὁ πόλεμος εἰρήνης κρείττων ἐστί, θεωρίᾳ μὲν μᾶλλον ἢ στρατείᾳ προσεοικώς,3 ἀμφοτέροις δὲ συμφέρων, καὶ τοῖς ἡσυχίαν ἄγειν καὶ τοῖς πολεμεῖν ἐπιθυμοῦσιν. εἴη γὰρ ἂν τοῖς μὲν ἀδεῶς τὰ σφέτερʼ αὐτῶν καρποῦσθαι, τοῖς δʼ ἐκ τῶν ἀλλοτρίων μεγάλους πλούτους κατακτήσασθαι.

而当全希腊遭受侮辱之时,我们却不进行任何共同的报复,尽管我们完全有可能实现值得企求的伟大功绩。因为唯有这场战争胜过和平,与其说它像是一场远征,不如说它更像是一次神圣巡礼,而且它对双方都有利——既有利于那些渴望安居乐业的人,也有利于那些渴望投身征战的人。因为前者可以毫无畏惧地享受自己的财产,而后者则可以从他人的领地中获取巨大的财富。

§183

πολλαχῇ δʼ ἄν τις λογιζόμενος εὕροι ταύτας τὰς πράξεις μάλιστα λυσιτελούσας ἡμῖν. φέρε γάρ, πρὸς τίνας χρὴ πολεμεῖν τοὺς μηδεμιᾶς πλεονεξίας ἐπιθυμοῦντας ἀλλʼ αὐτὸ τὸ δίκαιον σκοποῦντας; οὐ πρὸς τοὺς καὶ πρότερον κακῶς τὴν Ἑλλάδα ποιήσαντας καὶ νῦν ἐπιβουλεύοντας καὶ πάντα τὸν χρόνον οὕτω πρὸς ἡμᾶς διακειμένους;

若从多方面考虑,人们便会发现这些行动对我们最为有益。试问,对于那些不求任何非分利益而只注视正义本身的人来说,他们应当向谁开战呢?难道不正是针对那些既在过去伤害了希腊、如今仍图谋不轨、并且历来都对我们抱有这种敌意的人吗?

§184

τίσι δὲ φθονεῖν εἰκός ἐστι τοὺς μὴ παντάπασιν ἀνάνδρως διακειμένους ἀλλὰ μετρίως τούτῳ τῷ πράγματι χρωμένους; οὐ τοῖς μείζους μὲν τὰς δυναστείας ἢ κατʼ ἀνθρώπους περιβεβλημένοις, ἐλάττονος δʼ ἀξίοις τῶν παρʼ ἡμῖν δυστυχούντων; ἐπὶ τίνας δὲ στρατεύειν προσήκει τοὺς ἅμα μὲν εὐσεβεῖν βουλομένους ἅμα δὲ τοῦ συμφέροντος ἐνθυμουμένους; οὐκ ἐπὶ τοὺς καὶ φύσει πολεμίους καὶ πατρικοὺς ἐχθρούς, καὶ πλεῖστα μὲν ἀγαθὰ κεκτημένους, ἥκιστα δʼ ὑπὲρ αὐτῶν ἀμύνεσθαι δυναμένους; οὐκοῦν ἐκεῖνοι πᾶσι τούτοις ἔνοχοι τυγχάνουσιν ὄντες.

对于那些并非完全怯懦、而是适度怀有义愤的人来说,他们理所当然应当对谁感到愤慨呢?难道不正是针对那些窃据了超越常人分际的权势、其实际价值却不如我们当中不幸之人的人吗?对于那些既想遵循虔敬、又顾及自身利益的人来说,他们出兵征讨谁才是适宜的呢?难道不正是针对那些既是天生的仇敌又是世袭的死敌、坐拥最丰厚的财富却最无力为保卫它们而战的人吗?因此,他们恰恰符合这一切特征。

§185

καὶ μὴν οὐδὲ τὰς πόλεις λυπήσομεν στρατιώτας ἐξ αὐτῶν καταλέγοντες, ὃ νῦν ἐν τῷ πολέμῳ τῷ πρὸς ἀλλήλους ὀχληρότατόν ἐστιν αὐταῖς· πολὺ γὰρ οἶμαι σπανιωτέρους ἔσεσθαι τοὺς μένειν ἐθελήσοντας τῶν συνακολουθεῖν ἐπιθυμησόντων. τίς γὰρ οὕτως ἢ νέος ἢ παλαιὸς ῥᾴθυμός ἐστιν, ὅστις οὐ μετασχεῖν βουλήσεται ταύτης τῆς στρατιᾶς, τῆς ὑπʼ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἀθροιζομένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων τιμωρίαν πορευομένης;

而且,我们甚至不会因从各城邦征兵而使它们困扰——这在如今彼此间的内战中对它们而言是最为繁重的事;因为我想,愿意留下的人将远远少于渴望随军前行的人。无论是青年还是老者,又有谁会如此懈怠,以至于不愿加入这支由雅典人和拉刻代蒙人统领、为了盟友的自由而集结、由全希腊共同派遣、且为了惩罚异族而进发的军队呢?

§186

φήμην δὲ καὶ μνήμην καὶ δόξαν πόσην τινὰ χρὴ νομίζειν ἢ ζῶντας ἕξειν ἢ τελευτήσαντας καταλείψειν τοὺς ἐν τοῖς τοιούτοις ἔργοις ἀριστεύσαντας; ὅπου γὰρ οἱ πρὸς Ἀλέξανδρον4 πολεμήσαντες καὶ μίαν πόλιν ἑλόντες τοιούτων ἐπαίνων ἠξιώθησαν, ποίων τινῶν χρὴ προσδοκᾶν ἐγκωμίων τεύξεσθαι τοὺς ὅλης τῆς Ἀσίας κρατήσαντας; τίς γὰρ ἢ τῶν ποιεῖν δυναμένων ἢ τῶν λέγειν ἐπισταμένων οὐ πονήσει καὶ φιλοσοφήσει βουλόμενος ἅμα τῆς θʼ αὑτοῦ διανοίας καὶ τῆς ἐκείνων ἀρετῆς μνημεῖον εἰς ἅπαντα τὸν χρόνον καταλιπεῖν;

在这等功业中建功立业的人,应当认为他们在生前将获得、在死后将留下何等巨大的盛名、记忆与荣耀呢?既然那些曾与亚历山大作战并攻克一座城邦的人就配得上如此的赞誉,那么我们应当预期,那些征服全亚洲的人会赢得何等崇高的颂词呢?无论是有才华作诗的人,还是精通演说的人,又有谁不愿竭尽心力、深思熟虑,渴望为后世永远留下自己才智与他们美德的丰碑呢?

§187

οὐ τὴν αὐτὴν δὲ τυγχάνω γνώμην ἔχων ἔν τε τῷ παρόντι καὶ περὶ τὰς ἀρχὰς τοῦ λόγου. τότε μὲν γὰρ ᾤμην ἀξίως δυνήσεσθαι τῶν πραγμάτων εἰπεῖν· νῦν δʼ οὐκ ἐφικνοῦμαι τοῦ μεγέθους αὐτῶν, ἀλλὰ πολλά με διαπέφευγεν ὧν διενοήθην. αὐτοὺς οὖν χρὴ συνδιορᾶν5 ὅσης ἂν εὐδαιμονίας τύχοιμεν, εἰ τὸν μὲν πόλεμον τὸν νῦν ὄντα περὶ ἡμᾶς πρὸς τοὺς ἠπειρώτας ποιησαίμεθα, τὴν δʼ εὐδαιμονίαν τὴν ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην διακομίσαιμεν, καὶ μὴ μόνον ἀκροατὰς γενομένους ἀπελθεῖν, ἀλλὰ τοὺς μὲν πράττειν δυναμένους παρακαλοῦντας ἀλλήλους πειρᾶσθαι διαλλάττειν τήν τε πόλιν τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων, τοὺς δὲ τῶν λόγων ἀμφισβητοῦντας πρὸς μὲν τὴν παρακαταθήκην καὶ περὶ τῶν ἄλλων ὧν νῦν φλυαροῦσι παύεσθαι γράφοντας, πρὸς δὲ τοῦτον τὸν λόγον ποιεῖσθαι τὴν ἅμιλλαν, καὶ σκοπεῖν ὅπως ἄμεινον ἐμοῦ περὶ τῶν αὐτῶν πραγμάτων ἐροῦσιν, ἐνθυμουμένους ὅτι τοῖς μεγάλʼ ὑπισχνουμένοις οὐ πρέπει περὶ μικρὰ διατρίβειν, οὐδὲ τοιαῦτα λέγειν ἐξ ὧν ὁ βίος μηδὲν ἐπιδώσει τῶν πεισθέντων, ἀλλʼ ὧν ἐπιτελεσθέντων αὐτοί τʼ ἀπαλλαγήσονται τῆς παρούσης ἀπορίας καὶ τοῖς ἄλλοις μεγάλων ἀγαθῶν αἴτιοι δόξουσιν εἶναι.

然而,我此刻的心情却与演讲开始时大不相同了。那时我认为自己能够配得上这一论题地侃侃而谈;但如今我却无法企及它的宏大,许多原本构想好的内容都从我的思绪中溜走了。因此,你们自己应当一同看清:如果我们把如今包围着我们的战争引向大陆上的居民,并将亚洲的富庶运送至欧洲,我们将获得何等巨大的福祉;并且切不可仅仅充当听众便转身离去,而应由那些有行动能力的人彼此勉励,努力使我们的城邦与拉刻代蒙人的城邦和解;那些在言辞上争奇斗艳的人,则应当停止就寄托物以及如今闲扯的琐事著书立说,转而与这篇演说展开竞争,思考如何就同样的题材发表比我更卓越的论述;他们应当牢记,许下宏愿之人不宜流连于细枝末节,也不应发表那些对受劝导者的生活毫无助益的言论,而应倡导那些一旦实现便能使自己摆脱当前的窘境、并在他人眼中成为巨大福祉缔造者的伟大事业。

语法注5 条
  1. 182ἡμᾶς δʼ ὅλης τῆς Ἑλλάδος ὑβριζομένης μηδεμίαν ποιήσασθαι κοινὴν τιμωρίαν

    此句为受前一语言块末尾谓语 αἰσχρόν [ἐστι] 统辖的“带不定式的宾格”结构,形成 τοὺς μὲν περὶ τὰ Τρωικὰ γενομένους ... παύσασθαι 与 ἡμᾶς δὲ ... ποιήσασθαι 的对比:特洛伊时代的人们尚且绝不罢手,而全希腊蒙受耻辱的我们却不进行任何共同复仇,这实在令人羞耻。ὅλης τῆς Ἑλλάδος ὑβριζομένης 为属格独立结构。

  2. 182ἐξὸν ἡμῖν εὐχῆς ἄξια διαπράξασθαι

    由非人称动词 ἔξεστι 的中性宾格分词构成的非人称独立宾格结构(accusative absolute),表让步:“尽管我们完全有可能实现值得企求的伟大功绩”。

  3. 182θεωρίᾳ μὲν μᾶλλον ἢ στρατείᾳ προσεοικώς

    θεωρία 指派遣参加宗教庆典、瞻仰圣地或观光的节庆使团。此处与艰苦危险的军事远征(στρατεία)形成修辞性对照,夸张地将这场战争比作安全而盛大的观光巡礼。

  4. 186πρὸς Ἀλέξανδρον

    此处的“亚历山大”并非马其顿的亚历山大大帝,而是指掳走海伦引发特洛伊战争的特洛伊王子帕里斯(又名亚历山大)。下文的 μίαν πόλιν ἑλόντες(“攻克一座城邦”,即特洛伊)亦可佐证这一点。

  5. 187αὐτοὺς οὖν χρὴ συνδιορᾶν

    统领全篇演说结语部长句的核心非人称构词。在 χρή 的统辖下,并列连接了一系列不定式:συνδιορᾶν、ἀπελθεῖν(带否定词 μὴ μόνον),以及 ἀλλά 之后的 πειρᾶσθαι(逻辑主语为宾格 τοὺς δυναμένους)、παύεσθαι(逻辑主语为 τοὺς ἀμφισβητοῦντας)、ποιεῖσθαι 和 σκοπεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:182-189