← 伊索克拉底

泛希腊盛会演说

§167-174

倡议当下远征波斯以实现希腊和睦

伊索克拉底敦促应当在当下一代人的时间内发动对波斯的远征,以纾解长期的内讧与民生困顿;他批判了各邦掌权者的目光短浅与碌碌无为,并论证唯有通过共同抗击异族,希腊人才能实现真正的团结与和平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§167

ἄξιον δʼ ἐπὶ τῆς νῦν ἡλικίας ποιήσασθαι τὴν στρατείαν, ἵνʼ οἱ τῶν συμφορῶν κοινωνήσαντες, οὗτοι καὶ τῶν ἀγαθῶν ἀπολαύσωσι καὶ μὴ πάντα τὸν χρόνον δυστυχοῦντες διαγάγωσιν. ἱκανὸς γὰρ ὁ παρεληλυθώς, ἐν ᾧ τί τῶν δεινῶν οὐ γέγονεν; πολλῶν γὰρ κακῶν τῇ φύσει τῇ τῶν ἀνθρώπων ὑπαρχόντων αὐτοὶ πλείω τῶν ἀναγκαίων προσεξευρήκαμεν, πολέμους καὶ στάσεις ἡμῖν αὐτοῖς ἐμποιήσαντες, ὥστε τοὺς μὲν ἐν ταῖς αὑτῶν ἀνόμως ἀπόλλυσθαι, τοὺς δʼ ἐπὶ ξένης μετὰ παίδων καὶ γυναικῶν ἀλᾶσθαι, πολλοὺς δὲ διʼ ἔνδειαν τῶν καθʼ ἡμέραν ἐπικουρεῖν ἀναγκαζομένους ὑπὲρ τῶν ἐχθρῶν τοῖς φίλοις μαχομένους ἀποθνήσκειν. ὑπὲρ ὧν οὐδεὶς πώποτʼ ἠγανάκτησεν, ἀλλʼ ἐπὶ μὲν ταῖς συμφοραῖς ταῖς ὑπὸ τῶν ποιητῶν συγκειμέναις δακρύειν ἀξιοῦσιν, ἀληθινὰ δὲ πάθη πολλὰ καὶ δεινὰ γιγνόμενα διὰ τὸν πόλεμον ἐφορῶντες τοσούτου δέουσιν ἐλεεῖν, ὥστε1 καὶ μᾶλλον χαίρουσιν ἐπὶ τοῖς ἀλλήλων κακοῖς ἢ τοῖς αὑτῶν ἰδίοις ἀγαθοῖς.

并且,理当在我们这一代人活着的时候发动远征,以便让那些共经患难的人,也能够亲自享受福祉,而不致终生在不幸中度过。因为过去的岁月已经够长了,在那段岁月中,又有哪一种惨剧不曾发生过呢?尽管人类的天性中本就存在着许多灾难,但我们自己却通过在我们内部挑起战争与内讧,在不可避免的苦难之外又变本加厉地自作自受;以至于有人在本邦惨遭非法屠戮,有人携妻带子流落异乡,更有许多人因缺少日常生计被迫充当雇佣兵,为仇敌作战、同亲友相残而殒命。 面对这些悲剧,从未有人感到义愤;相反,人们认为为诗人们虚构的不幸流泪是理所应当的,但当他们亲眼目睹因战争而产生的诸多可怕的真实苦难时,他们不仅毫无怜悯之心,反而乐见彼此的灾难,其快意甚至超过了享受自身的幸福。

§169

ἴσως δʼ ἂν καὶ τῆς ἐμῆς εὐηθείας πολλοὶ καταγελάσειαν, εἰ δυστυχίας ἀνδρῶν ὀδυροίμην ἐν τοῖς τοιούτοις καιροῖς, ἐν οἷς Ἰταλία μὲν ἀνάστατος γέγονε, Σικελία δὲ καταδεδούλωται, τοσαῦται δὲ πόλεις τοῖς βαρβάροις ἐκδέδονται, τὰ δὲ λοιπὰ μέρη τῶν Ἑλλήνων ἐν τοῖς μεγίστοις κινδύνοις ἐστίν.

也许许多人还会嘲笑我的迂阔,若是我在这样的时代还在为个人的不幸而叹息——在这样的时代里,意大利惨遭蹂躏,西西里沦为奴隶,如此众多的城邦被拱手让给异族,希腊各部其余的地方也深陷于巨大的危难之中。

§170

θαυμάζω δὲ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν, εἰ2 προσήκειν αὑτοῖς ἡγοῦνται μέγα φρονεῖν, μηδὲν πώποθʼ ὑπὲρ τηλικούτων πραγμάτων μήτʼ εἰπεῖν μήτʼ ἐνθυμηθῆναι δυνηθέντες. ἐχρῆν γὰρ αὐτούς, εἴπερ ἦσαν ἄξιοι τῆς παρούσης δόξης, ἁπάντων ἀφεμένους τῶν ἄλλων περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους εἰσηγεῖσθαι καὶ συμβουλεύειν.

但我对那些在城邦中掌权的人感到惊异,他们既然从未能就如此重大的事务发表片语或深思熟虑,又怎能自以为有资格昂首自矜?如果他们果真配得上现有的名望,他们本该抛开所有其他琐事,专心就对异族的战争提出议案并出谋划策。

§171

τυχὸν μὲν γὰρ ἄν τι συνεπέραναν· εἰ δὲ καὶ προαπεῖπον, ἀλλʼ οὖν τούς γε λόγους ὥσπερ χρησμοὺς εἰς τὸν ἐπιόντα χρόνον ἂν κατέλιπον. νῦν δʼ οἱ μὲν ἐν ταῖς μεγίσταις δόξαις ὄντες ἐπὶ μικροῖς σπουδάζουσιν, ἡμῖν δὲ τοῖς τῶν πολιτικῶν ἐξεστηκόσι περὶ τηλικούτων πραγμάτων συμβουλεύειν παραλελοίπασιν.

因为他们若这样做,或许本可以共同成就一番事业;即便中途受挫而放弃,他们至少也能将自己的言论如同神谕一般留给后世。然而在当下,那些身居最高声望之位的人却致力于细枝末节的琐事,反而把就如此重大事务建言献策的责任,留给了我们这些置身政务之外的人。

§172

οὐ μὴν ἀλλʼ ὅσῳ μικροψυχότεροι τυγχάνουσιν ὄντες οἱ προεστῶτες ἡμῶν, τοσούτῳ τοὺς ἄλλους ἐρρωμενεστέρως δεῖ σκοπεῖν ὅπως ἀπαλλαγησόμεθα τῆς παρούσης ἔχθρας. νῦν μὲν γὰρ μάτην ποιούμεθα τὰς περὶ τῆς εἰρήνης συνθήκας· οὐ γὰρ διαλυόμεθα τοὺς πολέμους ἀλλʼ ἀναβαλλόμεθα, καὶ περιμένομεν τοὺς καιροὺς ἐν οἷς ἀνήκεστόν τι κακὸν ἀλλήλους ἐργάσασθαι δυνησόμεθα.

然而,我们的领袖越是缺乏远见与胸襟,我们其余的人就越应当全力以赴地思考如何摆脱当下的仇怨。因为如今我们徒劳地缔结和平条约:我们并未消除战争,只是推迟了战争,并窥伺着能够给彼此造成不可挽回之祸害的时机。

§173

δεῖ δὲ ταύτας τὰς ἐπιβουλὰς ἐκποδὼν ποιησαμένους ἐκείνοις τοῖς ἔργοις ἐπιχειρεῖν, ἐξ ὧν τάς τε πόλεις ἀσφαλέστερον οἰκήσομεν καὶ πιστότερον διακεισόμεθα πρὸς ἡμᾶς αὐτούς. ἔστι δʼ ἁπλοῦς καὶ ῥᾴδιος ὁ λόγος ὁ περὶ τούτων· οὔτε γὰρ εἰρήνην οἷόν τε βεβαίαν ἀγαγεῖν, ἢν μὴ κοινῇ τοῖς βαρβάροις πολεμήσωμεν, οὔθʼ ὁμονοῆσαι τοὺς Ἕλληνας, πρὶν ἂν καὶ τὰς ὠφελίας ἐκ τῶν αὐτῶν καὶ τοὺς κινδύνους πρὸς τοὺς αὐτοὺς ποιησώμεθα.

我们必须清除这些阴谋算计,着手从事那些既能使我们更安全地定居城邦、又能使我们彼此更加信任的事业。关于这些事务的论说本是简单而容易的:因为除非我们共同向异族开战,否则便不可能建立牢固的和平;而在我们从同一源头获取利益、针对同一敌人共同承担危险之前,希腊人也绝不可能实现团结同心。

§174

τούτων δὲ γενομένων, καὶ τῆς ἀπορίας τῆς περὶ τὸν βίον ἡμῶν ἀφαιρεθείσης, ἣ καὶ τὰς ἑταιρίας διαλύει καὶ τὰς συγγενείας εἰς ἔχθραν προάγει καὶ πάντας ἀνθρώπους εἰς πολέμους καὶ στάσεις καθίστησιν, οὐκ ἔστιν ὅπως οὐχ ὁμονοήσομεν καὶ τὰς εὐνοίας ἀληθινὰς πρὸς ἡμᾶς αὐτοὺς ἕξομεν. ὧν ἕνεκα περὶ παντὸς ποιητέον ὅπως ὡς τάχιστα τὸν ἐνθένδε πόλεμον εἰς τὴν ἤπειρον διοριοῦμεν, ὡς μόνον ἂν τοῦτʼ ἀγαθὸν ἀπολαύσαιμεν τῶν κινδύνων τῶν πρὸς ἡμᾶς αὐτούς, εἰ3 ταῖς ἐμπειρίαις ταῖς ἐκ τούτων γεγενημέναις πρὸς τὸν βάρβαρον καταχρήσασθαι δόξειεν ἡμῖν.

而一旦做到了这些,当我们生计上的匮乏被消除之时——正是这种匮乏瓦解了友谊,将骨肉同胞驱入仇隙,并把所有人都推向了战争与内讧——我们便不可能不同心同德,也不可能不对彼此怀有真诚的善意。为此,我们必须把尽早将本土的战火转移至大陆视作头等大事,因为唯有当我们决意将从彼此相争的危难中所积累的经验用于对付异族时,我们才能从昔日的危难中获取这唯一的善果。

语法注3 条
  1. 168τοσούτου δέουσιν ἐλεεῖν, ὥστε

    τοσούτου δέω 接不定词的人称句式,意为“他们距离……如此之远”或“非但绝不……”,与后接表结果的 ὥστε 从句(“反而甚至……”)形成呼应。此处未采用无人称形式(τοσούτου δεῖ),而是根据分词 ἐφορῶντες 所指示的主语采用了第三人称复数形式。

  2. 170θαυμάζω δὲ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν, εἰ

    动词 θαυμάζω 接表示指责或惊异对象的人的属格(τῶν δυναστευόντων),并通过 εἰ 从句(而非 ὅτι 从句)来引导感到诧异的内容与由头,带有委婉表达愤慨与不满的修辞语气。

  3. 174ὡς μόνον ἂν τοῦτʼ ἀγαθὸν ἀπολαύσαιμεν τῶν κινδύνων τῶν πρὸς ἡμᾶς αὐτούς, εἰ

    连词 ὡς 引导带 ἄν 的可能祈愿气(ἀπολαύσαιμεν)以及条件从句(εἰ... δόξειεν),用以交代主句动形容词句式(περὶ παντὸς ποιητέον ὅπως...)的主观理由或行动信念:“深信唯有当我们决意……时,我们才能从中获得这唯一的善果”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:167-174