← 伊索克拉底

泛希腊盛会演说

§158-166

对抗异族的传统与远征亚细亚的良机

演说者指出希腊人对异族的世仇深植于神话与史诗之中,并历数波斯帝国各地叛乱的有利局势,力陈当下一体出征小亚细亚、抢先瓦解敌军的绝佳时机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§158

προαγορεύουσιν. οὕτω δὲ φύσει πολεμικῶς πρὸς αὐτοὺς ἔχομεν, ὥστε καὶ τῶν μύθων ἥδιστα συνδιατρίβομεν τοῖς Τρωικοῖς καὶ Περσικοῖς,1 διʼ ὧν ἔστι πυνθάνεσθαι τὰς ἐκείνων συμφοράς. εὕροι δʼ ἄν τις ἐκ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους ὕμνους πεποιημένους, ἐκ δὲ τοῦ πρὸς τοὺς Ἕλληνας θρήνους ἡμῖν γεγενημένους, καὶ τοὺς μὲν ἐν ταῖς ἑορταῖς ᾀδομένους, τῶν δʼ ἐπὶ ταῖς συμφοραῖς ἡμᾶς μεμνημένους.2

公开宣告。我们对他们的敌意是如此出自天性,以至于在诸多传说中,我们也最乐于沉浸于特洛伊战争和波斯战争的故事之中,正是通过这些故事,人们得以获悉他们的灾难。人们还会发现,针对异族的战争孕育了赞歌,而希腊人之间的同胞阋墙却为我们带来了哀歌;前者在节日庆典中被歌唱,而后者则在苦难来临时才被我们追忆。

§159

οἶμαι δὲ καὶ τὴν Ὁμήρου ποίησιν μείζω λαβεῖν δόξαν, ὅτι καλῶς τοὺς πολεμήσαντας τοῖς βαρβάροις ἐνεκωμίασε, καὶ διὰ τοῦτο βουληθῆναι τοὺς προγόνους ἡμῶν ἔντιμον αὐτοῦ ποιῆσαι τὴν τέχνην ἔν τε τοῖς τῆς μουσικῆς ἄθλοις καὶ τῇ παιδεύσει τῶν νεωτέρων, ἵνα πολλάκις ἀκούοντες τῶν ἐπῶν ἐκμανθάνωμεν τὴν ἔχθραν τὴν ὑπάρχουσαν πρὸς αὐτούς, καὶ ζηλοῦντες τὰς ἀρετὰς τῶν στρατευσαμένων τῶν αὐτῶν ἔργων ἐκείνοις ἐπιθυμῶμεν.

我认为荷马的诗作之所以获得更大的声誉,也是因为他极力颂扬了抗击异族的人们;正是为了这个缘故,我们的先祖才决意让他的技艺在音乐竞技和青年教育中享有崇高的地位,以便我们通过反复聆听这些史诗,彻底铭记对他们本就存在的仇怨,并因景仰远征先驱的卓越武德,从而渴望建树与他们相同的伟绩。

§160

ὥστε μοι δοκεῖ πολλὰ λίαν εἶναι τὰ παρακελευόμενα πολεμεῖν αὐτοῖς, μάλιστα δʼ ὁ παρὼν καιρός, ὃν οὐκ ἀφετέον· καὶ γὰρ αἰσχρὸν παρόντι μὲν μὴ χρῆσθαι, παρελθόντος δʼ αὐτοῦ μεμνῆσθαι. τί γὰρ ἂν καὶ βουληθεῖμεν ἡμῖν προσγενέσθαι, μέλλοντες βασιλεῖ πολεμεῖν, ἔξω τῶν νῦν ὑπαρχόντων;

因此在我看来,敦促我们向他们开战的理由实在太多,尤其是当下的时机,绝不可轻易错失;因为当机会摆在面前时不知善加利用,过后才扼腕追忆,实属可耻。当我们准备向波斯大王开战时,除了如今已然具备的条件之外,我们还能希冀获得什么更有利的凭藉呢?

§161

οὐκ Αἴγυπτος μὲν αὐτοῦ καὶ Κύπρος ἀφέστηκε, Φοινίκη δὲ καὶ Συρία διὰ τὸν πόλεμον ἀνάστατοι γεγόνασι, Τύρος δʼ, ἐφʼ ᾗ μέγʼ ἐφρόνησεν, ὑπὸ τῶν ἐχθρῶν τῶν ἐκείνου κατείληπται; τῶν δʼ ἐν Κιλικίᾳ πόλεων τὰς μὲν πλείστας οἱ μεθʼ ἡμῶν ὄντες ἔχουσι, τὰς δʼ οὐ χαλεπόν ἐστι κτήσασθαι. Λυκίας δʼ οὐδεὶς πώποτε Περσῶν ἐκράτησεν.

埃及与塞浦路斯难道不是已经背叛了他?腓尼基与叙利亚因战火而惨遭摧残,他曾引以为傲的推罗也已被其仇敌攻破;至于奇里乞亚的诸城,多数已被站在我们一边的同盟者所占据,其余的也不难夺取;而吕基亚更从未受过任何波斯人的统治。

§162

Ἑκατόμνως δʼ ὁ Καρίας ἐπίσταθμος τῇ μὲν ἀληθείᾳ πολὺν ἤδη χρόνον ἀφέστηκεν, ὁμολογήσει δʼ ὅταν ἡμεῖς βουληθῶμεν. ἀπὸ δὲ Κνίδου μέχρι Σινώπης Ἕλληνες τὴν Ἀσίαν παροικοῦσιν, οὓς οὐ δεῖ πείθειν ἀλλὰ μὴ κωλύειν πολεμεῖν. καίτοι τοιούτων ὁρμητηρίων ὑπαρξάντων, καὶ τοσούτου πολέμου τὴν Ἀσίαν περιστάντος, τί δεῖ τὰ συμβησόμενα λίαν ἀκριβῶς ἐξετάζειν; ὅπου γὰρ μικρῶν μερῶν ἥττους εἰσίν, οὐκ ἄδηλον ὡς ἂν διατεθεῖεν, εἰ πᾶσιν ἡμῖν πολεμεῖν ἀναγκασθεῖεν.

卡里亚的总督赫卡托谟诺斯在实质上早已背叛了很久,只要我们愿意,他便会公开承认。此外,从克尼多斯直到锡诺佩,希腊人聚居在小亚细亚沿海,对于他们,无需劝说,只要不阻止他们参战便已足够。既然拥有了如此完备的进军据点,又有如此规模的战火围困着小亚细亚,何必再去过于细密地揣测未来的战局呢?因为他们连面对局部的细微力量尚且节节败退,倘若被迫与我们全体交战,他们的境况将狼狈成何等模样,岂不是一目了然吗?

§163

ἔχει δʼ οὕτως. ἐὰν μὲν ὁ βάρβαρος ἐρρωμενεστέρως κατάσχῃ τὰς πόλεις τὰς ἐπὶ θαλάττῃ, φρουρὰς μείζους ἐν αὐταῖς ἢ νῦν ἐγκαταστήσας, τάχʼ ἂν καὶ τῶν νήσων αἱ περὶ τὴν ἤπειρον, οἷον Ῥόδος καὶ Σάμος καὶ Χίος, ἐπὶ τὰς ἐκείνου τύχας ἀποκλίναιεν· ἢν δʼ ἡμεῖς αὐτὰς πρότεροι καταλάβωμεν, εἰκὸς τοὺς τὴν Λυδίαν καὶ Φρυγίαν καὶ τὴν ἄλλην τὴν ὑπερκειμένην χώραν οἰκοῦντας ἐπὶ τοῖς ἐντεῦθεν ὁρμωμένοις εἶναι.

情形正是如此:倘若异族君王在沿海各城派驻比现在更庞大的守备部队,从而更强有力地控制这些城池,那么大陆周边的各岛屿,诸如罗得岛、萨摩斯岛和希俄斯岛,恐怕也会倒向他的阵营;但如果我们先发制人占领这些城池,那么居住在吕底亚、弗里吉亚以及其上方其余腹地的人民,理所当然将任凭从这些基地出击的人摆布。

§164

διὸ δεῖ σπεύδειν καὶ μηδεμίαν ποιεῖσθαι διατριβήν, ἵνα μὴ πάθωμεν ὅπερ οἱ πατέρες ἡμῶν. ἐκεῖνοι γὰρ ὑστερίσαντες τῶν βαρβάρων καὶ προέμενοί τινας τῶν συμμάχων ἠναγκάσθησαν ὀλίγοι πρὸς πολλοὺς κινδυνεύειν, ἐξὸν αὐτοῖς προτέροις διαβᾶσιν3 εἰς τὴν ἤπειρον μετὰ πάσης τῆς τῶν Ἑλλήνων δυνάμεως ἐν μέρει τῶν ἐθνῶν ἕκαστον χειροῦσθαι.

因此必须争分夺秒,不可有片刻拖延,免得我们重蹈先辈的覆辙。先辈们正因为在行动上落后于异族人,又弃置了某些同盟者,才不得不以少数兵力对抗悬殊的强敌而冒死涉险;然而当时他们本可以统率全希腊的兵力率先渡海开赴大陆,将各个部族逐一击破。

§165

δέδεικται γὰρ, ὅταν τις πολεμῇ πρὸς ἀνθρώπους ἐκ πολλῶν τόπων συλλεγομένους, ὅτι δεῖ μὴ περιμένειν ἕως ἂν ἐπιστῶσιν, ἀλλʼ ἔτι διεσπαρμένοις αὐτοῖς ἐπιχειρεῖν. ἐκεῖνοι μὲν οὖν προεξαμαρτόντες ἅπαντα ταῦτʼ ἐπηνωρθώσαντο, καταστάντες εἰς τοὺς μεγίστους ἀγῶνας· ἡμεῖς δʼ ἂν σωφρονῶμεν, ἐξ ἀρχῆς φυλαξόμεθα, καὶ πειρασόμεθα φθῆναι περὶ τὴν Λυδίαν καὶ τὴν Ἰωνίαν στρατόπεδον ἐγκαταστήσαντες, εἰδότες ὅτι καὶ βασιλεὺς οὐχ ἑκόντων ἄρχει τῶν ἠπειρωτῶν, ἀλλὰ μείζω δύναμιν περὶ αὑτὸν ἑκάστων αὐτῶν ποιησάμενος· ἧς ἡμεῖς ὅταν κρείττω διαβιβάσωμεν, ὃ βουληθέντες ῥᾳδίως ἂν ποιήσαιμεν,4 ἀσφαλῶς ἅπασαν τὴν Ἀσίαν καρπωσόμεθα. πολὺ δὲ κάλλιον ἐκείνῳ περὶ τῆς βασιλείας πολεμεῖν, ἢ πρὸς ἡμᾶς αὐτοὺς περὶ τῆς ἡγεμονίας ἀμφισβητεῖν.

因为事实已经证明:当人们同来自各地的乌合之众交战时,绝不应坐等敌人大军压境,而应趁他们尚未集结、仍旧分散之时先发制人。先辈们先前虽然犯了错,但通过投身最壮烈的战斗挽回了这一切;而我们若有明智,就当防患于未然,尽力先发制人,在吕底亚和伊奥尼亚一带驻扎军队,因为我们深知,波斯大王统治大陆居民绝非出于后者的心甘情愿,而是通过在自身周围建立起一支压倒他们任何单一势力的武力来实现的;一旦我们运送过去一支胜过这支武力的军队——只要我们下定决心,便能轻而易举做到——我们就将安稳地坐享全小亚细亚的成果。与其为了霸权在我们同胞内部相互争斗,倒不如为了争夺整个王国的控制权而与他开战,这要高尚得多!

语法注4 条
  1. 158τῶν μύθων ἥδιστα συνδιατρίβομεν τοῖς Τρωικοῖς καὶ Περσικοῖς

    τῶν μύθων 为部分属格,置于句首起主题化作用。动词 συνδιατρίβω(流连于、沉浸于)支配与格,故 τοῖς Τρωικοῖς καὶ Περσικοῖς 为其间接宾语(“在诸传说中,我们最乐于沉浸于特洛伊与波斯的故事之中”)。

  2. 158τῶν δʼ ἐπὶ ταῖς συμφοραῖς ἡμᾶς μεμνημένους

    这是由 εὕροι ἄν τις 统摄的并列分词宾语结构。前半句为 τοὺς μὲν ... ᾀδομένους(颂歌被歌唱),后半句则以 ἡμᾶς 为逻辑主语带出分词 μεμνημένους。τῶν δέ 置于属格,是由于分词 μεμνημένους(源自 μέμνημαι)支配属格宾语,指代前文的哀歌(θρήνους)。

  3. 164ἐξὸν αὐτοῖς προτέροις διαβᾶσιν

    ἐξόν 是无人称动词 ἔξεστι 的现在主动态中性单数分词,构成对格绝对独立结构,在此表让步(“尽管他们原本能够……”)。与格的 αὐτοῖς προτέροις διαβᾶσιν 则与不定词 χειροῦσθαι 的逻辑主语保持一致。

  4. 166ἧς ἡμεῖς ὅταν κρείττω διαβιβάσωμεν, ὃ βουληθέντες ῥᾳδίως ἂν ποιήσαιμεν

    关系代词 ἧς 指代前文的 μείζω δύναμιν,作比较级 κρείττω 的比较属格(“比这更强大的军队”)。其后的 ὃ βουληθέντες ῥᾳδίως ἂν ποιήσαιμεν 为插入句,中性关系代词 ὃ 指代渡海进军这一整个行动,以 ἄν 搭配希求法表达潜在语气(“只要我们愿意,便能轻易做到”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:158-166