- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:150-157
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者揭示了波斯专制政体导致的奴性与道德败坏,指出其背信弃义与忘恩负义的行径,并列举了伊奥尼亚人与雅典人对波斯人根深蒂固的敌意及制度化的宗教诅咒。
καὶ τούτων οὐδὲν ἀλόγως γέγονεν, ἀλλὰ πάντʼ εἰκότως ἀποβέβηκεν· οὐ γὰρ οἷόν τε τοὺς οὕτω τρεφομένους καὶ πολιτευομένους οὔτε τῆς ἄλλης ἀρετῆς μετέχειν οὔτʼ ἐν ταῖς μάχαις τρόπαιον ἱστάναι τῶν πολεμίων. πῶς γὰρ ἐν τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐγγενέσθαι δύναιτʼ ἂν ἢ στρατηγὸς δεινὸς ἢ στρατιώτης ἀγαθός, ὧν τὸ μὲν πλεῖστόν ἐστιν ὄχλος ἄτακτος καὶ κινδύνων ἄπειρος, πρὸς μὲν τὸν πόλεμον ἐκλελυμένος, πρὸς δὲ τὴν δουλείαν ἄμεινον τῶν παρʼ ἡμῖν οἰκετῶν πεπαιδευμένος, οἱ δʼ ἐν ταῖς μεγίσταις δόξαις ὄντες αὐτῶν ὁμαλῶς μὲν οὐδὲ κοινῶς οὐδὲ πολιτικῶς οὐδεπώποτʼ ἐβίωσαν, ἅπαντα δὲ τὸν χρόνον διάγουσιν εἰς μὲν τοὺς ὑβρίζοντες τοῖς δὲ δουλεύοντες, ὡς ἂν ἄνθρωποι μάλιστα τὰς φύσεις διαφθαρεῖεν,1 καὶ τὰ μὲν σώματα διὰ τοὺς πλούτους τρυφῶντες, τὰς δὲ ψυχὰς διὰ τὰς μοναρχίας ταπεινὰς καὶ περιδεεῖς ἔχοντες, ἐξεταζόμενοι πρὸς αὐτοῖς τοῖς βασιλείοις καὶ προκαλινδούμενοι καὶ πάντα τρόπον μικρὸν φρονεῖν μελετῶντες, θνητὸν μὲν ἄνδρα προσκυνοῦντες καὶ δαίμονα προσαγορεύοντες, τῶν δὲ θεῶν μᾶλλον ἢ τῶν ἀνθρώπων ὀλιγωροῦντες. τοιγαροῦν οἱ καταβαίνοντες αὐτῶν ἐπὶ θάλατταν, οὓς καλοῦσι σατράπας, οὐ καταισχύνουσι τὴν ἐκεῖ παίδευσιν, ἀλλʼ ἐν τοῖς ἤθεσι τοῖς αὐτοῖς διαμένουσι, πρὸς μὲν τοὺς φίλους ἀπίστως πρὸς δὲ τοὺς ἐχθροὺς ἀνάνδρως ἔχοντες, καὶ τὰ μὲν ταπεινῶς τὰ δʼ ὑπερηφάνως ζῶντες, τῶν μὲν συμμάχων καταφρονοῦντες τοὺς δὲ πολεμίους θεραπεύοντες.
而这些事情没有一件是无理发生的,全都是合情合理的结果;因为以这种方式被抚育并在此种政体下生活的人,绝不可能分有任何其他卓越品德,亦不可能在战斗中树立战胜敌人的战利碑。因为在他们的风俗习尚中,怎能产生精明的将领或骁勇的士卒呢?他们的大多数人乃是乌合之众,未历险阻,临战则丧失斗志,而就屈从奴役而言,受到的调教甚至超过我们家中的奴仆;而他们中间享有最高声望的人,也从未以平等、共和或公民的方式生活过,而是一生都在欺凌某些人同时又奴颜婢膝于另一些人中度过,这正是最能败坏人类天性的生活方式;他们因财富而骄奢其体躯,却因君主专制而使其灵魂变得卑贱怯懦;他们在王宫门前接受检阅,伏地跪拜,千方百计操练自甘卑下的心志,向一个凡人叩头膜拜并称其为神灵,对神明的重视甚至不如对凡人。因此,他们中间下到海沿的人,即所谓的总督们,丝毫没有玷污内地的教养,而是恪守着同样的恶习,对朋友背信弃义,对敌人怯懦无能,时而卑微委靡,时而傲慢跋扈,蔑视同盟者却奉迎敌人。
τὴν μέν γε μετʼ Ἀγησιλάου στρατιὰν ὀκτὼ μῆνας ταῖς αὑτῶν δαπάναις διέθρεψαν, τοὺς δʼ ὑπὲρ αὑτῶν κινδυνεύοντας ἑτέρου τοσούτου χρόνου τὸν μισθὸν ἀπεστέρησαν· καὶ τοῖς μὲν Κισθήνην καταλαβοῦσιν ἑκατὸν τάλαντα διένειμαν, τοὺς δὲ μεθʼ αὑτῶν εἰς Κύπρον στρατευσαμένους μᾶλλον ἢ τοὺς αἰχμαλώτους ὕβριζον.
实际上,他们自费供养了阿革西拉奥斯麾下的军队达八个月之久,却将为自己冒死效命的军士军饷扣发了同样长的时间;他们把一百塔兰同分发给攻占克斯特涅的人,却对随同他们征讨塞浦路斯的人施加了比对待战俘更恶劣的侮辱。
ὡς δʼ ἁπλῶς εἰπεῖν καὶ μὴ καθʼ ἓν ἕκαστον ἀλλʼ ὡς ἐπὶ τὸ πολύ, τίς ἢ τῶν πολεμησάντων αὐτοῖς οὐκ εὐδαιμονήσας ἀπῆλθεν, ἢ τῶν ὑπʼ ἐκείνοις γενομένων οὐκ αἰκισθεὶς τὸν βίον ἐτελεύτησεν; οὐ Κόνωνα μέν, ὃς ὑπὲρ τῆς Ἀσίας στρατηγήσας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων κατέλυσεν, ἐπὶ θανάτῳ συλλαβεῖν ἐτόλμησαν, Θεμιστοκλέα δʼ, ὃς ὑπὲρ τῆς Ἑλλάδος αὐτοὺς κατεναυμάχησε, τῶν μεγίστων δωρεῶν ἠξίωσαν;
简而言之,不作逐条枚举而按总体而言,凡与他们交战的人,有谁不是满载利益而去?而凡受他们制辖的人,又有谁不是在遭受酷刑摧残中丧生的呢?客农曾为亚洲领军作战并推翻了拉刻代蒙人的霸权,他们竟敢以死罪拘捕客农;而对于曾为了希腊而在海战中击溃他们的地米斯托克利,他们反倒授予最为优厚的赏赐!
καίτοι πῶς χρὴ τὴν τούτων φιλίαν ἀγαπᾶν, οἳ τοὺς μὲν εὐεργέτας τιμωροῦνται, τοὺς δὲ κακῶς ποιοῦντας οὕτως ἐπιφανῶς κολακεύουσιν; περὶ τίνας δʼ ἡμῶν οὐκ ἐξημαρτήκασιν; ποῖον δὲ χρόνον διαλελοίπασιν ἐπιβουλεύοντες τοῖς Ἕλλησιν; τί δʼ οὐκ ἐχθρὸν αὐτοῖς ἐστι τῶν παρʼ ἡμῖν, οἳ καὶ τὰ τῶν θεῶν ἕδη καὶ τοὺς νεὼς συλᾶν ἐν τῷ προτέρῳ πολέμῳ καὶ κατακάειν ἐτόλμησαν; διὸ καὶ τοὺς Ἴωνας ἄξιον ἐπαινεῖν, ὅτι τῶν ἐμπρησθέντων ἱερῶν ἐπηράσαντο2 εἴ τινες κινήσειαν ἢ πάλιν εἰς τἀρχαῖα καταστῆσαι βουληθεῖεν, οὐκ ἀποροῦντες πόθεν ἐπισκευάσωσιν, ἀλλʼ ἵνʼ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ᾖ τῆς τῶν βαρβάρων ἀσεβείας, καὶ μηδεὶς πιστεύῃ τοῖς τοιαῦτα εἰς τὰ τῶν θεῶν ἐξαμαρτεῖν τολμῶσιν, ἀλλὰ καὶ φυλάττωνται καὶ δεδίωσιν, ὁρῶντες αὐτοὺς οὐ μόνον τοῖς σώμασιν ἡμῶν ἀλλὰ καὶ τοῖς ἀναθήμασι πολεμήσαντας.
既然如此,人们怎能珍视这些人的友谊呢?他们惩罚自己的恩人,却如此公然奉承加害他们的人!他们对我们当中的哪些人未曾犯下罪行?他们又曾在何时停止过图谋陷害希腊人?在我们所有的事物中,又有何者不被他们视为仇敌?他们甚至在前次战争中公然掠夺并焚毁了诸神的雕像与庙宇!因此,伊奥尼亚人理应受到赞扬,因为他们立下诅咒:若有人动挪被焚毁的圣所的任何部分或企图将其复原如初,便受诅咒;这并非由于他们缺乏修缮的资财,而是为了让后世永铭异族人的不敬神之罪,使无人再敢信任这些公然触犯神明之物的人,反而令大家保持戒备与畏惧,因为他们看到,异族人不仅与我们的肉躯为敌,甚至还向献给神明的圣物开战。
ἔχω δὲ καὶ περὶ τῶν πολιτῶν τῶν ἡμετέρων τοιαῦτα διελθεῖν. καὶ γὰρ οὗτοι πρὸς μὲν τοὺς ἄλλους, ὅσοις πεπολεμήκασιν, ἅμα διαλλάττονται καὶ τῆς ἔχθρας τῆς γεγενημένης ἐπιλανθάνονται, τοῖς δʼ ἠπειρώταις οὐδʼ ὅταν εὖ πάσχωσι χάριν ἴσασιν· οὕτως ἀείμνηστον τὴν ὀργὴν πρὸς αὐτοὺς ἔχουσιν. καὶ πολλῶν μὲν οἱ πατέρες ἡμῶν μηδισμοῦ θάνατον κατέγνωσαν, ἐν δὲ τοῖς συλλόγοις ἔτι καὶ νῦν ἀρὰς ποιοῦνται, πρὶν ἄλλο τι χρηματίζειν, εἴ τις ἐπικηρυκεύεται Πέρσαις τῶν πολιτῶν· Εὐμολπίδαι δὲ καὶ Κήρυκες ἐν τῇ τελετῇ τῶν μυστηρίων διὰ τὸ τούτων μῖσος καὶ τοῖς ἄλλοις βαρβάροις εἴργεσθαι τῶν ἱερῶν, ὥσπερ τοῖς ἀνδροφόνοις,3
关于我们自己的公民,我也能列举同样的事实。因为他们虽然与交战过的所有其他人一旦讲和就忘却前嫌,但对大陆的异族人,即使承受了他们的恩惠也绝不心存感激;他们对这些人的愤怒乃是如此永志难忘。我们的先祖曾以私通波斯罪判处许多人死刑;而在公民大会上,直到今日,在办理任何其他事务之前,仍旧宣读诅咒:若有任何公民与波斯人秘密通使便遭诅咒;厄乌摩尔波斯家族与使者家族在秘仪庆典中,也由于对这些人的憎恨,宣令将其他异族人如同凶手一样一并驱逐出神圣仪式之外。
- 151ὡς ἂν ἄνθρωποι μάλιστα τὰς φύσεις διαφθαρεῖεν
此处为 ὡς ἄν 连结希求法表示方式或结果的句式(“以人类天性最易败坏的方式”)。虽亦可理解为目的从句,但结合上下文,此处主要是描写专制统治下生活方式对人性造成的必然结果与状态。
- 156τῶν ἐμπρησθέντων ἱερῶν ἐπηράσαντο
属格 τῶν ἐμπρησθέντων ἱερῶν 并非修饰 ἐπηράσαντο,而是从属于后文 κινήσειαν 的部分属格(partitive genitive,意为“动挪被焚毁的圣所的任何部分”),为示强调而前置。
- 157καὶ τοῖς ἄλλοις βαρβάροις εἴργεσθαι τῶν ἱερῶν, ὥσπερ τοῖς ἀνδροφόνοις
此句主干动词 προαγορεύουσιν 位于下一节(§158)开头,被动不定词 εἴργεσθαι 与与格(τοῖς ἄλλοις βαρβάροις 以及 τοῖς ἀνδροφόνοις)构成宣告禁令的间接引语结构,反映了厄琉息斯秘仪中祭司家族向杀人犯及异族人宣布禁止参与圣礼的常规禁令。
