- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:142-149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以罗得岛海战中的拖沓无能、斯巴达诸将对小亚细亚的侵袭,以及随居鲁士进军的希腊佣兵成功撤退为例,论证波斯王与其禁卫军实则虚弱无力。
ἐν τῷ πολέμῳ τῷ περὶ Ῥόδον ἔχων μὲν τοὺς Λακεδαιμονίων συμμάχους εὔνους διὰ τὴν χαλεπότητα τῶν πολιτειῶν, χρώμενος δὲ ταῖς ὑπηρεσίαις ταῖς παρʼ ἡμῶν, στρατηγοῦντος δʼ αὐτῷ Κόνωνος, ὃς ἦν ἐπιμελέστατος μὲν τῶν στρατηγῶν, πιστότατος δὲ τοῖς Ἕλλησιν, ἐμπειρότατος δὲ τῶν πρὸς τὸν πόλεμον κινδύνων, τοιοῦτον λαβὼν συναγωνιστὴν τρία μὲν ἔτη περιεῖδε τὸ ναυτικὸν τὸ προκινδυνεῦον ὑπὲρ τῆς Ἀσίας ὑπὸ τριήρων ἑκατὸν μόνων πολιορκούμενον, πεντεκαίδεκα δὲ μηνῶν τοὺς στρατιώτας τὸν μισθὸν ἀπεστέρησεν, ὥστε τὸ μὲν ἐπʼ ἐκείνῳ1 πολλάκις ἂν διελύθησαν, διὰ δὲ τὸν ἐφεστῶτα καὶ τὴν συμμαχίαν τὴν περὶ Κόρινθον συστᾶσαν μόλις ναυμαχοῦντες ἐνίκησαν.
在围绕罗得岛的战争中,波斯王虽然由于各邦寡头政体的严酷而得到了拉刻代蒙同盟者的归附,使用了我们提供的襄助,并且由客农担任其将领——客农在将领中最具谋略、对希腊人最忠诚,且在战事险阻中经验最为丰富——波斯王虽得到了这样一位共同作战者,却在一支仅由一百艘三列桨座战船组成的舰队围困那支为亚洲冒死奋战的海军时长达三年之久袖手旁观,并扣发士兵军饷达十五个月,以至于就他而言,部队本会多次解体瓦解;但由于统帅得力以及在科林斯周围结成同盟,他们才勉强在海战中获胜。
καὶ ταῦτʼ ἐστὶ τὰ βασιλικώτατα καὶ σεμνότατα τῶν ἐκείνῳ πεπραγμένων, καὶ περὶ ὧν οὐδέποτε παύονται λέγοντες οἱ βουλόμενοι τὰ τῶν βαρβάρων μεγάλα ποιεῖν. ὥστʼ οὐδεὶς ἂν ἔχοι τοῦτʼ εἰπεῖν, ὡς οὐ δικαίως χρῶμαι τοῖς παραδείγμασιν, οὐδʼ ὡς ἐπὶ μικροῖς διατρίβω τὰς μεγίστας τῶν πράξεων παραλείπων·
而这些便是在他所行之事中最具王者气派、最值得夸耀的作为,也正是那些企图夸大异族人权势的人乐此不疲反复宣扬的事情。 因此,绝没有人能够指责我运用事例有失公允,或指责我抛开其最重大的作为不谈而在琐屑细事上虚掷笔墨。
φεύγων γὰρ ταύτην τὴν αἰτίαν τὰ κάλλιστα τῶν ἔργων διῆλθον, οὐκ ἀμνημονῶν οὐδʼ ἐκείνων, ὅτι Δερκυλίδας μὲν χιλίους ἔχων ὁπλίτας τῆς Αἰολίδος ἐπῆρχε, Δράκων δὲ Ἀταρνέα καταλαβὼν καὶ τρισχιλίους πελταστὰς συλλέξας τὸ Μύσιον πεδίον ἀνάστατον ἐποίησε, Θίβρων δὲ ὀλίγῳ πλείους τούτων διαβιβάσας τὴν Λυδίαν ἅπασαν ἐπόρθησεν, Ἀγησίλαος δὲ τῷ Κυρείῳ στρατεύματι χρώμενος μικροῦ δεῖν τῆς ἐντὸς Ἅλυος χώρας ἐκράτησεν.
因为我正是为了避免这一指责,才详述了他最显赫的武功,我并未忘记这些事实:德尔基利达斯仅统率一千名重装步兵便辖制了埃奥利斯;德拉孔攻占阿塔耳纽斯并纠集了三千名轻盾兵,使密细亚平原沦为废墟;西布隆渡过仅比这稍多一点的兵力,便劫掠了整个吕底亚;而阿革西拉奥斯运用小居鲁士的旧部,几乎完全控制了哈里斯河以西的土地。
καὶ μὴν οὐδὲ τὴν στρατιὰν τὴν μετὰ τοῦ βασιλέως περιπολοῦσαν, οὐδὲ τὴν Περσῶν ἀνδρίαν ἄξιον φοβηθῆναι· καὶ γὰρ ἐκεῖνοι φανερῶς ἐπεδείχθησαν ὑπὸ τῶν Κύρῳ συναναβάντων οὐδὲν βελτίους ὄντες τῶν ἐπὶ θαλάττῃ. τὰς μὲν γὰρ ἄλλας μάχας ὅσας ἡττήθησαν ἐῶ, καὶ τίθημι στασιάζειν αὐτοὺς καὶ μὴ βούλεσθαι προθύμως πρὸς τὸν ἀδελφὸν τὸν βασιλέως διακινδυνεύειν.
再者,随同波斯王巡行各地的军队以及波斯人的勇武,也不值得我们畏惧;因为他们也已被那些随同居鲁士向内陆挺进的人公开证明,丝毫不比沿海部队优秀。至于他们遭到击败的其余诸多战役,我且略过不谈,我也姑且假定他们当时内讧频仍,不愿竭力冒死对抗波斯王的兄弟。
ἀλλʼ ἐπειδὴ Κύρου τελευτήσαντος συνῆλθον ἅπαντες οἱ τὴν Ἀσίαν κατοικοῦντες, ἐν τούτοις τοῖς καιροῖς οὕτως αἰσχρῶς ἐπολέμησαν, ὥστε μηδένα λόγον ὑπολιπεῖν τοῖς εἰθισμένοις τὴν Περσῶν ἀνδρίαν ἐπαινεῖν. λαβόντες γὰρ ἑξακισχιλίους τῶν Ἑλλήνων οὐκ ἀριστίνδην ἐπειλεγμένους, ἀλλʼ οἳ διὰ φαυλότητα ἐν ταῖς αὑτῶν οὐχ οἷοί τʼ ἦσαν ζῆν, ἀπείρους μὲν τῆς χώρας ὄντας, ἐρήμους δὲ συμμάχων γεγενημένους, προδεδομένους δʼ ὑπὸ τῶν συναναβάντων, ἀπεστερημένους δὲ τοῦ στρατηγοῦ μεθʼ οὗ συνηκολούθησαν, τοσοῦτον αὐτῶν ἥττους ἦσαν, ὥσθʼ ὁ βασιλεὺς ἀπορήσας τοῖς παροῦσι πράγμασι καὶ καταφρονήσας τῆς περὶ αὑτὸν δυνάμεως τοὺς ἄρχοντας τοὺς τῶν ἐπικούρων ὑποσπόνδους συλλαβεῖν ἐτόλμησεν, ὡς εἰ τοῦτο παρανομήσειε συνταράξων2 τὸ στρατόπεδον, καὶ μᾶλλον εἵλετο περὶ τοὺς θεοὺς ἐξαμαρτεῖν ἢ πρὸς ἐκείνους ἐκ τοῦ φανεροῦ διαγωνίσασθαι.
然而,当居鲁士阵亡后,亚洲的所有居民尽皆汇集,在这些危急关头,他们的作战表现却如此狼狈,以至于使那些惯于赞颂波斯人勇武的人再也无辞以对。因为面对六千名并非凭优秀才德选拔、而是因自身低劣而在本邦无法生活的希腊人——他们地理生疏、盟友尽失、被一同进军的同伴出卖、并失去了他们所追随的将领——波斯人远逊于他们,以致波斯王在当时困窘绝望,对身边的军力失去信心,竟敢在休战誓约下逮捕雇佣军的将领,妄图以此不法之举使营寨陷入大乱;他宁愿得罪神明,也不愿公开同那些人一决雌雄。
διαμαρτὼν δὲ τῆς ἐπιβουλῆς, καὶ τῶν στρατιωτῶν συμμεινάντων καὶ καλῶς ἐνεγκόντων τὴν συμφοράν, ἀπιοῦσιν αὐτοῖς Τισσαφέρνην καὶ τοὺς ἱππέας συνέπεμψεν, ὑφʼ ὧν ἐκεῖνοι παρὰ πᾶσαν ἐπιβουλευόμενοι τὴν ὁδὸν ὁμοίως διεπορεύθησαν ὡσπερανεὶ προπεμπόμενοι, μάλιστα μὲν φοβούμενοι τὴν ἀοίκητον τῆς χώρας, μέγιστον δὲ τῶν ἀγαθῶν νομίζοντες εἰ τῶν πολεμίων ὡς πλείστοις ἐντύχοιεν.
但在这一图谋破产、士兵们团结一致并坚韧承受灾祸之后,他在他们撤退时派提萨斐尼和骑兵尾随其后;尽管沿途不断遭到这些人的暗算,希腊人行军前行却如同被护送一般,他们最畏惧的反而是荒无人烟的土地,而若能遭遇尽可能多的敌人,反倒被他们视为最大的幸事。
κεφάλαιον δὲ τῶν εἰρημένων· ἐκεῖνοι γὰρ οὐκ ἐπὶ λείαν ἐλθόντες οὐδὲ κώμην καταλαβόντες, ἀλλʼ ἐπʼ αὐτὸν τὸν βασιλέα στρατεύσαντες, ἀσφαλέστερον κατέβησαν τῶν περὶ φιλίας ὡς αὐτὸν πρεσβευόντων.3 ὥστε μοι δοκοῦσιν ἐν ἅπασι τοῖς τόποις σαφῶς ἐπιδεδεῖχθαι τὴν αὑτῶν μαλακίαν· καὶ γὰρ ἐν τῇ παραλίᾳ τῆς Ἀσίας πολλὰς μάχας ἥττηνται, καὶ διαβάντες εἰς τὴν Εὐρώπην δίκην ἔδοσαν (οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο, οἱ δʼ αἰσχρῶς ἐσώθησαν), καὶ τελευτῶντες ὑπʼ αὐτοῖς τοῖς βασιλείοις καταγέλαστοι γεγόνασιν.
总括所言:那些希腊人并非为劫掠而来,亦非为攻取一处村庄,而是向波斯王本人进军,最终撤退到沿海却比那些为了通好而向他出使的人还要安全。因此在我看来,〔波斯人〕已在各地确凿无疑地证明了自己的软弱:因为他们在亚洲沿海屡遭败绩,渡海前往欧洲又受到严惩(其中一部分人悲惨丧命,另一部分人则可耻地逃生),而最后,竟在王宫近旁沦为天下人的笑柄。
- 142τὸ μὲν ἐπʼ ἐκείνῳ
中性冠词短语 τὸ ἐπʼ ἐκείνῳ 为成语性的副词性宾格,意为“就他而言”或“若全凭他的作为”。它与后文带有 ἄν 的直陈式过去时 ἂν διελύθησαν(与过去事实相反的虚拟)相呼应,带有条件意味,指出若非另有依凭,大军本会因波斯王的做法而多次溃散。
- 147ὡς εἰ τοῦτο παρανομήσειε συνταράξων
连词 ὡς 与未来分词 συνταράξων 连用,表示主观企图或设想(“打算使……陷入混乱”),其内部嵌套了由希求法过去时构成的间接引语条件从句 εἰ τοῦτο παρανομήσειε。整体结构表达波斯王的主观意图:认为只要犯下这种不法行径,就能使希腊军营大乱。
- 149ἀσφαλέστερον κατέβησαν τῶν περὶ φιλίας ὡς αὐτὸν πρεσβευόντων
分词短语 τῶν ... πρεσβευόντων 受比较级副词 ἀσφαλέστερον 支配,作比较属格。介词 ὡς 后接指人的宾格代词(αὐτόν),表示“前往某人处”(相当于 πρός)。全句构成鲜明对比:进军讨伐波斯王的雇佣军撤向海边,其安全性竟胜过奉使与波斯王通好的使节。
