- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:135-141
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出波斯王的强大完全归因于希腊人的内讧与愚蠢,并从波斯王镇压埃及叛乱的失败以及征讨埃瓦戈拉斯的漫长拖延中证明,其自身的军事力量绝不足畏惧。
οἵ τε γὰρ ἀφεστῶτες πρὸς ἡμᾶς τʼ οἰκείως ἔχουσι καὶ Λακεδαιμονίοις σφᾶς αὐτοὺς ἐνδιδόασιν, τῶν τε μετὰ Τειριβάζου στρατευομένων καὶ τοῦ πεζοῦ τὸ χρησιμώτατον ἐκ τῶνδε τῶν τόπων ἤθροισται, καὶ τοῦ ναυτικοῦ τὸ πλεῖστον ἀπʼ Ἰωνίας συμπέπλευκεν, οἳ πολὺ ἂν ἥδιον κοινῇ τὴν Ἀσίαν ἐπόρθουν ἢ πρὸς ἀλλήλους ἕνεκα μικρῶν ἐκινδύνευον.1
事实上,反叛者对我们心怀亲善,并正委身于拉刻代蒙人;而在随同提里巴佐斯出征的军队中,步兵中最精锐的部分征集自这些地区,海军的大部也是自爱奥尼亚集结驶来——这些人本会更乐意共同劫掠亚洲,而不是为了琐屑微末之事彼此冒生命之险。
ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα πρόνοιαν, ἀλλὰ περὶ μὲν τῶν Κυκλάδων νήσων ἀμφισβητοῦμεν, τοσαύτας δὲ τὸ πλῆθος πόλεις καὶ τηλικαύτας τὸ μέγεθος δυνάμεις οὕτως εἰκῇ τῷ βαρβάρῳ παραδεδώκαμεν. τοιγαροῦν τὰ μὲν ἔχει, τὰ δὲ μέλλει, τοῖς δʼ ἐπιβουλεύει, δικαίως ἁπάντων ἡμῶν καταπεφρονηκώς.
我们对这些事却未加深思,反倒为基克拉泽斯群岛争执不休,却将数量如此众多的城邦和规模如此巨大的军力如此草率地拱手让给异族人。因此,他已占据一些,正欲吞并另一些,又在图谋其余的,理所当然地对我们全员轻蔑至极。
διαπέπρακται γὰρ ὃ τῶν ἐκείνου προγόνων οὐδεὶς πώποτε· τήν τε γὰρ Ἀσίαν διωμολόγηται καὶ παρʼ ἡμῶν καὶ παρὰ Λακεδαιμονίων βασιλέως εἶναι, τάς τε πόλεις τὰς Ἑλληνίδας οὕτω κυρίως παρείληφεν, ὥστε τὰς μὲν αὐτῶν κατασκάπτειν, ἐν δὲ ταῖς ἀκροπόλεις ἐντειχίζειν. καὶ ταῦτα πάντα γέγονε διὰ τὴν ἡμετέραν ἄνοιαν, ἀλλʼ οὐ διὰ τὴν ἐκείνου δύναμιν.
因为他做成了他的祖先未曾成就的事:我们和拉刻代蒙人双方都已承认亚洲归波斯王所有,而他对希腊诸城邦的控制是如此绝对,以至于能将其中一些夷为平地,并在另一些城中筑堡屯军。这一切全因我们的愚昧而发生,并非由于他的力量。
καίτοι τινὲς θαυμάζουσι τὸ μέγεθος τῶν βασιλέως πραγμάτων, καί φασιν αὐτὸν εἶναι δυσπολέμητον, διεξιόντες ὡς πολλὰς τὰς μεταβολὰς τοῖς Ἕλλησι πεποίηκεν. ἐγὼ δʼ ἡγοῦμαι μὲν τοὺς ταῦτα λέγοντας οὐκ ἀποτρέπειν ἀλλʼ ἐπισπεύδειν τὴν στρατείαν· εἰ γὰρ ἡμῶν ὁμονοησάντων αὐτὸς ἐν ταραχαῖς ὢν χαλεπὸς ἔσται προσπολεμεῖν, ἦ που σφόδρα χρὴ δεδιέναι τὸν καιρὸν ἐκεῖνον, ὅταν τὰ μὲν τῶν βαρβάρων καταστῇ καὶ διὰ μιᾶς γένηται γνώμης, ἡμεῖς δὲ πρὸς ἀλλήλους ὥσπερ νῦν πολεμικῶς ἔχωμεν.
然而,有人赞叹波斯王势力的庞大,称其难以匹敌,细数他曾给希腊人带来的诸多转折。我个人却认为,说这番话的人非但没有阻止出征,反倒是在催促我们出兵。因为如果在我们精诚团结、他身陷混乱之时尚且难以与他交战,那么当异族人的事务安定下来且意志统一,而我们却如现在这般彼此仇视之时,我们该当何等畏惧那一刻啊!
οὐ μὴν οὐδʼ εἰ συναγορεύουσι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, οὐδʼ ὣς ὀρθῶς περὶ τῆς ἐκείνου δυνάμεως γιγνώσκουσιν. εἰ μὲν γὰρ ἀπέφαινον αὐτὸν ἅμα τοῖν πολέοιν ἀμφοτέροιν πρότερόν ποτε περιγεγενημένον, εἰκότως ἂν ἡμᾶς καὶ νῦν ἐκφοβεῖν ἐπεχείρουν· εἰ δὲ τοῦτο μὲν μὴ γέγονεν, ἀντιπάλων δʼ ὄντων ἡμῶν καὶ Λακεδαιμονίων προσθέμενος τοῖς ἑτέροις ἐπικυδέστερα τὰ πράγματα θάτερʼ ἐποίησεν,2 οὐδέν ἐστι τοῦτο σημεῖον τῆς ἐκείνου ῥώμης. ἐν γὰρ τοῖς τοιούτοις καιροῖς πολλάκις μικραὶ δυνάμεις μεγάλας τὰς ῥοπὰς ἐποίησαν, ἐπεὶ καὶ περὶ Χίων ἔχοιμʼ ἂν τοῦτον τὸν λόγον εἰπεῖν, ὡς ὁποτέροις ἐκεῖνοι προσθέσθαι βουληθεῖεν, οὗτοι κατὰ θάλατταν κρείττους ἦσαν.
即使他们赞同我的主张,他们对波斯王实力的认识也依然不正确。因为假若他们能表明,他从前曾在同一时间战胜过这两座城邦,那么他们如今企图以此恐吓我们尚属合情合理;但如果未曾发生此事,而只是在我们与拉刻代蒙人势均力敌之时,他偏向一方而使这一方的声势更显显赫,这绝非其武力的明证。因为在这种局势下,弱小的力量往往也能起到巨大的制衡倾斜作用;事实上,关于希俄斯人我也能发表同样的议论:无论他们愿偏向哪一方,那一方在海上便占了上风。
ἀλλὰ γὰρ οὐκ ἐκ τούτων δίκαιόν ἐστι σκοπεῖν τὴν βασιλέως δύναμιν, ἐξ ὧν μεθʼ ἑκατέρων γέγονεν, ἀλλʼ ἐξ ὧν αὐτὸς ὑπὲρ αὑτοῦ πεπολέμηκεν. καὶ πρῶτον μὲν ἀποστάσης Αἰγύπτου τί διαπέπρακται πρὸς τοὺς ἔχοντας αὐτήν; οὐκ ἐκεῖνος μὲν ἐπὶ τὸν πόλεμον τοῦτον κατέπεμψε τοὺς εὐδοκιμωτάτους Περσῶν, Ἀβροκόμαν καὶ Τιθραύστην καὶ Φαρνάβαζον, οὗτοι δὲ τρίʼ ἔτη μείναντες, καὶ πλείω κακὰ παθόντες ἢ ποιήσαντες, τελευτῶντες οὕτως αἰσχρῶς ἀπηλλάγησαν, ὥστε τοὺς ἀφεστῶτας μηκέτι τὴν ἐλευθερίαν ἀγαπᾶν, ἀλλʼ ἤδη καὶ τῶν ὁμόρων ζητεῖν ἐπάρχειν;
其实,要评判波斯王的力量,不应依据他与双方中任一方联合时的作为,而应依据他自己为自身所打的仗。 首先,当埃及反叛时,他对那些据守该地的人有何作为呢?难道他不是派出了波斯人中最负盛名的人物——阿布罗科马斯、提斯拉乌斯特斯和法尔纳巴佐斯去打这场仗吗?他们驻留了三年,所受的创伤比造成的还要多,最终撤退得如此狼狈,以至于叛乱者不再满足于自由,反倒已经谋求统治邻近的部族了。
μετὰ δὲ ταῦτʼ ἐπʼ Εὐαγόραν στρατεύσας, ὃς ἄρχει μὲν μιᾶς πόλεως, ἐν δὲ ταῖς συνθήκαις ἔκδοτός ἐστιν, οἰκῶν δὲ νῆσον κατὰ μὲν θάλατταν προδεδυστύχηκεν, ὑπὲρ δὲ τῆς χώρας τρισχιλίους ἔχει μόνον πελταστάς, ἀλλʼ ὅμως οὕτω ταπεινῆς δυνάμεως οὐ δύναται περιγενέσθαι βασιλεὺς πολεμῶν,3 ἀλλʼ ἤδη μὲν ἓξ ἔτη διατέτριφεν, εἰ δὲ δεῖ τὰ μέλλοντα τοῖς γεγενημένοις τεκμαίρεσθαι, πολὺ πλείων ἐλπίς ἐστιν ἕτερον ἀποστῆναι πρὶν ἐκεῖνον ἐκπολιορκηθῆναι· τοιαῦται βραδυτῆτες ἐν ταῖς πράξεσι ταῖς βασιλέως ἔνεισιν.
此后,他又进军讨伐埃瓦戈拉斯;此人仅统治一座城邦,在条约中已被出卖,身居海岛且在海战中已先遭挫败,为了保卫领土仅拥军三千轻盾兵——然而,波斯王即便兴兵作战,仍旧无法克制如此微弱的势力,反而已经耗费了六年光阴;若以已往之事推知未来,则大有希望在埃瓦戈拉斯被攻克之前,又有他人起来反叛。波斯王的行事方式中便潜藏着这般的拖沓迟缓。
- 135οἳ πολὺ ἂν ἥδιον κοινῇ τὴν Ἀσίαν ἐπόρθουν ἢ πρὸς ἀλλήλους ἕνεκα μικρῶν ἐκινδύνευον
关系代名词 οἵ 作主语,小辞 ἄν 搭配未完成过去时直陈语气 ἐπόρθουν 与 ἐκινδύνευον 构成非真实条件句(与事实相反),意为“他们本会更乐意共同劫掠亚洲,而不是像现实中那样为了琐屑小事彼此冒死相争”。
- 139ἐπικυδέστερα τὰ πράγματα θάτερʼ ἐποίησεν
θάτερα 是 τὰ ἕτερα 的省音缩约(crasis),作直接宾语短语 τὰ πράγματα θάτερα(“另一方的形势”)。比较级形容词 ἐπικυδέστερα 处于谓语位置,与动词 ἐποίησεν 构成双重宾格结构,表示“使另一方的处境变得更为显赫”。
- 141ἐπʼ Εὐαγόραν στρατεύσας, ὃς ἄρχει μὲν ... ἀλλʼ ὅμως οὕτω ταπεινῆς δυνάμεως οὐ δύναται περιγενέσθαι βασιλεὺς πολεμῶν
句子以主格分词 στρατεύσας(其逻辑主语为波斯王 βασιλεύς)开始,但由于其后插入了描述埃瓦戈拉斯的漫长关系分句(ὃς ἄρχει...),导致回到主句时使用了转折连词 ἀλλʼ ὅμως,并重新明确主语 βασιλεύς 且补出分词 πολεμῶν,形成了句式断裂与语序离隔(破格文法,anacoluthon)。
