- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:124-134
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者痛斥斯巴达勾结专制君主与波斯王并压迫希腊自由城邦的行径,力劝全希腊化解内争,携手远征富庶的亚洲。
μέγιστον δὲ τῶν κακῶν, ὅταν ὑπὲρ αὐτῆς τῆς δουλείας ἀναγκάζωνται συστρατεύεσθαι, καὶ πολεμεῖν τοῖς ἐλευθέροις ἀξιοῦσιν εἶναι, καὶ τοιούτους κινδύνους ὑπομένειν, ἐν οἷς ἡττηθέντες μὲν παραχρῆμα διαφθαρήσονται, κατορθώσαντες δὲ μᾶλλον εἰς τὸν λοιπὸν χρόνον δουλεύσουσιν.
而在所有灾祸中,最严重的莫过于他们被迫随军出征以维系自身的奴役地位,不得不与那些自命自由之人作战,并承受这般的险境:若战败则立刻遭毁灭,若战胜则在日后更受奴役。
ὧν τίνας ἄλλους αἰτίους χρὴ νομίζειν ἢ Λακεδαιμονίους, οἳ τοσαύτην ἰσχὺν ἔχοντες περιορῶσι τοὺς μὲν αὑτῶν συμμάχους γενομένους οὕτω δεινὰ πάσχοντας, τὸν δὲ βάρβαρον τῇ τῶν Ἑλλήνων ῥώμῃ τὴν ἀρχὴν τὴν αὑτοῦ κατασκευαζόμενον; καὶ πρότερον μὲν τοὺς τυράννους ἐξέβαλλον, τῷ δὲ πλήθει τὰς βοηθείας ἐποιοῦντο, νῦν δὲ τοσοῦτον μεταβεβλήκασιν, ὥστε ταῖς μὲν πολιτείαις πολεμοῦσι, τὰς δὲ μοναρχίας συγκαθιστᾶσι. τὴν μέν γε Μαντινέων πόλιν εἰρήνης ἤδη γεγενημένης ἀνάστατον ἐποίησαν, καὶ τὴν Θηβαίων Καδμείαν κατέλαβον, καὶ νῦν Ὀλυνθίους καὶ Φλιασίους πολιορκοῦσιν, Ἀμύντᾳ δὲ τῷ Μακεδόνων βασιλεῖ καὶ Διονυσίῳ τῷ Σικελίας τυράννῳ καὶ τῷ βαρβάρῳ τῷ τῆς Ἀσίας κρατοῦντι συμπράττουσιν ὅπως ὡς μεγίστην ἀρχὴν ἕξουσιν.
对此除了拉刻代蒙人之外,还能将罪责归咎于谁呢?他们拥有如此强大的力量,却眼睁睁看着自己曾经的盟友遭受这般悲惨的摧残,任由异族人凭借希腊人的力量建立起自己的霸权。从前他们驱逐僭主、援助民众,如今却变得如此彻底,以至于同宪政体制开战,反而协助建立君主专制。事实上,在和约已经缔结之后,他们毁平了曼提尼亚城,占领了底比斯人的卡德梅亚卫城,如今又围困奥林索斯人和弗利亚斯人,并与马其顿国王阿明塔斯、西西里僭主狄奥尼修斯以及统治亚洲的异族人相勾结,竭力使后者的统治版图达到最大。
καίτοι πῶς οὐκ ἄτοπον τοὺς προεστῶτας τῶν Ἑλλήνων ἕνα μὲν ἄνδρα τοσούτων ἀνθρώπων καθιστάναι δεσπότην, ὧν οὐδὲ τὸν ἀριθμὸν ἐξευρεῖν ῥᾴδιόν ἐστι, τὰς δὲ μεγίστας τῶν πόλεων μηδʼ αὐτὰς αὑτῶν ἐᾶν εἶναι κυρίας, ἀλλʼ ἀναγκάζειν δουλεύειν ἢ ταῖς μεγίσταις συμφοραῖς περιβάλλειν;
然而,身为全希腊的领袖,将单单一人树立为不可胜数之众的主子,却不允许最大的城邦自行作主,反倒强迫其为奴或使其陷入浩劫,这岂不是荒谬绝伦?
ὃ δὲ πάντων δεινότατον, ὅταν τις ἴδῃ τοὺς τὴν ἡγεμονίαν ἔχειν ἀξιοῦντας ἐπὶ μὲν τοὺς Ἕλληνας καθʼ ἑκάστην τὴν ἡμέραν στρατευομένους, πρὸς δὲ τοὺς βαρβάρους εἰς ἅπαντα τὸν χρόνον συμμαχίαν πεποιημένους.
但尤为骇人听闻的,是目睹那些自诩拥有霸权的人日复一日地征伐希腊人,却与异族人订立永久的同盟。
καὶ μηδεὶς ὑπολάβῃ με δυσκόλως ἔχειν, ὅτι τραχύτερον τούτων ἐμνήσθην, προειπὼν ὡς περὶ διαλλαγῶν ποιήσομαι τοὺς λόγους· οὐ γὰρ ἵνα πρὸς τοὺς ἄλλους διαβάλω τὴν πόλιν τὴν Λακεδαιμονίων οὕτως εἴρηκα περὶ αὐτῶν, ἀλλʼ ἵνʼ αὐτοὺς ἐκείνους παύσω, καθʼ ὅσον ὁ λόγος δύναται, τοιαύτην ἔχοντας τὴν γνώμην.
请不要有人因为我在预先声明要就和解发表演说之后,言辞过于严厉地提及这些事,便以为我怀有敌意;因为我如此谈论他们绝非为了向其他人诽谤拉刻代蒙城邦,而是为了在言语所及的限度内,使他们自己放弃这样的念头。
ἔστι δὲ οὐχ οἷόν τʼ ἀποτρέπειν τῶν ἁμαρτημάτων, οὐδʼ ἑτέρων πράξεων πείθειν ἐπιθυμεῖν, ἢν μή τις ἐρρωμένως ἐπιτιμήσῃ τοῖς παροῦσιν· χρὴ δὲ κατηγορεῖν μὲν ἡγεῖσθαι τοὺς ἐπὶ βλάβῃ τοιαῦτα λέγοντας, νουθετεῖν δὲ τοὺς ἐπʼ ὠφελείᾳ λοιδοροῦντας. τὸν γὰρ αὐτὸν λόγον οὐχ ὁμοίως ὑπολαμβάνειν δεῖ, μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενον.
除非有人对当下的弊端痛加针砭,否则绝无可能使人改过自新,亦无法劝导人去追求别样的作为。应当将出于害意而说出这番话的人视作控告者,而将为了益处进行责备的人看作规劝者。因为同样的话语若非出自同样的意图,便不应作同样的理解。
ἐπεὶ καὶ τοῦτʼ ἔχομεν αὐτοῖς ἐπιτιμᾶν, ὅτι τῇ μὲν αὑτῶν πόλει τοὺς ὁμόρους εἱλωτεύειν ἀναγκάζουσι, τῷ δὲ κοινῷ τῷ τῶν συμμάχων οὐδὲν τοιοῦτον κατασκευάζουσιν, ἐξὸν αὐτοῖς τὰ πρὸς ἡμᾶς διαλυσαμένοις ἅπαντας τοὺς βαρβάρους περιοίκους ὅλης τῆς Ἑλλάδος καταστῆσαι.1
况且,我们还可以就此对他们提出指责:他们为了自己的城邦强令邻民沦为黑劳士,却丝毫不为盟邦的共同利益建立任何类似的制度;而他们本可以在与我们化解争端之后,将全体异族人置于全希腊周边臣属民的地位。
καίτοι χρὴ τοὺς φύσει καὶ μὴ διὰ τύχην μέγα φρονοῦντας τοιούτοις ἔργοις ἐπιχειρεῖν πολὺ μᾶλλον ἢ τοὺς νησιώτας δασμολογεῖν, οὓς ἄξιόν ἐστιν ἐλεεῖν, ὁρῶντας τούτους μὲν διὰ σπανιότητα τῆς γῆς ὄρη γεωργεῖν ἀναγκαζομένους,2 τοὺς δʼ ἠπειρώτας διʼ ἀφθονίαν τῆς χώρας τὴν μὲν πλείστην αὐτῆς ἀργὸν περιορῶντας, ἐξ ἧς δὲ καρποῦνται τοσοῦτον πλοῦτον κεκτημένους.
然而,那些天生而非凭运气享有崇高心志的人,理应致力于此类大业,而绝非向岛民征派赋税。眼见这些岛民因土地匮乏而不得不耕种山地,而大陆之民却因土地富饶将其大部分弃之不耕,却从所耕种收获的部分坐拥如此丰厚的财富,岛民实乃可悯之辈。
ἡγοῦμαι δʼ, εἴ τινες ἄλλοθεν ἐπελθόντες θεαταὶ γένοιντο τῶν παρόντων πραγμάτων, πολλὴν ἂν αὐτοὺς καταγνῶναι μανίαν ἀμφοτέρων ἡμῶν, οἵ τινες οὕτω περὶ μικρῶν κινδυνεύομεν, ἐξὸν ἀδεῶς πολλὰ κεκτῆσθαι, καὶ τὴν ἡμετέραν αὐτῶν χώραν διαφθείρομεν, ἀμελήσαντες τὴν Ἀσίαν καρποῦσθαι.
我认为,若有外邦前来的看客目睹当前的局势,定会判定我们双方陷入了极大的疯狂:我们在可以安享丰厚财物的情况下却为琐屑之争冒生命危险,荒废了开采亚洲的富庶,反而自相摧毁本邦的国土。
καὶ τῷ μὲν οὐδὲν προὐργιαίτερόν ἐστιν ἢ σκοπεῖν ἐξ ὧν μηδέποτε παυσόμεθα πρὸς ἀλλήλους πολεμοῦντες· ἡμεῖς δὲ τοσούτου δέομεν συγκρούειν τι τῶν ἐκείνου πραγμάτων ἢ ποιεῖν στασιάζειν, ὥστε καὶ τὰς διὰ τύχην αὐτῷ γεγενημένας ταραχὰς συνδιαλύειν ἐπιχειροῦμεν, οἵ τινες καὶ τοῖν στρατοπέδοιν τοῖν περὶ Κύπρον ἐῶμεν αὐτὸν τῷ μὲν χρῆσθαι τὸ δὲ πολιορκεῖν, ἀμφοτέροιν αὐτοῖν τῆς Ἑλλάδος ὄντοιν.3
对于波斯王而言,再没有比千方百计使我们彼此征战不休更为紧要的事了;而我们不仅远未动摇其国事或挑起其内讧,甚至还试图协助平息其偶然遭遇的动乱,任由他在塞浦路斯周围的两支军队中使用一支、围困另一支,而这两支军队均属于希腊。
- 131ἐξὸν αὐτοῖς τὰ πρὸς ἡμᾶς διαλυσαμένοις ἅπαντας τοὺς βαρβάρους περιοίκους ὅλης τῆς Ἑλλάδος καταστῆσαι
ἐξόν 是非人称动词 ἔξεστι 的非人称独立宾格(accusative absolute),在此充当让步状语分句(“尽管他们本可以……”)。与格代词 αὐτοῖς 及其同格分词 διαλυσαμένοις 表示不定式 καταστῆσαι 的逻辑主语;该不定式支配直接宾语 ἅπαντας τοὺς βαρβάρους 和宾语补足语 περιοίκους。
- 132ὁρῶντας τούτους μὲν διὰ σπανιότητα τῆς γῆς ὄρη γεωργεῖν ἀναγκαζομένους
分词 ὁρῶντας 为阳性宾格复数,修饰句首不定式的逻辑主语 τοὺς φύσει καὶ μὴ διὰ τύχην μέγα φρονοῦντας。它跨过了插入的关系代词从句 οὓς ἄξιόν ἐστιν ἐλεεῖν,并统领后续的两个宾语分词复合结构(τούτους μὲν ... ἀναγκαζομένους 与 τοὺς δʼ ἠπειρώτας ... περιορῶντας)。
- 134τοῖν στρατοπέδοιν τοῖν περὶ Κύπρον ... ἀμφοτέροιν αὐτοῖν τῆς Ἑλλάδος ὄντοιν
此处使用了古典希腊语的双数(dual)形式。τοῖν στρατοπέδοιν 作为前置的部分属格,预示随后的 τῷ μὲν ... τὸ δέ 分配代词结构;句末的 ἀμφοτέροιν αὐτοῖν τῆς Ἑλλάδος ὄντοιν 则是由双数属格构成的独立属格结构(genitive absolute),带有让步意味(“尽管这两者都属于希腊”)。
