- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:116-123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将大王和约与斯巴达霸权下城邦内讧、同胞沦落奴役及波斯王专断的乱象,同昔日雅典帝国的荣光加以对比,严厉谴责斯巴达将伊奥尼亚人出卖给异族,呼吁重树雅典的领导权。
ἀντὶ δὲ τοῦ πρὸς ἑτέρους περὶ τῆς χώρας πολεμεῖν ἐντὸς τείχους οἱ πολῖται πρὸς ἀλλήλους μάχονται, πλείους δὲ πόλεις αἰχμάλωτοι γεγόνασιν ἢ πρὶν τὴν εἰρήνην ἡμᾶς ποιήσασθαι, διὰ δὲ τὴν πυκνότητα τῶν μεταβολῶν ἀθυμοτέρως διάγουσιν οἱ τὰς πόλεις οἰκοῦντες τῶν ταῖς φυγαῖς ἐζημιωμένων· οἱ μὲν γὰρ τὸ μέλλον δεδίασιν, οἱ δʼ ἀεὶ κατιέναι προσδοκῶσιν.1
公民们不再为领土同外敌作战,反而退至城墙之内自相残杀;陷落被掳的城邦比我们缔结和约之前还要多;且由于政权更迭频繁,留居城邦者生活之消沉沮丧甚于遭受流放之刑者:因为前者畏惧未卜的将来,而后者却始终期盼重返家园。
τοσοῦτον δʼ ἀπέχουσι τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας, ὥσθʼ αἱ μὲν ὑπὸ τυράννοις εἰσί, τὰς δʼ ἁρμοσταὶ κατέχουσιν, ἔνιαι δʼ ἀνάστατοι γεγόνασι, τῶν δʼ οἱ βάρβαροι δεσπόται καθεστήκασιν· οὓς ἡμεῖς διαβῆναι τολμήσαντας εἰς τὴν Εὐρώπην καὶ μεῖζον ἢ προσῆκεν αὐτοῖς φρονήσαντας οὕτω διέθεμεν, ὥστε μὴ μόνον παύσασθαι στρατείας ἐφʼ ἡμᾶς ποιουμένους ἀλλὰ καὶ τὴν αὑτῶν χώραν ἀνέχεσθαι πορθουμένην, καὶ διακοσίαις καὶ χιλίαις ναυσὶ περιπλέοντας εἰς τοσαύτην ταπεινότητα κατεστήσαμεν, ὥστε μακρὸν πλοῖον ἐπὶ τάδε Φασήλιδος μὴ καθέλκειν, ἀλλʼ ἡσυχίαν ἄγειν καὶ τοὺς καιροὺς περιμένειν, ἀλλὰ μὴ τῇ παρούσῃ δυνάμει πιστεύειν.
他们与自由和自治相距如此之远,以至于有的城邦处于僭主统治之下,有的被斯巴达总督所占据,有的沦为废墟,还有的则被异族人立为主子——对于这些胆敢渡海侵入欧洲、狂妄自大超出本分的异族人,我们昔日曾对其痛加惩处,使得他们不仅停止了对我们的征伐,甚至甘愿忍受自己的领土遭到洗劫;尽管他们曾统领一千二百艘战船巡弋,我们却将他们压制到如此卑微的地步,以至于他们不敢将战舰下水驶入法塞利斯以西,反倒按兵不动、等待时机,绝不敢依仗自身现有的武力。
καὶ ταῦθʼ ὅτι διὰ τὴν τῶν προγόνων τῶν ἡμετέρων ἀρετὴν οὕτως εἶχεν, αἱ τῆς πόλεως συμφοραὶ σαφῶς ἐπέδειξαν· ἅμα γὰρ ἡμεῖς τε τῆς ἀρχῆς ἀπεστερούμεθα καὶ τοῖς Ἕλλησιν ἀρχὴ τῶν κακῶν ἐγίγνετο.2 μετὰ γὰρ τὴν ἐν Ἑλλησπόντῳ γενομένην ἀτυχίαν ἑτέρων ἡγεμόνων καταστάντων ἐνίκησαν μὲν οἱ βάρβαροι ναυμαχοῦντες, ἦρξαν δὲ τῆς θαλάττης, κατέσχον δὲ τὰς πλείστας τῶν νήσων, ἀπέβησαν δʼ εἰς τὴν Λακωνικήν, Κύθηρα δὲ κατὰ κράτος εἷλον, ἅπασαν δὲ τὴν Πελοπόννησον κακῶς ποιοῦντες περιέπλευσαν.
这一切全凭我们祖先的卓越才干才得以实现,这一点由我们城邦所蒙受的不幸昭然若揭;因为就在我们被剥夺帝国霸权的同时,灾祸的开端也降临到了希腊人头上。在赫勒斯滂发生那场不幸之后,换由其他人出任盟主,异族人便在海战中得胜,执掌了制海权,占领了大部分岛屿,登陆拉科尼亚,强攻夺取了基西拉岛,并在巡弋整个伯罗奔尼撒半岛时四处肆虐蹂躏。
μάλιστα δʼ ἄν τις συνίδοι τὸ μέγεθος τῆς μεταβολῆς, εἰ παραναγνοίη τὰς συνθήκας τάς τʼ ἐφʼ ἡμῶν γενομένας καὶ τὰς νῦν ἀναγεγραμμένας. τότε μὲν γὰρ ἡμεῖς φανησόμεθα τὴν ἀρχὴν τὴν βασιλέως ὁρίζοντες καὶ τῶν φόρων ἐνίους τάττοντες καὶ κωλύοντες αὐτὸν τῇ θαλάττῃ χρῆσθαι· νῦν δʼ ἐκεῖνός ἐστιν ὁ διοικῶν τὰ τῶν Ἑλλήνων, καὶ προστάττων ἃ χρὴ ποιεῖν ἑκάστους, καὶ μόνον οὐκ ἐπιστάθμους ἐν ταῖς πόλεσι καθιστάς.
倘若有人将我们时代订立的条约与如今铭刻公布的条约并列阅读,便最能洞察这一变局之巨大。因为届时人们将看到:当时是我们为波斯王划定统治疆界、指定其部分赋税并阻止其使用海洋;而如今对全希腊事务发号施令、勒令各邦各行其事、甚至差一点就要在各城邦派驻驻军长官的,反倒是他了。
πλὴν γὰρ τούτου τί τῶν ἄλλων ὑπόλοιπόν ἐστιν; οὐ καὶ τοῦ πολέμου κύριος ἐγένετο, καὶ τὴν εἰρήνην ἐπρυτάνευσε, καὶ τῶν παρόντων πραγμάτων ἐπιστάτης καθέστηκεν; οὐχ ὡς ἐκεῖνον πλέομεν ὥσπερ πρὸς δεσπότην, ἀλλήλων κατηγορήσοντες; οὐ βασιλέα τὸν μέγαν αὐτὸν προσαγορεύομεν, ὥσπερ αἰχμάλωτοι γεγονότες; οὐκ ἐν τοῖς πολέμοις τοῖς πρὸς ἀλλήλους ἐν ἐκείνῳ τὰς ἐλπίδας ἔχομεν τῆς σωτηρίας, ὃς ἀμφοτέρους ἡμᾶς ἡδέως ἂν ἀπολέσειεν;
除去这一点之外,其余还剩下什么?他难道未曾成为这场战争的主宰,操纵了和约,并成为当前局势的总管?我们难道不是如同去见主人一般航向他那里,彼此告发中伤?我们难道不是如同已沦为战俘一般,尊称他为大王?在彼此攻伐的内战中,我们难道不是将苟存自保的希望寄托在那个乐于将我们双方悉数毁灭的人身上吗?
ὧν ἄξιον ἐνθυμηθέντας3 ἀγανακτῆσαι μὲν ἐπὶ τοῖς παροῦσι, ποθέσαι δὲ τὴν ἡγεμονίαν τὴν ἡμετέραν, μέμψασθαι δὲ Λακεδαιμονίοις ὅτι τὴν μὲν ἀρχὴν εἰς τὸν πόλεμον κατέστησαν ὡς ἐλευθερώσοντες τοὺς Ἕλληνας, ἐπὶ δὲ τελευτῆς οὕτω πολλοὺς αὐτῶν ἐκδότους ἐποίησαν, καὶ τῆς μὲν ἡμετέρας πόλεως τοὺς Ἴωνας ἀπέστησαν, ἐξ ἧς ἀπῴκησαν καὶ διʼ ἣν πολλάκις ἐσώθησαν, τοῖς δὲ βαρβάροις αὐτοὺς ἐξέδοσαν, ὧν ἀκόντων τὴν χώραν ἔχουσι καὶ πρὸς οὓς οὐδὲ πώποτʼ ἐπαύσαντο πολεμοῦντες. καὶ τότε μὲν ἠγανάκτουν, ὅθʼ ἡμεῖς νομίμως ἐπάρχειν τινῶν ἠξιοῦμεν· νῦν δʼ εἰς τοιαύτην δουλείαν καθεστώτων οὐδὲν φροντίζουσιν αὐτῶν,4 οἷς οὐκ ἐξαρκεῖ δασμολογεῖσθαι καὶ τὰς ἀκροπόλεις ὁρᾶν ὑπὸ τῶν ἐχθρῶν κατεχομένας, ἀλλὰ πρὸς ταῖς κοιναῖς συμφοραῖς καὶ τοῖς σώμασι δεινότερα πάσχουσι τῶν παρʼ ἡμῖν ἀργυρωνήτων· οὐδεὶς γὰρ ἡμῶν οὕτως αἰκίζεται τοὺς οἰκέτας, ὡς ἐκεῖνοι τοὺς ἐλευθέρους κολάζουσιν.
念及这一切,理当对当下的现状义愤填膺,渴望重获我们的霸权,并谴责拉刻代蒙人:因为他们起初挑起战争口口声声是要解放希腊人,可到头来却将如此之多的同胞拱手出卖;他们使伊奥尼亚人背弃了曾为母邦且屡次拯救过他们的我们城邦,反倒将他们出卖给了那些异族人——而伊奥尼亚人本是违拗那些异族人的意愿才占据这片土地,且从未停止过同他们作战。 当年我们依照法度主张对某些人实行统治时,他们曾愤愤不平;如今这些人陷入如此奴役境地,他们却漠不关心——对这些人而言,仅仅承受赋税搜刮、眼见卫城被敌寇强占还不够,在这些共同灾祸之外,其肉体遭受的惨剧甚至甚于我们这里花钱买来的奴隶;因为我们当中绝无任何人会像他们惩处自由民那样,去残酷虐待自己的家奴。
- 116οἱ μὲν γὰρ τὸ μέλλον δεδίασιν, οἱ δʼ ἀεὶ κατιέναι προσδοκῶσιν
紧接前文的比较结构 ἀθυμοτέρως διάγουσιν οἱ τὰς πόλεις οἰκοῦντες τῶν ταῖς φυγαῖς ἐζημιωμένων(“城内居者之消沉沮丧甚于遭流放者”),对比小词组 οἱ μέν ... οἱ δέ 按顺承关系分别指示两个群体:οἱ μέν 指前者即城内的居民(畏惧未来的政变动荡),οἱ δέ 指后者即被判流放之人(时刻盼望重返故土,κατιέναι)。
- 119ἅμα γὰρ ἡμεῖς τε τῆς ἀρχῆς ἀπεστερούμεθα καὶ τοῖς Ἕλλησιν ἀρχὴ τῶν κακῶν ἐγίγνετο
由 ἅμα ... τε ... καί ... 构成的相关结构,表示两件事的同时发生:“就在我们被剥夺帝国霸权(ἀρχή)的同时,灾祸的端绪(ἀρχή)也降临希腊人”。通过 ἀρχή 一词的双关兼指(“统治/帝国”与“开端/起始”),紧凑地突出了历史转折中两者在因果与时间上的重合。
- 122ὧν ἄξιον ἐνθυμηθέντας
由无人称结构 ἄξιον [ἐστί](“应当……”)统领后文的一组不定式(ἀγανακτῆσαι、ποθέσαι、μέμψασθαι),其逻辑主语由宾格分词 ἐνθυμηθέντας 充当。连接关系代词 ὧν 指代前文所述的诸般事态,在句中作分词 ἐνθυμηθέντας 所支配的属格宾语。
- 123καθεστώτων οὐδὲν φροντίζουσιν αὐτῶν
分词 καθεστώτων 既可在语法上视为省略主语的属格独立结构(“当他们已陷入如此奴役境地时”),也可更自然地理解为同句末后置的代词 αὐτῶν(作 φροντίζουσιν 支配的属格宾语)相一致的定语成分(“对于陷入如此奴役境地的他们毫不关心”),两者因倒装分离(hyperbaton)而被拉开。
