- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:1-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者批评了世人重体育健儿而轻明达之士的风尚,申明自己决心凭借言论的力量就希腊人的和睦与对外战争提出建言。他主张即便主题前人已言,杰出的文辞仍可化腐朽为神奇,并对那些指责精雕细琢的论客进行了反驳。
πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων, ὅτι1 τὰς μὲν τῶν σωμάτων εὐτυχίας οὕτω μεγάλων δωρεῶν ἠξίωσαν, τοῖς δʼ ὑπὲρ τῶν κοινῶν ἰδίᾳ πονήσασι καὶ τὰς ἑαυτῶν ψυχὰς οὕτω παρασκευάσασιν ὥστε καὶ τοὺς ἄλλους ὠφελεῖν δύνασθαι, τούτοις δʼ οὐδεμίαν τιμὴν ἀπένειμαν· ὧν εἰκὸς ἦν αὐτοὺς μᾶλλον ποιήσασθαι πρόνοιαν· τῶν μὲν γὰρ ἀθλητῶν δὶς τοσαύτην ῥώμην λαβόντων οὐδὲν ἂν πλέον γένοιτο τοῖς ἄλλοις, ἑνὸς δὲ ἀνδρὸς εὖ φρονήσαντος ἅπαντες ἂν ἀπολαύσειαν οἱ βουλόμενοι κοινωνεῖν τῆς ἐκείνου διανοίας.
我常常对那些组织节庆集会、设立竞技会的人感到惊异,因为他们认为肉体的矫健配得上如此丰厚的赏赐,而对于那些为公众利益在私下辛勤操劳,并磨砺自己的心灵以使自己能够造福他人的人,却未曾授予他们任何荣誉;然而他们理当更多地为这些人着想。因为即使运动员们获得了两倍的力气,其他任何人也不会因此多获益处;但只要一个人心怀明达之智,所有愿意分享他见识的人都能从中受惠。
οὐ μὴν ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην ῥᾳθυμεῖν, ἀλλʼ ἱκανὸν νομίσας ἆθλον ἔσεσθαί μοι τὴν δόξαν τὴν ἀπʼ αὐτοῦ λόγου γενησομένην ἥκω συμβουλεύσων περί τε τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους καὶ τῆς ὁμονοίας τῆς πρὸς ἡμᾶς αὐτούς, οὐκ ἀγνοῶν ὅτι πολλοὶ τῶν προσποιησαμένων εἶναι σοφιστῶν ἐπὶ τοῦτον τὸν λόγον ὥρμησαν, ἀλλʼ ἅμα μὲν ἐλπίζων τοσοῦτον διοίσειν ὥστε τοῖς ἄλλοις μηδὲν πώποτε δοκεῖν εἰρῆσθαι περὶ αὐτῶν, ἅμα δὲ προκρίνας τούτους καλλίστους εἶναι τῶν λόγων, οἵτινες περὶ μεγίστων τυγχάνουσιν ὄντες καὶ τούς τε λέγοντας μάλιστʼ ἐπιδεικνύουσι καὶ τοὺς ἀκούοντας πλεῖστʼ ὠφελοῦσιν, ὧν εἷς οὗτός ἐστιν. ἔπειτʼ οὐδʼ οἱ καιροί πω παρεληλύθασιν, ὥστʼ ἤδη μάτην εἶναι τὸ μεμνῆσθαι περὶ τούτων. τότε γὰρ χρὴ παύεσθαι λέγοντας, ὅταν ἢ τὰ πράγματα λάβῃ τέλος καὶ μηκέτι δέῃ βουλεύεσθαι περὶ αὐτῶν, ἢ τὸν λόγον ἴδῃ τις ἔχοντα πέρας, ὥστε μηδεμίαν λελεῖφθαι τοῖς ἄλλοις ὑπερβολήν.
然而,我并未因这些情况而丧气并选择怠惰,而是认为言论本身所带来的声誉足以成为我的奖赏,于是前来就对抗蛮族的战争以及我们彼此之间的和睦提出建议;我并非不知道许多自诩为智者的人已经蜂拥投入这篇论题,但一方面我期望能卓越非凡,以至于让人觉得其他人此前从未就这些事情说过什么;另一方面,我判定那些关于最重大主题、最能展现演说者才能、并对听众最有裨益的言辞,才是最美的言辞,这篇演说便是其中之一。况且,时机也并未流逝到重提这些事情已然徒劳的地步。因为只有在以下两种情况下才应当停止言说:要么事态已经了结,不再需要就此进行商议;要么有人看到言论已经达到了极境,以至于未给他人留下任何超越的余地。
ἕως δʼ ἂν τὰ μὲν ὁμοίως ὥσπερ πρότερον φέρηται, τὰ δʼ εἰρημένα φαύλως ἔχοντα τυγχάνῃ, πῶς οὐ χρὴ σκοπεῖν καὶ φιλοσοφεῖν τοῦτον τὸν λόγον, ὃς ἢν κατορθωθῇ, καὶ τοῦ πολέμου τοῦ πρὸς ἀλλήλους καὶ τῆς ταραχῆς τῆς παρούσης καὶ τῶν μεγίστων κακῶν ἡμᾶς ἀπαλλάξει;
只要事态依然如从前那样演进,而已有的论述又恰好拙劣不堪,那么,怎能不去考量并研习这篇论述呢?若是它得以成功,必能将我们从彼此间的战争、眼前的动荡以及极大的灾难中解脱出来。
πρὸς δὲ τούτοις, εἰ μὲν μηδαμῶς ἄλλως οἷόν τʼ ἦν δηλοῦν τὰς αὐτὰς πράξεις ἀλλʼ ἢ2 διὰ μιᾶς ἰδέας, εἶχεν ἄν τις ὑπολαβεῖν ὡς περίεργόν ἐστι τὸν αὐτὸν τρόπον ἐκείνοις λέγοντα πάλιν ἐνοχλεῖν τοῖς ἀκούουσιν· ἐπειδὴ δʼ οἱ λόγοι τοιαύτην ἔχουσι τὴν φύσιν, ὥσθʼ οἷόν τʼ εἶναι περὶ τῶν αὐτῶν πολλαχῶς ἐξηγήσασθαι, καὶ τά τε μεγάλα ταπεινὰ ποιῆσαι καὶ τοῖς μικροῖς μέγεθος περιθεῖναι, καὶ τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γεγενημένων ἀρχαίως εἰπεῖν, οὐκέτι φευκτέον ταῦτʼ ἐστὶ περὶ ὧν ἕτεροι πρότερον εἰρήκασιν, ἀλλʼ ἄμεινον ἐκείνων εἰπεῖν πειρατέον.
此外,如果除了唯一的形式之外绝无可能指明相同的功业,那么人们尚可设想,以与他们相同的方式言说并再度烦扰听众乃是多此一举;然而,由于言论具有这样的本性,即能够以多种方式阐述相同的事物,既能使伟大的事物变得卑微,又能使微小的事物享有崇高,既能以新颖的方式叙述古老的事端,又能以古典的风貌谈论新近发生的事情,因此,人们绝不应当回避他人此前已经谈论过的主题,而应当尝试比他们讲得更为出色。
αἱ μὲν γὰρ πράξεις αἱ προγεγενημέναι κοιναὶ πᾶσιν ἡμῖν κατελείφθησαν, τὸ δʼ ἐν καιρῷ ταύταις καταχρήσασθαι καὶ τὰ προσήκοντα περὶ ἑκάστης ἐνθυμηθῆναι καὶ τοῖς ὀνόμασιν εὖ διαθέσθαι τῶν εὖ φρονούντων ἴδιόν ἐστιν.
因为过去发生的功业作为共有财产留给了我们大家,但在适宜的时机运用它们、就每一件事形成妥当的思考并用词语精妙地将其组织起来,则是明智之士所特有的本领。
ἡγοῦμαι δʼ οὕτως ἂν μεγίστην ἐπίδοσιν λαμβάνειν καὶ τὰς ἄλλας τέχνας καὶ τὴν περὶ τοὺς λόγους φιλοσοφίαν, εἴ τις θαυμάζοι καὶ τιμῴη μὴ τοὺς πρώτους τῶν ἔργων ἀρχομένους, ἀλλὰ τοὺς ἄρισθʼ ἕκαστον αὐτῶν ἐξεργαζομένους, μηδὲ τοὺς περὶ τούτων ζητοῦντας λέγειν περὶ ὧν μηδεὶς πρότερον εἴρηκεν, ἀλλὰ τοὺς οὕτως ἐπισταμένους εἰπεῖν ὡς οὐδεὶς ἂν ἄλλος δύναιτο.
我认为,如果人们赞赏并推崇的不是最先开创事业的人,而是将其中每一件完成得最为出色的人;也不是那些寻求谈论前所未谈之事物的人,而是懂得如何以无人能及的方式言说的人,那么无论是其他技艺还是关于言论的哲学,都将以此种方式取得最大的进步。
καίτοι τινὲς ἐπιτιμῶσι τῶν λόγων τοῖς ὑπὲρ τοὺς ἰδιώτας ἔχουσι καὶ λίαν ἀπηκριβωμένοις, καὶ τοσοῦτον διημαρτήκασιν ὥστε τοὺς πρὸς ὑπερβολὴν πεποιημένους πρὸς τοὺς ἀγῶνας τοὺς περὶ τῶν ἰδίων συμβολαίων σκοποῦσιν, ὥσπερ ὁμοίως δέον ἀμφοτέρους ἔχειν, ἀλλʼ οὐ τοὺς μὲν ἀσφαλῶς τοὺς δʼ ἐπιδεικτικῶς, ἢ σφᾶς μὲν διορῶντας τὰς μετριότητας, τὸν δʼ ἀκριβῶς ἐπιστάμενον λέγειν ἁπλῶς οὐκ ἂν δυνάμενον εἰπεῖν.3
然而,有些人批评那些超出凡庸之人理解且过度精雕细琢的言辞,他们错得如此离谱,以至于竟拿那些倾力追求卓越的展示性演辞去比照涉及私人契约的法庭诉讼,仿佛两者应当具有相同的情状,而不是后者当求稳妥、前者当求展示;又仿佛是他们自己看透了适度,而那位深谙精密言说之法的人根本不可能用朴素的方式言说。
- 1πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων, ὅτι
动词 ἐθαύμασα 支配表示对象的属格(τῶν συναγαγόντων...),后接由 ὅτι 引导的原因从句,指明感到惊异或责难的理由,即“对那些组织……的人感到惊异,因为他们……”。
- 7ἀλλʼ ἢ
紧接在前附否定词的副词短语 μηδαμῶς ἄλλως(“绝无其他方式”)之后,ἀλλʼ ἤ 构成表示例外的固定连词短语(意为“除……之外”)。
- 11ὥσπερ ὁμοίως δέον ἀμφοτέρους ἔχειν, ἀλλʼ οὐ τοὺς μὲν ἀσφαλῶς τοὺς δʼ ἐπιδεικτικῶς, ἢ σφᾶς μὲν διορῶντας τὰς μετριότητας, τὸν δʼ ἀκριβῶς ἐπιστάμενον λέγειν ἁπλῶς οὐκ ἂν δυνάμενον εἰπεῖν.
δέον 是无人称动词 δεῖ 的绝对宾格,由 ὥσπερ 引导,引出批评者荒谬的前提假设(“仿佛两者应当具有相同的情状”)。在 ἀλλʼ οὐ 之后省略了动词(如 ἔχειν δεῖ)。随后的 ἤ 引出并列分词 διορῶντας 与 δυνάμενον,其逻辑主语 σφᾶς 与 τὸν... ἐπιστάμενον 均作宾格,体现了在 ὥσπερ 影响下类似宾格不定词或绝对宾格的从属思维表达。
