← 阿特纳奥斯

学者们的宴会

§2.9-2.12

作为诗歌源泉的饮酒与宴饮词汇词源

本段通过引述多位诗人的作品,论述了饮酒的益处、沉醉作为诗歌创作与戏剧起源的意义,并探讨了宴会、祭祀与节庆开销相关词汇的词源解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός. ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ," φησὶν Ἄλεξις (), καὶ ὅτι οἶνος "φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα πίνοντας αὐτόν." ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν ()· "‘οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ, ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.’ ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ μέτωπον οἷα καὶ σὺ κεκροκωμένον." Πολέμων φησὶν () ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν. ἐκ τροφῆς ξηρᾶς ‘οὔτ’ ἂν σκώμματα γένοιτο, οὔτ’ αὐτοσχέδια ποιήματα,’ ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία. καλῶς οὖν ἐν τῷ () ‘πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας’ ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας.1 οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ἣ γίνεται κατὰ τὴν μέθην.

“凡好酒之人皆非恶汉; 因为拥有两个母亲的布罗弥俄斯不喜与恶徒为伍, 亦不喜未受教化之生活,”阿勒克西斯如是说;他又说,葡萄酒 “使凡多饮者 皆成好学者。” 而为克拉提诺斯作题铭的诗人则说道: “葡萄酒对于风雅的歌者诚然是一匹骏马, 但若饮水,你将产不出任何佳作。” 克拉提诺斯曾说这番话,狄俄倪索斯啊,他吐露出的不是一个皮囊的气息,而是散发着整只酒缸的芳烈。 因此他的宅邸缀满了花冠,他的额头也如你一般被常春藤染得金黄。 波勒蒙说,在穆尼喀亚人们敬奉英雄‘生酒客’,在斯巴达人那里,厨师们在公共食堂为英雄‘揉面者’与‘调酒者’立像供奉。在阿哈伊亚,英雄‘宴席客’也受人尊崇,其名号正源于宴席。 由干瘪的食物“既生不出诙谐之语,亦生不出即兴诗篇”,更不用说豪言大话与心灵的傲慢了。因此,语法学家阿里斯塔库斯在注释“你们在利姆诺斯岛吹嘘、大啖牛肉并痛饮满盈的混酒钵时,所发的誓言如今安在?”这一句时,将使希腊人显得在夸耀食肉的诗行圈出废弃,是十分恰当的。因为吹嘘、嘲弄与讥讽并非源于一般的欢愉与饱腹,而是源于能改变心智并使之趋向虚妄的沉醉之饱食。

§2.10

διὸ Βακχυλίδης φησί ()· "γλυκεῖ’ ἀνάγκα σευομένα κυλίκων θάλπησι θυμόν· Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας ἀμμιγνυμένα Διονυσίοισι δώροις. ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας· αὐτίκα μὲν πόλεων κρήδεμνα λύει, πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ. χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι· πυροφόροι δὲ κατ’ αἰγλήεντα... νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ." Σοφοκλῆς δέ φησι ()· "... τὸ μεθύειν πημονῆς λυτήριον." οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν ‘οἶνον ἐύφρονα καρπὸν ἀρούρης ().’ καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα ()· ‘ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ’ καὶ τὰ ἑξῆς.

为此,巴克基利德斯说道: “那自杯中涌出的 甜蜜强力温热了心灵; 塞浦路斯女神的期许掠过心头, 与狄俄倪索斯的恩赐交融一体。 它将凡人的思绪送入至高之境: 瞬间便解除了城池的屏障, 让人自以为将统摄全人类。 屋宇闪耀着黄金与象牙的光芒; 载着麦粮的船只穿行于波光粼粼的…… 自埃及运来无尽的财富; 饮酒者的心儿便是如此跃动。” 索福克勒斯也说: “……沉醉乃苦痛之解脱。” 其他诗人亦称葡萄酒为“田野之悦心硕果”。而众诗人之王荷马亦引奥德修斯之言道:“凡饱食美酒与佳肴而整日征战之人,其胸中勇气充盈”等等。

§2.11

ὅτι Σιμωνίδης () τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆς τρύγης καιρόν· ἀφ᾽ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία. "τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι," Εὐριπίδης ἐν Βάκχαις φησί (). καὶ Ἀστυδάμας δέ φησι ()· "θνητοῖσι τὴν ἀκεσφόρον λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον. — συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός," Ἀντιφάνης φησίν (). "οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,2" φησὶν Ἄλεξις (). Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας ὠνόμαζον· τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ’ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸ ‘δαῖτα θάλειαν.’ τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης () τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.

西蒙尼德斯将葡萄酒与音乐归于同一源头。喜剧与悲剧的发明亦是因阿提卡伊卡里翁地区的醉酒而起,正值葡萄丰收之时;因此喜剧起初确实被称为‘采摘之歌’。 “赐予凡人解忧之葡萄藤。 若无葡萄酒,塞浦路斯女神便不复存在, 凡人亦再无任何乐事,”欧里庇得斯在《酒神的女信徒》中说道。阿斯图达马斯亦云: “他向凡人昭示了能医治哀伤的 酒之母——葡萄藤。”—— “因为持续饱食之人变得怠惰, 而微醺者却极为深思熟虑,”安提法内斯如是说。 “我的心智并未醉,唯独这般: 舌头不能稳稳地分辨读音,”阿勒克西斯说道。 塞琉库斯说,古时若非为了诸神,并无过量饮酒或享受其他奢华的习俗。为此他们将宴会称为thoῖnai和thaleῖai:前者是因为他们认为当因诸神而饮酒,后者是因为他们为了诸神而聚集成席。这便是“丰盛之筵”的含义。亚里士多德说,所谓methyein(沉醉)是指“在祭献之后使用之”。

§2.12

" θεοῖσι μικρὰ θύοντας τέλη, τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους, " Εὐριπίδης φησί (). καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος· "οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα." τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα. τελεῖν γὰρ τὸ δαπανᾶν καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις ()· "τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ ἔχειν ἑαυτῷ·3 τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι."

“向诸神献上微薄的祭礼, 却比那些献祭耕牛者更为虔敬,”欧里庇得斯如是说。在此‘telos’意指祭祀。荷马亦道: “因为我认为没有什么结局比全民众皆沉浸于欢乐中 更为美好。” 我们因其花费之巨,亦将那些更为盛大、伴有神秘仪轨的节庆称为‘teletai’(密仪)。因为‘telein’意为花费,挥霍甚多者为‘polyteleis’(奢华),花费甚少者为‘euteleis’(节俭)。阿勒克西斯说: “飞黄腾达之人理应 显赫度日,将神之恩赐昭告于众; 因为赐予福泽的神明 以为自己所作之事理当获得感恩; 若见有人隐匿财富、自称微薄立身、恩将仇报, 且吝啬度日,神明便会在某个时机 将他拿下,夺去此前所赐的一切。”

语法注3 条
  1. 2.9περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας

    指亚历山大里亚语法学家阿里斯塔库斯的文本校勘用语。现在分词 περιγράφων 为校勘术语,意为“用括号括起、加注废弃符号或删改”。关系代词 ὅς 的先行词是 τὸν στίχον,说明了剔除该诗行的理由(即诗行让希腊人炫耀食肉而非饮酒)。

  2. 2.11οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα

    不及物动词 μεθύω(醉)后接关系宾格(或内宾格)τὴν φρόνησιν 与 τὸ τοιοῦτον μόνον,表示“在心智方面并未醉,唯独在此等事(即用口清晰辨析发音)上醉了”。冠词不定式短语 τὸ διορίζεσθαι... 作为同位语解释 τὸ τοιοῦτον。

  3. 2.12ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ ἔχειν ἑαυτῷ

    关系代词的吸引现象(attraction):原本应为 τούτων ἃ πεποίηκεν(为他所施予的事物),因省略的先行词属格而受吸引变为 ὧν。此外,χάριν ἔχειν ἑαυτῷ 在此表示神明认为人们应当对自己施予的恩惠“怀有感激”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.9-2.12