← 阿特纳奥斯

学者们的宴会

§2.6-2.8

三足鼎的由来与兑水饮酒及神酒之说

引用了菲洛科罗斯关于酒与真理及三足鼎渊源的解释、安菲克堤翁王引入兑水调酒与祭神礼仪的起源,并记述了酒后暴虐的动物比喻以及诗人们关于神馔与神浆的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

Φιλόχορος δέ φησιν () ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν,1 ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν ‘οἶνος καὶ ἀλήθεια’ () λέγεται καὶ ‘ἀνδρὸς δ’ οἶνος ἔδειξε νόον’ () καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας· δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους· ἐμπυριβήτης ὁ καὶ λοετροχόος. Αἰσχύλος ()· "τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος λέβης αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν." ὁ δ’ ἕτερος κρατὴρ καλούμενος. Ὅμηρος ()· ‘ἕπτ’ ἀπύρους τρίποδας.’ ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων· καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ’ ὁ Δήλιός φησι ()· ‘τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικός, ἀλλ’ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δ’ ἦσαν οἳ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἳ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες2 τρίποδες ὠνομάζοντο.’ "φησί που Ἔφιππος ()· οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν. Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν." Ἀντιφάνης ()· "κρύψαι, Φειδία, ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών. ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων καὶ τῶν λόγων ταῦθ᾽· ὥστε τοὺς ἀρνουμένους, μάλιστα τούτους.... καταφανεῖς ποιεῖ. "

菲洛科罗斯说,饮酒者不仅显露自己是何等样人,而且畅所欲言,将其他人也一一揭露出来。因此人们常说“酒后吐真言”,以及“酒显人心”,而狄俄倪索斯节上的胜利奖品是一尊三足鼎。因为我们确实对说真话的人称作“从三足鼎上发言”;但必须明白狄俄倪索斯的三足鼎指的是混酒钵。古时有两种三足鼎,它们碰巧都被称为大釜:一种是架在火上的,也是用于注水沐浴的,正如埃斯库罗斯所言: “家中的大釜,那尊三足鼎接纳了他, 始终守候在火堆之上的位置。” 另一种则被称为混酒钵,正如荷马所言:“七尊未受火烹的三足鼎。”在这些器具中人们调制葡萄酒;而这正是真理的三足鼎。因此,它因神谕的真理而归于阿波罗,因沉醉中的真理而归于狄俄倪索斯。提洛岛的塞摩斯说:“青铜三足鼎,并非皮提亚神谕的那种,而是如今人们称为大釜的器具。其中有些未受火烹,人们将葡萄酒倒入其中调和;另一些用于沐浴,人们在其中加热水,是架在火上的。其中有些带双耳,因其底座具有三只足,故被称为三足鼎。” 埃菲波斯在某处说道: “大量的酒迫使你多说胡话。 乙:难道人们不说醉汉讲的是真话吗?” 安提法内斯说: “费狄亚斯啊,一个人除了两件事之外, 可以隐瞒其余的一切: 那就是饮酒和坠入爱河。 因为这两者都通过眼神 和言辞显露出来;因此那些否认的人, 尤其是这些人……它使之昭然若揭。”

§2.7

Φιλόχορος δέ φησιν () Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους·3 καὶ διὰ τοῦτο ἱδρύσασθαι βωμὸν ὀρθοῦ Διονύσου ἐν τῷ τῶν Ὡρῶν ἱερῷ· αὗται γὰρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δ᾽ αὐτοῦ καὶ ταῖς Νύμφαις βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος· καὶ γὰρ Διονύσου τροφοὶ αἱ Νύμφαι λέγονται. καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκαστος βούλεται· προσεπιλέγειν δὲ τούτῳ τὸ τοῦ Διὸς σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται. Πλάτων δ’ ἐν δευτέρῳ Νόμων () τὴν τοῦ οἴνου χρῆσίν φησιν ὑγιείας ἕνεκα ὑπάρχειν. ἀπὸ τοῦ κατὰ μέθην δὲ καταστήματος καὶ ταύρῳ παρεικάζουσι τὸν Διόνυσον καὶ παρδάλει διὰ τὸ πρὸς βίαν τρέπεσθαι τοὺς ἐξοινωθέντας. Ἀλκαῖος ()· "ἄλλοτε μὲν μελιαδέος, ἄλλοτε δ᾽ ὀξυτέρου τριβόλων ἀρυτημένοι." εἰσὶ δ’ οἳ καὶ θυμικοὶ γίνονται· τοιοῦτος δ’ ὁ ταῦρος. Εὐριπίδης ()· "ταῦροι δ’ ὑβρισταὶ κεἰς κέρας θυμούμενοι. " διὰ δὲ τὸ μάχιμον καὶ θηριώδεις ἔνιοι γίνονται· ὅθεν καὶ τὸ παρδαλῶδες.

菲洛科罗斯又说,雅典人的国王安菲克堤翁从狄俄倪索斯那里学会了调和葡萄酒,并首次进行了兑水调酒。因此,以这种方式饮用的人身形挺拔起来,而此前他们常被烈酒压弯了身躯;为此,他在时序女神的圣所中为‘直立狄俄倪索斯’立了一座祭坛;因为这些女神也哺育葡萄藤的果实。他在其旁还为宁芙仙女们建了一座祭坛,作为对饮用调和酒之人的提醒;因为宁芙仙女们也被称为狄俄倪索斯的乳母。他还制定了一条规矩:饭后只喝足够尝一口的纯酒,作为善神威能的见证,其余的则饮用调和过的酒,各人随意饮用;此外,还当为此呼诵拯救者宙斯的名号,以教导和提醒饮酒者:唯有如此饮用,他们才能平安获救。柏拉图在《法律篇》第二卷中也说,酒的使用是为了健康之故。 由于醉酒后的状态,人们将狄俄倪索斯既比作公牛,又比作猎豹,因为过量饮酒的人会走向暴力。阿尔凯奥斯说: “时而汲出甜如蜜的酒,时而 汲出比蒺藜更刺喉的酸酒。” 还有些人变得暴躁易怒;公牛便是如此。欧里庇得斯说: “凶暴而在角上发泄狂怒的公牛。” 由于好斗的习性,有些人变得如野兽一般;因此也有了猎豹般的狂暴。

§2.8

καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα.4 διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. οἶδα δ’ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν ()· "τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ διακονῶ καὶ σεμνός εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος." καὶ Ἀλκμὰν δέ φησι () ‘τὸ νέκταρ ἔδμεναι’ αὐτούς. καὶ Σαπφὼ δέ φησιν ()· "ἀμβροσίας μὲν κρατὴρ ἐκέκρατο, Ἑρμᾶς δ’ ἕλεν ὄλπιν θεοῖς οἰνοχοῆσαι." ὁ δ’ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν. Ἴβυκος δέ φησι () τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ᾽ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.

因此基奥斯的阿里斯同说得很对,最美妙的饮料是兼具甘甜与芳香的酒。因此吕底亚奥林匹斯山周围的一些人调制所谓的‘内克塔尔’,将葡萄酒、蜂巢以及花朵的芬芳部分混合在同一容器中。但我知道阿纳克珊德里德斯说‘内克塔尔’不是饮料,而是诸神的食物: “我将内克塔尔 充分揉捏着吃,痛饮阿姆布罗西亚,并侍奉宙斯, 时时神气十足地 与赫拉交谈,坐在塞浦路斯女神的身旁。” 阿尔克曼也说他们“吃内克塔尔”。萨福也说: “一钵阿姆布罗西亚 已被调好, 赫尔墨斯拿起酒壶 为诸神斟酒。” 然而荷马却将内克塔尔视作诸神的饮品。伊比库斯则说,阿姆布罗西亚在甘甜的程度上是蜂蜜的九倍,称蜂蜜在令人愉悦方面仅是阿姆布罗西亚的九分之一。

语法注4 条
  1. 2.6ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν

    主句宾语 ἑαυτούς 先行充当间接疑问从句 οἵτινές εἰσιν 主语的先取句式(prolepsis),意为“揭露他们自己是何等人”。

  2. 2.6τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες

    τρίποδα 作 τὴν ὑπόβασιν 的谓语性宾格,整句意为“具有由三只足构成的底座”。

  3. 2.7ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους

    ὀρθούς(直立的)与 καμπτομένους(弯折的、佝偻的)形成鲜明对照。介词短语 ὑπὸ τοῦ ἀκράτου 表示施事或原因,说明人们之前因饮纯生酒而身体佝偻崩溃。

  4. 2.8τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα

    冠词分词短语作不定式小句的宾格主语,与表语 ἥδιστον ποτόν 构成“最美妙的饮品乃是……者”。动词 κοινωνέω 支配双重属格(γλυκύτητος 与 εὐωδίας),意为“兼具甘甜与芳香”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.6-2.8