- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.13-2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在一番关于葡萄酒的高谈阔论之后,一位惯于饮水之人发起了关于水的讨论,引证荷马、赫西俄德与品达论述水的清冽、温度及其医用价值,并援引泰奥弗拉斯托斯关于各地水源特性与水质异变的记载。
τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα.1 οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν. "ἡδὺ.. ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται," Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν (). "οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι....." ἀφ’ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος (). Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς () ‘αἰγείρων ὑδατοτρεφέων’ ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ ()· ‘κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.’ τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ ‘Πηνειῷ συμμίσγεται ().’ καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος... καλὸν εἶναι λέγει· "καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι." διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν (), ὑπὲρ δὲ θατέρου φράζων () ‘στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.’
当他如此长篇大论地谈论葡萄酒,即畅谈各样葡萄酒,吞吐着各种酒名之后——自幼养成饮水习惯的他,并不喜好这种饮品。 “在盛筵与丰盛的宴席上, 当人们饱餐之后,沉醉于故事之中是惬意的,”赫西俄德在《墨兰波狄亚》中如是说。 “你们当中难道没有一人想到要谈谈水吗……?” 连葡萄酒也是从中汲取调和的,而声音最为宏亮的品达明明曾宣称水是万物中最美好的。最神圣的荷马确实也知道水是最具滋养力的,在诗中他提到了“依水而生的白杨”树林。他还赞美水的澄澈:“四眼泉水流淌着明净的水流。”而对于轻盈且更具价值的水,他称之为“动人的”;因此他称“汇入珀涅俄斯河”的蒂塔雷西俄斯河是“动人的”。他还提到了具有去污力的水;科斯的普拉克萨戈拉斯亦赞同此点,称其为佳品: “它清澈地涓涓流出,足以涤除极度污浊之物。” 他还将甜水与宽广的海水分开,一方面称赫勒斯滂为宽广的,另一方面描述道:“我们把船停泊在甜水近旁。”
οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα. τὸν γοῦν Εὐρύπυλον () τρωθέντα ἐκ τούτου καταιονᾷ· καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ’ αὐτῷ τὸ λιαρὸν θερμόν.2 ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν· "ἣ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο. " ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ’ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους "ῥέει εἰκυῖα χαλάζῃ ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ." εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν Ἀγαμέμνονός φησιν· "ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς." ἐπὶ δὲ τοῦ φεύγοντος μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησίν· "ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ." Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν,3 ὡς Ἐρατοσθένης φησίν. ὑδαρῆ φησὶ καὶ μετάκερας.
他也深知温水对于伤口的效用。他正是用温水为受伤的欧律皮洛斯冲洗热敷;然而,若是为了止住出血,冷水本更为适宜,因其能使之收缩紧实;但为了缓解剧痛,他便用具有安抚功效的温水来浇洗。在他那里,“liaron”一词意指温热。他在关于斯卡曼德洛斯河源泉的段落中清楚地表明了这一点: “他说,其中一眼流淌着温热水流,四周 升腾起烟雾,仿佛源自燃烧的烈火。” 难道那能腾起火之蒸汽与带火烟雾的水,竟会仅仅是温吞之水吗?关于另一眼泉水,他说在夏季 “它流淌着,犹如冰雹, 或是冷雪,或是水化成的寒冰。” 他习惯于说新受伤的人身上流淌着热血,在谈及阿伽门农时他说道: “只要鲜血仍温热地从伤口中涌出。” 而在换言之谈及中箭后逃窜的鹿时,他说道: “只要血尚温热,双膝尚能跃动。” 雅典人称温水为“metakeras”(适度调和者),正如埃拉托斯特尼所言。 他说那是稀薄的且是metakeras。
τῶν δ’ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ () ὡς ἀχρεῖα δηλονότι· τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος ()· "κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος." καὶ Πίνδαρος ()· "μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου." κρήνη δ’ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα· ἀφ’ ἧς Ἀριστοφάνης φησὶ () Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων () τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον· διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν () ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρᾳ δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν () ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς, καθὰ τὸν ἐν Καρίᾳ, παρ’ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον.
在其他水中,荷马将从岩石间流淌的水称为阴暗之水,显然是因为其毫无益处;但他偏爱泉水以及流经更广阔、更肥沃土地的水,正如赫西俄德所说: “源自常流不竭且奔涌的清泉,那泉水毫无污浊。” 品达亦云: “自美丽甘泉蒂尔福萨流出的 甘甜如蜜、宛若仙浆的水。” 蒂尔福萨是维奥蒂亚的一处泉水;阿里斯托芬说,忒瑞西阿斯饮了这泉水,因年迈无法耐受其冰冷而死去。泰奥弗拉斯托斯在《论水》中说,尼罗河的水最利繁衍且最为甘甜;因此,因其含有天然碱的混杂成分,它也能使饮用者通便。他在《植物志》中又说,有些地方的水能促使生育,如在忒斯庇埃,而在皮拉则导致不育。他还说在淡水中亦有一些是不育的或不利繁衍的,如费塔和皮拉的水。有一回尼罗河一带发生旱灾,水流变得如铜绿般剧毒,许多埃及人因而丧命。他还说,不仅苦水会发生变化,咸水乃至整条河流都会改变,正如卡里亚境内的那条河流,其旁伫立着宙斯-波塞冬的神庙。其原因乃是由于该地有诸多雷霆劈落。
- 2.13τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα.
句首属格分词短语“τοσαῦτα οἰνολογήσαντος ... λαφύσσοντος”为独立属格结构,其隐含逻辑主语为前文中大谈葡萄酒的讲话者。此处用作概括前述长篇谈论并引出后文好饮水之人的过渡句。
- 2.14ἐστὶ δὲ παρ’ αὐτῷ τὸ λιαρὸν θερμόν.
“παρ’ αὐτῷ”意为“在荷马笔下”(παρά加与格表示在某位作者的用法中)。“τὸ λιαρόν”为主语,“θερμόν”为表语,意指在荷马的诗作中,“liaron”(通常指微温、微凉)实际上等同于温热(hot/warm)。
- 2.14Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν
双重宾格结构:“τὸ χλιαρόν”(温水/微温之物)为直接宾语,“μετάκερας”作宾语补足语(谓语宾格)。“μετάκερας”是由 μετά 与 κεράννυμι(调和)构成的复合形容词中性宾格形式,意指“适度调和之物”。
