← 阿特纳奥斯

学者们的宴会

§2.4-2.5

葡萄酒与人性的异同及三段桨帆船之家的逸话

文中援引诗人们关于酒与人性的异同及其利弊的诗句,随后记叙了阿克拉加斯那所被称为‘三段桨帆船’的宅第的逸事:醉酒的年轻人们将住宅错当成遭遇风暴的战船而将家具抛出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4

Ἄλεξις δέ πού φησιν () ὡς "ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν1 τρόπον τιν’ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον πολλή ᾽στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω τούτων ἁπάντων,2 ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν ἡδύν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν." κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν ()· "οἶνός θ’ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν· ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον." ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις ()· "οὐδέν.. ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν. ὃ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν. ὃ μὲν δάκνει γάρ, ὃ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ." Πανύασις δὲ λέγει ()· "οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε, ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος. τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων." καὶ πάλιν ()· ".. οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες. πάσας δ’ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει πινόμενος κατὰ μέτρον· ὑπὲρ μέτρον δὲ χερείων."

亚历克西斯也在某处说道,人在本性上于某种意义上与酒最为相似: “因为新酒和人极为必然地要 首先沸腾并狂妄行事,而在花期过后 变得粗砺;但在度过了我所说的这一切鼎盛期、 并被撇去这浮在表层的浮躁之后,那时 才变得宜于饮用,并再次安定下来, 且在余下的岁月中对所有人始终甘美。” 而据昔兰尼的诗人所言: “当酒进入人体时,具有与火同等的力量; 它掀起波澜,犹如北风或南风掀动利比亚海; 它将深处的隐秘之物也显露出来, 并从人体内摇落所有的理智。” 但在另一处,亚历克西斯却说了相反的话: “人在本性上一点也不像酒。 因为前者老去后变得令人生厌, 而我们却看重年代最久的酒。 前者刺人,而后者使我们开朗。” 帕纽阿西斯则说: “因为酒对地上的凡人而言是等同于火的益处, 高贵,驱除灾殃,是每种痛苦的同伴。 因为酒中包含着喜庆与光彩的可爱份额, 包含着踏节起舞,包含着令人渴望的爱意。 因此你应当在宴席上以欢悦的心情接受它并 饮用,切勿像个孩童般塞饱了食物, 臃肿地坐着,忘却了欢乐。” 他又说: “酒是诸神给凡人的最好礼物, 光彩夺目;所有的歌声都与它和谐一致, 所有的舞蹈、所有可爱的温情亦然。 若按适度饮用,它能洗涤人们心中的 一切烦恼;但若超过限度,它便更为恶劣。”

§2.5

Τίμαιος δὲ ὁ Ταυρομενίτης () ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης. νεανίσκους τινὰς ἐν αὐτῇ μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας ἐκθερμανθέντας ὑπὸ τῆς μέθης ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι δὲ χαλεπῶς κατὰ τὴν θάλασσαν· καὶ τοσοῦτον ἔκφρονας γενέσθαι ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς εἰς τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην.3 συναθροιζομένων οὖν πολλῶν καὶ τὰ ῥιπτόμενα διαρπαζόντων οὐδ’ ὣς παύεσθαι τῆς μανίας τοὺς νεανίσκους. καὶ τῇ ἐπιούσῃ τῶν ἡμερῶν παραγενομένων τῶν στρατηγῶν ἐπὶ τὴν οἰκίαν ἐγκληθέντες οἱ νεανίσκοι ἔτι ναυτιῶντες ἀπεκρίναντο πυνθανομένων τῶν ἀρχόντων ὑπὸ χειμῶνος ἐνοχλούμενοι ἠναγκάσθαι ἀποφορτίσασθαι τὰ περιττὰ τῶν φορτίων. θαυμαζόντων δὲ τῶν στρατηγῶν τὴν ἔκπληξιν τῶν ἀνδρῶν εἷς τῶν νεανίσκων, καίτοι δοκῶν τῶν ἄλλων πρεσβεύειν κατὰ τὴν ἡλικίαν,4 ‘ἐγὼ δ᾽, ἔφη, ἄνδρες Τρίτωνες, ὑπὸ τοῦ δέους καταβαλὼν ἐμαυτὸν ὑπὸ τοὺς θαλάμους ὡς ἔνι μάλιστα κατωτάτω ἐκείμην.’ συγγνόντες οὖν τῇ αὐτῶν ἐκστάσει ἐπιτιμήσαντες μὴ πλείονος οἴνου ἐμφορεῖσθαι ἀφῆκαν. καὶ οἳ χάριν ἔχειν ὁμολογήσαντες... ‘ἂν λιμένος, ἔφη, τύχωμεν ἀπαλλαγέντες τοσούτου κλύδωνος, Σωτῆρας ὑμᾶς ἐπιφανεῖς μετὰ τῶν θαλασσίων δαιμόνων ἐν τῇ πατρίδι ἱδρυσόμεθα ὡς αἰσίως ἡμῖν ἐπιφανέντας.’ ἐντεῦθεν ἡ οἰκία τριήρης ἐκλήθη.

陶罗梅尼昂的提麦奥斯说,阿克拉加斯的一所宅第被称为‘三段桨帆船’,其缘由如下:一些年轻人在其中饮酒大醉,因沉醉而狂热,竟陷入如此疯狂的境地,以致自以为正乘着三段桨帆船航行,在海上遭遇险恶的风暴;他们神智昏乱到把屋中所有的器具和床褥都扔出去,如同扔进大海一般,因为在他们看来舵手命令他们因风暴而减轻船的载重。于是许多人聚集起来哄抢被扔出的物件,即便如此,年轻人也没有停止他们的疯狂。到了次日,将领们来到这所宅第,被控告的年轻人们仍然晕船,面对执政官们的询问,他们回答说自己受到风暴困扰,不得不卸下多余的货物。当将领们对这些人的失态惊叹不已时,年轻人中的一位虽然看似比其他人年长,却说:‘特里同诸位老爷,我因恐惧而投身于舱板之下,尽可能躺在最底处。’于是将领们宽恕了他们的狂乱,训诫他们不得再狂饮过多的酒,便将他们放行了。而他们表示感谢,并说……‘若是摆脱了如此滔天巨浪而抵港,我们定将在故乡将你们与海神一同立为显灵的拯救者,因为你们如此吉祥地向我们显灵。’自此,这所宅第便被称为‘三段桨帆船’。

语法注4 条
  1. 2.4ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν

    τὴν φύσιν 是限制宾格(关系宾格),用以修饰形容词最高级 ὁμοιότατος,意为“在天性/本性方面”。

  2. 2.4παρακμάσαντα δ’ ὧν λέγω τούτων ἁπάντων

    分词 παρακμάσαντα 支配表示分离或基准的属格 τούτων ἁπάντων(“度过了这所有事物的全盛期”)。关系代词 ὧν 受先行词 τούτων 的格位吸引而变为属格,原本应为动词 λέγω 的宾格宾语 ἅ。

  3. 2.5δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην

    δόξαν 是非人称动词 δοκεῖ 的分词形式构成的绝对宾格结构(accusative absolute),表示原因或伴随情况(“因他们觉得……”)。它引出不定式短语 λέγειν τὸν κυβερνήτην(“舵手命令道”),其后再接不定式 ἀποφορτίζεσθαι(“减载货物”)。

  4. 2.5δοκῶν τῶν ἄλλων πρεσβεύειν κατὰ τὴν ἡλικίαν

    不定式 πρεσβεύειν 在此含有比较意义(“更为年长 / 居先”),支配比较属格 τῶν ἄλλων。介词短语 κατὰ τὴν ἡλικίαν 表明限定范围(“在年龄方面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.4-2.5