- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.44-2.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段通过喜剧作家、哲学家和医家的多方引证,论述鹰嘴豆、羽扇豆和菜豆的性味与用途,并提及芝诺性格转变的比喻等逸事。
" ΕΡΕΒΙΝΘΟΙ. Κρώβυλος ()· χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον κενὸν ὅλως. τράγημα δέ ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς." Ὅμηρος· "θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι." Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις ()· "πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους·1 ‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε; πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;’" Σαπφώ ()· "χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο." Θεόφραστος δ’ ἐν φυτικοῖς () τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς. καὶ Σώφιλος ()· "ὁ πατὴρ ὁ ταύτης πολὺ μέγιστός ἐστι κριὸς ἐρέβινθος." Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι ()· ‘τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.’ Ἄλεξις ()· "ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες. τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς.2 φθόγγους δ’ ἀλύρους θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν· χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν χἠ σύνταξις τοῦ βίου ἐστὶν κύαμος, θέρμος, λάχανον,..... γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ’ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς." Φερεκράτης ()· "τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν." πάλιν ()· "τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους." Δίφιλος δέ φησιν· ‘οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.’ κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δ’ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.
鹰嘴豆。克罗比洛斯说: “一颗中空的生鹰嘴豆,他们用来掷科塔博斯游戏。这肯定是可怜猴子的干果零食。” 荷马说: “黑皮的蚕豆或鹰嘴豆跳跃着。” 科洛封的色诺芬尼在《讽刺诗》中说: “在冬令时节,吃饱喝足之后,斜倚在柔软的卧榻上,喝着甜酒,嚼着鹰嘴豆,坐在火旁当如是说:‘尊贵的人啊,你来自何方,是哪一族人?你有多少年岁?当米底人入侵时,你年纪多大?’” 萨福说: “金色的鹰嘴豆生长在水滨。” 泰奥弗拉斯托斯在植物学著作中将某些鹰嘴豆称为“公羊”。索菲洛斯亦说: “她的父亲是一颗极其巨大的公羊鹰嘴豆。” 法埃尼亚斯在《论植物》中说:“柔嫩的黄豌豆、蚕豆和鹰嘴豆充当零食,而干的几乎大多数都被煮食或炒食。”阿莱克西斯说: “我有一个穷困的丈夫,我自己是个老妇,还有一个女儿、一个幼子以及这个善良的女孩,总共五口人。其中我们三人用正餐,两人同他们分食一小块大麦饼。每当我们一无所有时,便发出无琴声相伴的哀叹;因未进食,我们的脸色变得苍白。我们生计的组成部分与结构便是蚕豆、羽扇豆、青菜、……芜菁、黄豌豆、山黧豆、山毛榉实、鳞茎、蝉、鹰嘴豆、野梨,以及于我而言源自母亲的神赐珍爱之物——干无花果,即弗里吉亚无花果树的造化。” 费雷克拉底说: “你会立刻把鹰嘴豆煮得软烂。” 又说: “嚼食炒鹰嘴豆时他被噎死了。” 狄菲鲁斯说:“鹰嘴豆不易消化,具有清洁、利尿和产气作用。”根据狄奥克利斯,它能使肌肉充实发酵;白色与黄杨色的优于黑色的,米利都产的优于所谓的公羊形,新鲜的优于干燥的,浸湿的优于未浸湿的。 据说鹰嘴豆是波塞冬的发明。
" ΘΕΡΜΟΙ. μὴ ὥρασι3 μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών, ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπε, ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ.... Β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν..... ὀσπρίου λέπος· οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ ()." Λυκόφρων δ’ ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι, ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφ’ οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι ()· "καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης." Δίφιλος ()· "οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον τοῦ πορνοβοσκοῦ· κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα, ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν." καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. Πολέμων δέ φησι () τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς () ὅτι ‘θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. ὁ δ᾽ ἐρέβινθος, φησί, μέλας γίνεται διαφθειρόμενος.’ γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις ὁ αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας (). Δίφιλος δ’ ὁ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν· καὶ γὰρ ἐκείνους πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.
羽扇豆。 “愿那个吃了羽扇豆的家伙连同灾祸倒大霉!因他把皮壳扔在前廊,吃下去却没有被噎死。特别是…… 乙:悲剧诗人克莱涅托斯绝没有吃过它们,我知道;因为他从未扔掉过任何豆类的外皮;那人吃东西就是如此不加挑剔。” 哈尔基斯的吕科弗隆在一部为了嘲弄哲学家美涅德莫(埃雷特里亚学派得名于他)而写的萨堤洛斯剧中,嘲讽哲学家们的晚宴道: “羽扇豆丰富而为大众共有,随之舞入,成为穷人与卧榻宴席的共饮伴侣。” 狄菲鲁斯说: “没有任何行当比鸨母更败坏了。 我宁愿走在路上卖玫瑰、萝卜、热羽扇豆、压榨橄榄渣,总之卖一切东西,也不愿养活这些女人。” 他说,必须注意“热羽扇豆”这个词,因为现在人们也这样称呼它。波勒蒙说拉刻代蒙人将羽扇豆称为“利西莱代”。泰奥弗拉斯托斯在《植物生因》中记述道:“在豆类中,唯独羽扇豆、苦野豌豆和鹰嘴豆因辛烈与苦涩而不生虫。然而鹰嘴豆腐烂时会变黑。”同一作者在该书第三卷中说鹰嘴豆中会生毛虫。锡夫诺斯的狄菲鲁斯说羽扇豆具洗涤之效且极富营养,尤其是充分脱苦者更为显著。因此基提翁的芝诺平时对熟人严苛且极易发怒,但多饮了酒后便变得温和可亲。于是,面对询问其性情差异的人,他说自己与羽扇豆受制于同样的道理:因为羽扇豆在浸透之前也极苦,但充分吸收水分后便变得甘甜且极宜人。
ΦΑΣΗΛΟΙ. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων (). Ἐπίχαρμος ()· ".. φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ.4" Δημήτριος ()· "ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι."
菜豆。拉刻代蒙人在所谓“科皮斯”宴席上提供干无花果、蚕豆和新鲜菜豆作为干果甜点;波勒蒙记载了此事。埃庇卡尔摩斯说: “……如果狄奥尼索斯喜悦,快点炒菜豆。” 德米特里奥斯说: “要么是无花果,要么是菜豆,要么是诸如此类的东西。”
- 2.44ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους
由非人称动词 χρή 所统辖的不定式 λέγειν 带有未明说的泛指宾格逻辑主语(即“某人”),因此与之相呼应的四个分词及形容词(κατακείμενον, ὄντα, πίνοντα, ὑποτρώγοντ')全数采用单数阳性宾格。
- 2.44τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς
此句将五口之家(πένθ’ οἱ πάντες)划分为“三人”与“两人”的分割结构。两个动词均使用第一人称复数(δειπνοῦμεν, συγκοινωνοῦμεν),因为说话者本人包含在整个家庭中。属格 μάζης 为表示部分受词的属格,受动词 συγκοινωνέω(分享)统辖,与格 αὐτοῖς 则指代先用膳的三人。
- 2.45μὴ ὥρασι
这是古希腊语中的定型诅咒语(与祈愿式 ἵκοιτο 连用),意为“愿他不得善终/不得寿终正寝”。ὥρασι 为古老的处格或时间与格复数形式,与否定词 μή 搭配,习惯上用于诅咒他人遭致横祸或夭折。
- 2.46αἴ χ’ ὁ Διόνυσος φιλῇ
多利斯方言的条件从句。连词 αἴ χ(α) 相当于阿提卡方言的 ἐάν,统辖虚拟式 φιλῇ,表示现在或将来的假设条件(“若狄奥尼索斯喜悦/愿意”)。
