- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.41-2.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
引用尼坎德、赫拉克利德斯、狄奥克利斯、费洛蒂姆斯、狄菲鲁斯与涅西修斯等人的著述,论述各种坚果(核桃、扁桃、栗子等)的名称、进食时序及其医学消化特质。
ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος (). Ἑρμῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον. Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον,1 συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον· ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.
尼坎德提到了所谓彭土斯核桃,有些人称之为带壳核桃。赫尔摩纳克斯和蒂马基达斯在《词汇释义》中说,彭土斯核桃被称为宙斯的橡实。 塔兰托的赫拉克利德斯探讨干果点心应当像亚细亚和希腊某些地方那样在餐前提供,还是不应当如此,而是在饭后提供。如果是在饭后,结果便是,由于胃和肠中已经存留了较多的食物,随后送上的核桃为了激发饮酒的冲动而与食物纠缠在一起,因其天生浮聚且不易消化的特质,导致积气与食物腐败;由此引发消化不良与腹泻。
‘τὰ δὲ ἀμύγδαλα, φησὶ Διοκλῆς, τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ᾽ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικόν· πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν. ἧττον δ’ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν. τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον· φάρυγγα τραχύνει καὶ στόμα. ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται· διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος. τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν ὠμῶν. Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι· ‘τὸ πλατὺ κάρυον τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα2 καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα. τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον· φαγόντες οὖν πλείονα οὐκ ἐνοχλούμεθα· λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.’ Δίφιλος δ’ ὁ Σίφνιος ‘τὰ κάρυα, φησί, τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ’ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δ’ ἐπιπολαστικὰ τῶν βασιλικῶν.’
狄奥克利斯说:“扁桃固然有滋养和通便之效,但因带有一种粟粒般的质性而具温热之性。鲜者较干者少生害处,浸湿者较未浸者少生害处,炒者较生者少生害处。至于赫拉克利亚果,即所谓宙斯的橡实,其滋养不及扁桃,但兼具粟粒质与浮聚性;多食则令人头沉。其中鲜者亦较干者少生妨碍。波斯核桃引起头痛不下于宙斯的橡实,但滋养更甚;它使喉与口发涩。烤过则害处较少;若与蜂蜜同食,则在各类坚果中最利通便。扁平的坚果更容易胀气,但煮熟的比生食和炒食的少生害处,炒食的又比生食的少生害处。”费洛蒂姆斯在《论食物》中说:“所谓萨狄斯产的扁平核桃,生食时全都不易消化且难以化解,因在胃中受黏液滞留,且带有涩味。彭土斯核桃则多脂而不易消化。扁桃不易消化的程度较低;因此我们纵然多食也不致受扰;它们看起来更为油润,并产生甘甜而油润的汁液。”锡夫诺斯的狄菲鲁斯说:“皇家核桃令人头痛且易浮于胃中。其中尚柔嫩且去皮者汁液更佳、品质更优,而在炉中焙烤者则滋养匮乏。扁桃有利尿、稀释、通导之功,且滋养甚微。然而,鲜扁桃固然汁质不良且缺乏营养,干扁桃则更加胀气且易浮。柔嫩、饱满且去皮者因呈乳状而汁液更佳。干扁桃中,萨索斯和塞浦路斯产者质地柔嫩,更易排泄。彭土斯核桃令人头痛,但浮聚之性不及皇家核桃。”
Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘τῶν Εὐβοικῶν, φησί, καρύων ἢ καστάνων (ἀμφοτέρως γὰρ καλεῖται) δύσπεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ.3 τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων. χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος. τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος ἡ πύρωσις· ἐστὶ γὰρ τοῦτο τὸ χείριστον· τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται, ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.’ ὁ δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ· τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ· τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον. "λόπιμον κάρυόν τε Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο," Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γεωργικοῖς (). Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια· ‘ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ταῦτα δένδρα ἐκάλουν ἄμωτα.’
雅典的涅西修斯在《论可食物》中说:“至于优卑亚核桃或栗子(因二名兼称),对于胃而言其加工难以消化,其消化过程亦多胀气,但若有人能将其克化,则可使体质丰腴。扁桃、赫拉克利亚果、波斯核桃及其他同类坚果则皆逊于此。除鲜扁桃外,绝不应生食此类物,而当煮熟其一部分,焙炒其另一部分。因其中有些天生多脂,如干扁桃与宙斯的橡实,有些则坚硬而干涩,如山毛榉实及所有此类坚果。因此,烘烤去除了多脂坚果中的油脂——因这正是最劣之物——而硬涩之果若用小而柔和的火,便能得以软化。”狄菲鲁斯亦称栗子为萨狄斯橡实,称其既富营养又多美汁,但因滞留于胃而难以调理;焙炒者滋养虽减,却易于调理;煮食者胀气虽少,滋养却多于炒食者。 “优卑亚人称之为 带壳的核桃,而其他人则唤作橡实,”科洛封的尼坎德在《田家诗》中如是说。阿格洛库斯则称栗子为阿摩塔:“在出产锡诺佩核桃之地,他们称这些树为阿摩塔。”
- 2.41ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον
承接前文的选择疑问(πότερον προπαρατίθεσθαι δεῖ ... ἢ ... μετὰ τὸ δεῖπνον),条件节中省略了动词(如 παρατιθῆται 等)。主节由 συμβαίνει 统领宾格加不定式结构(τὰ ἐπεισφερόμενα κάρυα ... παρασκευάζειν)。
- 2.42τὸ πλατὺ κάρυον τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα
主语为中性单数(τὸ πλατὺ κάρυον),但表语形容词及代词却采用中性复数(δυσκατέργαστά ... ὠμὰ πάντα)。这是一种按意义一致(constructio ad sensum)的语法现象,将此类坚果作为一个复数的类别或群体来指称。
- 2.43ἐάν τις αὐτῶν κρατήσῃ
动词 κρατέω 支配属格 αὐτῶν。在医学与养生文献中,此搭配为惯用法,指胃或机体对食物的“克服”、“克化”或“成功消化”。
