← 阿特纳奥斯

学者们的宴会

§2.47-2.49

橄榄萝卜与松子的性质与功用

本节援引诸位喜剧诗人、医学家与植物学家的著述,探讨了橄榄、萝卜与松子(松塔)的名称、品种、烹制保存方法及其药用功效。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47

ΕΛΑΑΙ. Εὔπολις ()· ‘σηπίαι δρυπεπεῖς τ᾽ ἐλᾶαι.’ ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δέ φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης ()· ‘θλαστὰς ποιεῖν ἐλαίας.’ πάλιν· "οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα." καὶ μετ’ ὀλίγα· "θλαστὰς γὰρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος." Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ ()· "ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. — ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,1" φησὶν Ἕρμιππος (). Φιλήμων φησίν· ‘πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι,’ Καλλίμαχος δ’ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει ()· "γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα." ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος (). καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης ()· "... ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι." Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ’ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς. παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.

橄榄。欧波利斯说:“乌贼与树上熟透的橄榄。”罗马人称这些为德鲁帕。锡夫诺斯的狄菲鲁斯说,橄榄营养匮乏且引人头痛,黑橄榄对胃更不利且使头部沉重,而被称为浸渍橄榄的对胃较好且能止泻,碾碎的黑橄榄则对胃更好。阿里斯托芬提到了碾碎的橄榄:“制作碾碎的橄榄。”他又说: “盐渍橄榄与橄榄渣并非同一物。” 稍后又说: “因为碾碎的橄榄胜过盐渍橄榄。” 阿耳刻斯特拉托斯在《美食学》中说: “愿起皱而树上熟透的橄榄摆在你面前。” “因此人们为了求吉而在日后记住马拉松,总是把茴香投进盐渍橄榄中,”赫尔米波斯说道。费勒蒙说:“劣质橄榄被称为皮图里得斯,黑橄榄则被称为斯滕费利得斯。”卡利马科斯在《赫卡勒》中列举了橄榄的种类: “熟落果、皮图里斯,以及她储藏起来浮在盐水中的白色秋熟橄榄。” 人们也将树上熟透的橄榄称为干无花果和盖尔盖里莫斯,正如狄杜摩斯所说;并且不加“橄榄”一词,单单说“树上熟透的”。忒勒克莱得斯说: “……愿他久别之后恳求与我相见,奉上树上熟透的橄榄、大麦饼并佐以野菜。” 雅典人将压碎的橄榄称为斯滕费拉,而把我们所谓的斯滕费拉——即压榨葡萄所得的残渣——称为布律忒阿。这个词是从葡萄串衍生而来的。

§2.48

ΡΑΦΑΝΙΔΕΣ. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος ()· "ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν." Εὔπολις ()· "ῥαφανίδες ἄπλυτοι, σηπίαι." ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων ()· "νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας, ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι. " ἰδίως δ’ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες, ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης ()· "ῥαφανίς τ’ ἄπλυτος ὑπάρχει καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα." ὑποκοριστικῶς δ’ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ ()· ‘φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ’ ἐν τοῖς περὶ φυτῶν () γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν· γλυκυτάτην δ’ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι.’ Καλλίας δ’ () ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν· "... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς, ἐλατῆρες." ὅτι δ’ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων ()· "ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα, διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν." εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις ()· "ὅστις ἀγοράζων ὄψον..... ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν2 ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται. "

萝卜。它们因容易生长显露而得名。雅典人对此词的发音既有长音也有短音。克拉提诺斯说: “萝卜如此认为,而其他蔬菜则不以为然。” 欧波利斯说: “未洗的萝卜,乌贼。” 至于应当将“未洗的”理解为修饰萝卜而非乌贼,安提法奈斯的文字表明了这一点: “野鸭、蜂巢、供咀嚼的核桃、蛋、煎饼、未洗的萝卜、芜菁、粗麦粉、蜂蜜。” 它们被特意如此称为“未洗的萝卜”,人们也称之为萨索斯萝卜。费雷克拉底说: “有未洗的萝卜、温水浴、炖咸鱼和核桃。” 柏拉图在《许佩耳波罗斯》中使用了指小词:“小叶或小萝卜。”泰奥弗拉斯托斯在《植物史》中说萝卜有五种:科林斯种、光滑萨索斯种、克勒奥奈种、阿摩里亚种和玻俄提亚种。光滑萨索斯种被某些人称为色雷斯种;玻俄提亚种最甜且形状是圆的。“大体而言,”他说,“叶片光滑的那些更为甘甜。”卡利亚斯用拉法诺斯来称呼萝卜。总之,他在回顾喜剧的古老岁月时说: “……豆汤、火、芜菁、萝卜、树上熟透的橄榄、扁饼。” 他用这个词指称萝卜,阿里斯托芬在《达奈斯》中自己描写这种古老时代时也说得很清楚: “歌队捆着地毯和被褥袋跳舞,把牛胁肉、香肠和萝卜塞在腋下。” 萝卜是一种极其廉价的食物。安菲斯说: “凡在买下饭菜时……本可享用真正的鲜鱼,却渴望购买萝卜的人,是疯了。”

§2.49

ΚΩΝΟΙ. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ’ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης (), ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον,3 κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ ()· ‘πυρῆνα δ’ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.’ Δίφιλος δ’ ὁ Σίφνιός φησιν· οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ῥητινῶδες.’ Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.

松塔。雅典医生墨涅西忒奥斯在《论食物》中将松塔的果仁称为壳果,又称为松球。卡里斯托斯的狄奥克利斯称之为松坚果,蒙多斯的亚历山大称之为松球。泰奥弗拉斯托斯称其树为松树,称其果实为松球。希波克拉底在《论大麦饮》(此书半数被视为伪作,有人甚至认为是全本伪作)中称之为壳核;多数人称之为核,正如希罗多德谈到本都坚果时那样。他说:“这东西成熟时内有果核。”锡夫诺斯的狄菲鲁斯说:“松子极富营养,但因其间杂有树脂成分,能润滑气管并清洁胸部。”墨涅西忒奥斯说它们能使身体丰满,无碍于消化,具有利尿作用且不滞塞肠道。

语法注3 条
  1. 2.47ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας

    ὥστε 引导表示结果的从句。此处利用地名“马拉松”(属格 Μαραθῶνος)与植物“茴香”(μάραθον)之间的谐音双关(paronomasia),滑稽地将对历史胜利的纪念与往盐渍橄榄中投放茴香的烹饪习俗联系起来。

  2. 2.48ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν

    ἐξόν 是非人称动词 ἔξεστι 的中性单数宾格分词,用作宾格独立结构(accusative absolute),在此具有让步或条件意味,表示“在本来能够享受真正的鱼的情况下”。

  3. 2.49ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον

    关系代词 ὃ 指称前文希波克拉底的论著篇名(在概念上作中性看待)。动词 νοθεύεται 为被动语态,意为“被判定为伪作”,指出该文献有一半被视为伪托,甚至有人认为全篇皆属伪作。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.47-2.49