← 阿特纳奥斯

学者们的宴会

§2.37-2.40

桑葚的效用及坚果与杏仁的性质

在引述关于桑葚与悬钩子的医学、博物学观点及痛风流行的轶事后,本文征引诸多诗文探讨了坚果的通称与专称,以及纳克索斯与塞浦路斯产杏仁的药效、词源与重音读法规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37

Φαινίας δ’ ὁ Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως ()· ‘τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους1 σπερματικὰς ἔχει τὰς συκαμινώδεις διαγονάς, καθάπερ ὑφάλους καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.’ Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, ἃ καλοῦσιν ἔνιοι μόρα· Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια· Δημήτριος δὲ ὁ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ ὁ Σίφνιος ἰατρὸς γράφει οὕτως· ‘τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει.’ Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος (), καθ’ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας. περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.

亚里士多德的弟子埃雷索斯的帕尼亚斯将野生桑树的果实称为摩隆,指出其成熟之时亦极为甘美可口。他如此写道:“如悬钩子般的摩隆,其桑葚状的球体干燥后,具有如种籽般的桑葚状节段,宛如暗礁一般,并具有易脆而汁多的分歧结构。”帕尔特尼乌斯则说,有些人称为摩隆的桑葚,被称为哈布鲁纳;萨拉米斯人将完全相同之物称为巴提亚;德米特里乌斯·伊克西翁则称同样的果实为桑葚或摩隆,意指其如流血之物,且胜于无花果。锡夫诺斯的医者狄菲卢斯如此写道:“桑葚,亦被称为摩隆,确实多汁,然而养分甚少,健胃且易于通便。特别是其中尚未熟透者,能驱除蛔虫。”据海格桑德记载,皮特穆斯叙述道,在他生活的年代,桑树曾连续二十年不结果,以致爆发了如此严重的痛风流行病,不仅成年男子罹患此疾,甚至男童、少女、阉人以及妇人亦皆不能幸免。甚至这一灾祸亦落在了山羊群上,以致三分之二的羊只都染上了同样的疾患。

§2.38

ΚΑΡΥΑ. οἱ Ἀττικοὶ καὶ οἱ ἄλλοι συγγραφεῖς κοινῶς πάντα τὰ ἀκρόδρυα κάρυα λέγουσιν· Ἐπίχαρμος δὲ κατ’ ἐξοχὴν () ὡς ἡμεῖς· "καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας." Φιλύλλιος ()· "ᾠά, κάρυ᾽, ἀμυγδάλαι." Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος· ‘κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.’ τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ ()· "καρύαι μελίαι τε." Εὔβουλος ()· ‘φηγούς, κάρυα Καρύστια.’ καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.

坚果。阿提卡作家及其他作家通称一切木本硬果为坚果(卡鲁阿);但埃庇卡摩斯却与我们一样特指某种坚果: “啃咬着脆生的坚果、杏仁。” 菲吕利乌斯说: “蛋、坚果、杏仁。” 以弗所的赫拉克利翁说:“人们将杏仁以及如今称为板栗之物皆称为卡鲁阿。”而树木本身在索福克勒斯的诗中亦被称为卡鲁阿: “坚果树与梣树。” 欧布卢斯说:“山毛榉实,卡律斯托斯产坚果。”某些坚果亦被称为莫斯忒纳。

§2.39

ΑΜΥΓΔΑΛΑΙ. ὅτι αἱ Νάξιαι ἀμυγδάλαι διὰ μνήμης ἦσαν τοῖς παλαιοῖς· καὶ γίνονται ὄντως ἐν Νάξῳ τῇ νήσῳ διάφοροι, ὡς ἐμαυτόν, φησί, πείθω. Φρύνιχος ()· "τοὺς δὲ γομφίους ἅπαντας ἐξέκοψεν, ὥστ᾽ οὐκ ἂν δυναίμην Ναξίαν ἀμυγδάλην κατᾶξαι." διάφοροι δ’ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ· παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι. ἐπακτικώτατα δὲ πρὸς πότον τὰ ἀμύγδαλα προεσθιόμενα. Εὔπολις ()· "δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας οἶνόν τε πίνειν Ναξίων ἀπ’ ἀμπέλων. " ἦν δέ τις ἄμπελος Ναξία καλουμένη. Πλούταρχος δὲ ὁ Χαιρωνεύς φησι () παρὰ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ ἰατρόν τινα ὑπερβάντα πάντας ἐν τῷ πίνειν φωραθῆναι πρὸ τοῦ πότου προεσθίοντα πικρὰς ἀμυγδάλας πέντε ἢ ἕξ· ἅσπερ κωλυθεὶς προσενέγκασθαι οὐδὲ πρὸς τὸ μικρότατον ἀντέσχε τοῦ πότου. αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα.2 κληθῆναι δὲ ἀμυγδάλην φησὶν Ἡρωδιανὸς ὁ Ἀλεξανδρεὺς () παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς. ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων, φησί που Φιλήμων ()· "φηγοὶ Πανὸς ἄγαλμα," φησὶ Νίκανδρος ἐν βʹ Γεωργικῶν (). ὅτι καὶ οὐδετέρως ἀμύγδαλα λέγεται. Δίφιλος ()· "τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα."

杏仁。古人对纳克索斯杏仁常怀记忆;正如我自己深信的那样,纳克索斯岛确实产出绝佳的杏仁。弗律尼库斯说: “但他把臼齿 全部打落,以致 我无法将纳克索斯 杏仁咬碎。” 塞浦路斯岛亦产出非同寻常的杏仁;因为与别处所产相比,它们既扁长且末端弯曲。塞琉库斯在《方言释义》中说,斯巴达人将较软的坚果称为穆凯罗伊,而忒诺斯人则用此名指称甘甜的坚果。阿梅里亚斯则说,杏仁被称为穆凯罗斯。若在饮酒前预先食用杏仁,最具引酒之效。欧波利斯说: “给他纳克索斯杏仁咀嚼, 并给他饮用来自纳克索斯葡萄藤的酒。” 曾有一种名为纳克索斯的葡萄藤。凯罗尼亚的普鲁塔克说,在提贝里乌斯·凯撒之子德鲁苏斯座下,有一位医生在饮酒方面胜过所有人,后被发现在酒宴前预先吞食五六粒苦杏仁;当他被禁止服用这些杏仁后,连极少量的酒亦支撑不住。因此,原因乃是其苦味之力,具有干燥并消耗体液的作用。亚历山大里亚的赫罗狄安说,杏仁之所以得名,是因为在青绿外皮之下的果核上,仿佛有许多凹槽抓痕(阿慕凯)。 菲利蒙在某处说:“你如驴子般走向茶点的碎壳。” 尼坎德在《田园诗》卷二中说: “山毛榉树,潘神的饰物。” 杏仁亦可用作中性词。狄菲卢斯说: “茶点、香桃木果、扁饼、杏仁。”

§2.40

ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος ()· "ῥοδῆς τε καλὸν ἄνθος." Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ’ ὀξεῖαν τάσιν. Φιλόξενος δ’ ἀμφότερον περισπᾷ. Εὔπολις ()· "... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν." Ἀριστοφάνης ()· "ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ." Φρύνιχος ()· "ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον." ἄλλοι δὲ ἀμυγδαλὰς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ () ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου.3 ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην· μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.

关于杏仁的重音发音,潘菲卢斯主张在指果实时读作前移重音(在倒数第二音节,非末音节重音),与阿慕格达隆相似;然而对于树名,他则要求读作折音,如阿慕格达莱与罗代(野蔷薇)。阿基罗库斯亦云: “野蔷薇之丽花。” 阿里斯塔库斯则将果实与树木皆一概发作锐音。菲洛克塞努斯将二者皆发作折音。欧波利斯说: “……你要害死我吗,凭着杏仁树发誓!” 阿里斯托芬说: “来吧,拿上这些杏仁, 用你自己的头颅将它们敲破。” 弗律尼库斯说: “杏仁树,治咳嗽之良药。” 其他人则读作末音节锐音,如卡拉斯。特律丰在《阿提卡读音法》中,将果实读作前移重音(即我们作为中性词所称之杏仁),而将树木读作折音,因为其词尾特征相对于果实具有领属性(派生性),并因此发作折音。 潘菲卢斯在《方言释义》中说,斯巴达人将破核器称为穆凯罗破壳器,而非破杏仁器;因为斯巴达人将杏仁称为穆凯罗伊。

语法注3 条
  1. 2.37ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους

    独立属格结构,表时间或条件(“当桑葚状球体干燥之后”),修饰内部类似种子的分歧结构显现出的状态。

  2. 2.39αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα

    主语为阴性名词 ἡ ... δύναμις,而表语形容词 αἴτιος 却作阳性形式。这既可按 αἴτιος 作通性(两尾)形容词兼表阴阳来解释,亦可视作表语性泛指(“……乃是原因”)。分词 οὖσα 则合乎规则地作阴性主格单数与主语 δύναμις 一致,表原因。

  3. 2.40κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου

    独立属格结构,toũ charaktēros(“词尾形态/语法特征”)作逻辑主语,分词 óntos 与 perispōménou 与之性数格一致。parà tòn karpón 表相对于果实名称的对应与派生关系,说明指称树木的派生词尾具有领属性质,因而按规则标注折音。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.37-2.40