- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.1-2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在提及交谈与睡眠后,引述了关于酒的名称起源(俄纽斯说及各派词源),并通过多位诗人和医学家姆涅西透斯的言论探讨了适度饮酒的益处与过度饮酒导致的祸害。
τὸ πολὺ τῆς ἡμέρας προσεπιμετρεῖ τῷ ὕπνῳ. "οὐκ εἴων με οἱ λόγοι, οὓς ἀπεμνημόνευσας, ὄντες" ποικίλοι ὕπνῳ διδόναι σχολήν. "οὐκ ἀπὸ σκοποῦ τοξεύειν.1 " ὅτι τὸν οἶνον ὁ Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως2 ()· "Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε." φησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος ()· "ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως." Ἑκαταῖος δ’ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε ()· ‘Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε· καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ’ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.’ οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους. ‘Οἰνέως δ’ ἐγένετο Αἰτωλός.’ Πλάτων δ’ ἐν Κρατύλῳ () ἐτυμολογῶν τὸν οἶνον οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν.3 ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται· παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδέ πώς φησιν ()· "ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα." καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς.
他把一天的大部分时间都添补给了睡眠。 “你所回忆的那些言论如此丰富多变,以至于不容许我给睡眠腾出闲暇。” “射箭并非远离目标。” 关于科罗封的尼坎德洛斯说酒因俄纽斯而得名: “俄纽斯在凹陷的酒杯中压榨出来, 称之为酒。” 米洛斯的梅拉尼皮德斯也说: “主人啊,因俄纽斯而得名的酒。” 米利都的赫卡泰奥斯在谈到葡萄藤是在埃托利亚被发现时,也这样说:“丢卡利翁之子奥瑞斯透斯来到埃托利亚执掌王权,他的母狗产下了一截木桩;他便命人将其埋入地下,从中长出了一株硕果累累的葡萄藤,因此他也将自己的儿子命名为菲提奥斯。从他生下了俄纽斯,俄纽斯因葡萄藤而得名。”他说,因为古希腊人把葡萄藤称为奥伊奈。“从俄纽斯又生下了埃托洛斯。”柏拉图在《克拉底鲁篇》中为酒探究词源时说,酒之所以是‘自负之心’,是因为它使我们的心灵充满妄自尊大。或者,它也许是从‘益处’得名;因为荷马在以类似方式解释这一语词时大抵是这样说的: “其后你自己若是喝下,也会得到益处。” 因为事实上,他习惯于将食物称为‘滋益之物’,源于它们滋益我们。
" οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας." ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής (), ὅστις ἂν εἴη. Δίφιλος δ’ ὁ κωμικός φησιν ()· "ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ· ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν..." ὁ δὲ Κυθήριος Φιλόξενος λέγει ()· ‘εὐρείτας οἶνος πάμφωνος.’ Χαιρήμων δὲ ὁ τραγῳδὸς () παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις "γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν." Ἴων δ’ ὁ Χῖός φησιν ()· "ἄδαμνον παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον, — — ἀνθρώπων πρύτανιν. — ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεοὺς θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν, (τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν) εἰς τὴν ἰατρικήν τε χρησιμώτατον· καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει. ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον εὐθυμίαν· ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν· ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ· ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων. διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ ἰατρόν." ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.
“墨涅拉俄斯啊,诸神确实为有死的世人 造出酒来,作为驱散忧愁的最佳之物。” 《库普利亚》的诗人如此说道,无论他是谁。喜剧诗人狄菲洛斯则说: “啊,对于所有明智之人而言最亲切的、 最有智慧的狄奥尼索斯,你是多么甜美的一位! 唯有你让卑微者心怀傲慢, 劝导那耸起双眉的人发笑, 让虚弱者敢作敢当,让胆怯者勇武……” 基西拉的菲洛克塞诺斯说:“流淌宽广、发诸般声音的酒。”悲剧诗人柴勒蒙则说,酒为享用它的人预备了: “欢笑、智慧、愚蠢、明虑。” 希俄斯的伊翁说: “不可驯服的、 牛首模样的孩童,年轻却又不年轻,雷鸣般激情的 至为甜美的随从,振奋心灵的酒, ——凡人的领袖。——”姆涅西透斯说,神明向有死的凡人昭示酒,对于正确享用的人而言是最大的善,但对于无度享用的人而言则相反。 (因为酒确实给享用它的人以营养,给心灵和肉体以力量)且对医疗极有用处;因为酒与液态药物相混合,也对受伤之人大有裨益。 在每日的聚会中,对于适度饮用且饮调和酒的人,酒带来愉悦;但你若是过量,便带来傲慢;若是按对半的比例调和饮用,便产生狂乱;若是饮纯酒,则导致肢体瘫痪。 因此狄奥尼索斯在各地也被称为医师。 皮提亚女祭司也曾吩咐某些人称狄奥尼索斯为健卫者。
" Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα ()· τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου, ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων· ὁ δ᾽ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς· δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ. πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας." Ἐπίχαρμος δέ φησιν ()· "ἐκ μὲν θυσίας θοίνα...," ἐκ δὲ θοίνας πόσις ἐγένετο. Β. χάριεν, ὥς γ’ ἐμοὶ "δοκεῖ. Α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία· ἐκ δ’ ὑανίας δίκα..., ἐκ δίκας δὲ καταδίκα, ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία." Πανύασις δ’ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, Ὥραις καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι ()· "πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν. τοῖς δ’ ἔπι4 Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος. ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου· εἴ τις τόν γε πίοι καὶ ἀπότροπος οἴκαδ᾽ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει. ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο, στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου πινομένης, μή5 σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν. ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον. " καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου ()· "ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ᾽ ὀπηδεῖ." κατὰ γὰρ τὸν Εὐριπίδην ()· "πληγὰς ὁ κῶμος λοίδορόν θ’ ὕβριν φέρει." ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.
欧布洛斯则让狄奥尼索斯说道: “因为我只为明智之人调制 三只调酒缸:一只为了健康, 他们最先将其饮尽;第二只 为了爱与快乐;第三只为了睡眠, 受邀的明智之士将它饮尽后, 便走回家去。但第四只不再 属于我们,而是属于傲慢;第五只属于叫喊; 第六只属于狂饮游行;第七只属于青肿; 第八只属于传票吏;第九只属于忿怒; 第十只属于狂乱,甚至使人掷物行凶。 因为大量倾注入一个微小的容器, 便最容易将饮者绊倒。” 厄庇卡摩斯说: “由祭祀生出了宴席……, 由宴席生出了饮宴。”乙:“依我看,这倒颇为雅致。” 甲:“由饮宴生出了嘲弄,由嘲弄生出了猪一般的蠢行; 由猪一般的蠢行生出了诉讼……,由诉讼生出了定罪, 由定罪生出了脚镣、颈手枷和罚金。” 史诗诗人帕纽阿西斯将头一轮饮酒分派给美惠三女神、时序诸女神和狄奥尼索斯,第二轮分给阿佛洛狄忒和再次出场的狄奥尼索斯,第三轮则分给傲慢与迷妄。帕纽阿西斯说: “首先获得份额的是美惠三女神与温厚的时序诸女神, 以及高声轰鸣的狄奥尼索斯,正是他们酿造了酒。 随后是塞浦路斯出生的女神和狄奥尼索斯获得了份额。 那里举行着凡人最美妙的酒宴; 若有人喝了此酒,便从甘美的宴席 转身离去回归家中,他就绝不会遭遇灾祸; 但无论何时,若有人毫无节制地狂饮, 奔向第三份的份额,那时傲慢与迷妄的份额 就变得令人痛苦,并将祸患带给凡人。 朋友啊,既然你已享有了甘美饮品的适量, 就走向结发的妻子,让同伴们睡去吧; 因为我唯恐当饮下蜜一般甘甜之酒的第三份时, 傲慢会在你的胸膛中激发狂念, 给美好的款待带来险恶的结局。 听劝吧,停止过度的狂饮。” 接着关于无节制的酒: “因为迷妄与傲慢的份额立刻伴随着他而来。” 因为正如欧里庇得斯所言: “狂饮游行带来击打与辱骂的傲慢。” 因此有人说,狄奥尼索斯的诞生与傲慢的诞生是依照相同的机缘发生的。
- 2.1οὐκ ἀπὸ σκοποῦ τοξεύειν
成语表达,意为“射箭不偏离靶心”,即“切中要害”或“合乎实情”。不定式τοξεύειν作为独立不定式或会话中的省略表达出现。
- 2.1ὅτι τὸν οἶνον ὁ Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως
句首的连词ὅτι是节录本(epitome)常见的标记,用以引出条目内容,意为“关于……”。由φησίν引出宾格加不定式结构(τὸν οἶνον ὠνομάσθαι)。
- 2.1διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν
带冠词的不定式与介词结合(διὰ τὸ ἐμπιπλᾶν)表示原因。不定式的逻辑主语是“酒”(αὐτόν),τὸν νοῦν为直接宾语,οἰήσεως是由表示“充满”的动词ἐμπίπλημι所要求的属格。
- 2.3τοῖς δ’ ἔπι
ἔπι是介词ἐπί的倒置(anastrophe),支配与格τοῖς,构成副词短语,意为“在他们之后”或“随着他们”(相当于ἐπὶ τούτοις)。
- 2.3δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου / πινομένης, μή
τριτάτης μοίρης... πινομένης为属格独立结构,表时间(“当第三份正被饮用时”)。表示恐惧的主动词δείδια后接由μή引导的从句,搭配虚拟式ἀέρσῃ和ἐπιθῇσι,表达所担忧的事态。
