← 阿特纳奥斯

学者们的宴会

§2.35-2.36

草莓树果与樱桃起源及桑葚考

将阿斯克勒庇阿德斯关于矮樱桃的记载辨析为草莓树果,随后对比了琉库鲁斯引入樱桃之说与狄菲卢斯更早的记载;最后考证了桑葚与西克莫无花果的名称、药用特性及诗人们的用例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35

Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως· ‘ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.’ ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. Ἀριστοφάνης ()· "ἐν τοῖς ὄρεσιν δ᾽ αὐτομάτοισιν τὰ μιμαίκυλ᾽ ἐφύετο πολλά." Θεόπομπος ()· "τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα." Κράτης ()· "πάνυ γάρ ἐστιν ὡρικώτατα τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλον. " Ἄμφις ()· "ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει, ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα." Θεόφραστος ()· ‘ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.’ ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται1 εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος. φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος· ‘πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες· ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως. καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.’ πρὸς ὃν Δάφνος τίς φησιν· ‘ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνὴρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα — εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων — μνημονεύει τῶν κερασίων λέγων· ‘τὰ κεράσια εὐστόμαχα, εὔχυλα, ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια· εἰσὶ γὰρ διουρητικά.’

米尔莱亚的阿斯克勒庇阿德斯称某种树木为“地生樱桃”(矮樱桃),曾如此说道:“在比提尼亚人的土地上生长着地生樱桃,其根不大,树身亦不大,唯与蔷薇灌木相当;其果实在其他所有方面皆与樱桃相似,但若食用过多,便会如葡萄酒一般使人沉重并引起头痛。”他说,在我看来阿斯克勒庇阿德斯此言所指乃是草莓树果(米麦库拉)。因为结出此果的树正是如此模样,凡食用此果超过七枚者便会头痛。阿里斯托芬说: “在山峦间,米麦库拉果实自发地 茂密生长。” 泰奥彭普斯说: “他们啃食着香桃木果和熟透的米麦库拉果。” 克拉忒斯说: “确实,那双乳房最为鲜嫩多汁, 正如苹果或米麦库拉果一般。” 安菲斯说: “你看,桑树结出桑葚, 冬青栎结出橡子,草莓树结出米麦库拉果。” 泰奥弗拉斯托斯说:“结出可食之米麦库拉果的草莓树(科马罗斯)。” 关于名为《阿根》的某部萨堤洛斯剧,究竟是卡塔奈或拜占庭的皮通所作,甚或是国王亚历山大本人所作,尚存争议。 修辞学家〔书中〕的拉伦西乌斯说:“你们希腊人把许多东西据为己有,自称是你们命名的或是最先发现的;但你们却不知,正是击败米特拉达梯与提格兰的罗马将领琉库鲁斯,最先将这种植物从本都的城市刻拉苏斯运至意大利。而且正如我们的作家所记载的,正是他根据该城的名字将这种果实命名为樱桃(刻拉索斯)。”对此,一位名叫达弗努斯的人说:“然而,比琉库鲁斯早得多的一位著名人物,锡夫诺斯的狄菲卢斯——生活在亚历山大继业者之一的吕西马库斯国王时代——便曾提及樱桃,说道:‘樱桃健胃、多汁、少养分,冷食时对胃有益。色泽更红者与米利都产者尤佳,因为它们具有利尿作用。’”

§2.36

ΣΥΚΑΜΙΝΑ. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, ἅ τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ· καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας.2 φέρει δὲ τὸν καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ’ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος ()· "ἀνὴρ δ’ ἐκεῖνος ἦν πεπαίτερος μόρων." ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου ()· "λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.3" Σοφοκλῆς ()· "πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον." καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς () ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς· "καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι, πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην."

桑葚。虽然所有人皆一概称之为桑葚,唯独亚历山大里亚人将其称为“摩拉”。桑葚并非产自埃及无花果之物,有些人将后者称为西克莫无花果。当地人用铁器将其稍微刮伤,留置于植株上;在风的摇撼下,三天之内便变得这般成熟芳香,尤其是西风吹拂时,不仅可食,甚至因其内部温和的凉意,亦可配上玫瑰油敷于发热病人的胃脘部作贴膏,使患者大获慰藉。埃及桑树结出这种果实是在树干木质处,而非生在结果的细枝上。在埃斯库罗斯的《弗里吉亚人》中,谈及赫克托尔时亦称桑葚为“摩拉”: “而那个人比熟透的桑葚还要柔弱。” 在《克里特妇女》中论及悬钩子时亦云: “因为它同时被白色的、黑色的 以及宛如朱砂染红的桑葚所压弯。” 索福克勒斯说: “起初你将见到吐出白花的花穗, 随后则是染成深红的浑圆桑葚。” 尼坎德在《田园诗》中亦表明它比其他树果出现得更早,且如亚历山大里亚人那样始终称此树为“摩蕾阿”: “还有那桑树,它成了幼童的乐事, 最先向凡人预报甘美的秋季佳果。”

语法注3 条
  1. 2.35ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται

    在 ὅτι 引领的句子中,动词 ἀμφιβάλλεται 作非人称用法(“关于……是否……存有争议”),而名词短语 Ἀγῆνα σατυρικόν τι δρᾶμα(萨堤洛斯剧《阿根》)则是从后文间接疑问句(εἴτε ... ἢ ... ἢ καί ...)中提至句首的先行宾语(prolepsis)。

  2. 2.36ὡς διὰ τὸ ἐν αὐτοῖς ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας

    连词 ὡς 承接前面的形容词 ἐδώδιμα,引导表结果或补充说明的带不定式结构,支配不定式 ἐπιτίθεσθαι 和 παρηγορεῖσθαι。介词短语 διὰ τὸ ... ψυχρόν 表示原因,分词 καταπλαττόμενα 与主语(果实)性数格一致。παρηγορεῖσθαι 作及物意义(“缓解、抚慰”),支配宾格 τοὺς νοσοῦντας。

  3. 2.36ταὐτοῦ χρόνου

    时间属格(genitive of time),意为“在同一时期”或“同时”,指同一灌木上同时结出白、黑、红等不同成熟度的果实。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.35-2.36