← 阿特纳奥斯

学者们的宴会

§2.33-2.34

宴会菜单的习俗与大马士革李及樱桃考

在记述宴会上向主人呈递菜单的习俗后,文中探讨了大马士革李及其各种名称与特性,随后根据泰奥弗拉斯托斯的植物学著作对樱桃进行了考证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33

ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ’ ᾧ εἰδέναι1 ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος. ΔΑΜΑΣΚΗΝΑ. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων. κοκκύμηλα οὖν ἐστι ταῦτα· ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ ()· "στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης. " Ἄλεξις ()· "καὶ μὴν ἐνύπνιον οἴομαί γ᾽ ἑορακέναι νικητικόν. Β. λέγ’ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή· ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν...2 στεφάνῳ κυλιστῷ κοκκυμήλων — Β. Ἡράκλεις. Α. πεπόνων..." πάλιν ()· "ἑόρακας ἤδη πώποτ’ ἐσκευασμένον ἤνυστρον ἢ σπλῆν’ ὀπτὸν ὠνθυλευμένον ἢ κοκκυμήλων σπυρίδα πεπόνων; τοιοῦτ’ ἔχει τὸ μέτωπον." Νίκανδρος ()· "μῆλον ὃ κόκκυγος καλέουσι." Κλέαρχος δ’ ὁ περιπατητικός φησι () Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος ()· "ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε." καὶ πάλιν ()· "ὅσον μῆλον βραβίλοιο ἥδιον." ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ’ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ’ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι·3 τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει ()· ‘κοκκυμηλέα καὶ σποδιάς· τοῦτο δ’ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.’ Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ () τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα.

在宴席上,当款待客人的主人入席横卧时,通常会预先递给他一块写有备办菜肴清单的小板,以便让他知晓厨师将要呈上何种佳肴。 大马士革李。由于大马士革是一座著名而宏大的城邦,许多古人都曾提及它。既然所谓的李子在大马士革人的土地上最为丰富且栽培得最善,这种树果便特称为“大马士革李”,以示有别于其他地区所产者。因此,这些就是李子;除他人之外,希波纳克斯亦曾提及: “他们戴着李子与薄荷编成的花冠。” 阿莱克西斯说: “确实,我认为自己见到了一个 预兆胜利的梦。——乙:快讲讲看。——甲:那么请留神听: 在运动场上,我的对手之一似乎赤身走上前来, 为我戴上王冠…… 用李子编结的花冠——乙:赫拉克勒斯啊! ——甲:熟透的李子……” 他又说: “你可曾见过烹调好的 皱胃,或是烤制填馅的脾脏, 亦或是一篮熟透的李子? 他的额头就是那副模样。” 尼坎德说: “人们称之为布谷鸟的果实。” 漫步学派的克莱阿尔科斯说,罗得岛人与西西里希腊人称李子为“布拉比隆”,正如叙拉古的忒奥克里托斯所言: “枝条因沉甸甸的布拉比隆果实而垂向地面。” 他又说: “正如苹果比布拉比隆果实 更加甘美。” 这种树果在周长上虽比一般的李子略小,但在滋味上却完全相同,只是略带一点辛酸之味。塞琉古在《词汇释义》中称,布拉比隆、埃拉、科库梅拉和马德吕亚皆为同一种物;马德吕亚犹如“苹果状的树果”,称为布拉比隆是因为它润肠且能排泄食物,而埃拉则如同苹果,正如德米特里·伊克西翁在《语源学》中所言。泰奥弗拉斯托斯说:“李树与斯波迪亚斯树;后者正如野生的李树。”阿拉罗斯称这种树为“科库梅隆”,亦称其树果为“科库梅隆”。锡夫诺斯的狄菲卢斯说,这些果实多汁程度适中,易腐坏,易排泄,所含养分甚微。

§2.34

ΚΕΡΑΣΙΑ. Θεόφραστος ἐν τῷ περὶ φυτῶν ()· ‘ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα· καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ’ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.’ καὶ πάλιν ()· ‘κράταιγος· οἳ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ· πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον· τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ᾽ ἔχει λεῖον ὅμοιον μεσπίλῃ· μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ’ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθός τέ ἐστι καὶ ἐπιμελαίνεται· ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου· διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι.’ ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.4

樱桃。泰奥弗拉斯托斯在《植物志》中说:“樱桃树(凯拉索斯)是一种具有独特天性的树木,体型巨大;因为它能长到二十四肘高。它的叶子与欧楂相似,但坚硬且更宽,树皮似菩提树,花为白色,类似梨花和欧楂花,由细小的花朵聚合而成,宛如蜂巢。果实呈红色,形状类似豆柿,大小如蚕豆;只是豆柿的果核坚硬,而樱桃的果核柔软。”他又说:“克拉泰戈斯;有人亦称之为克拉泰戈农。其叶片伸展,类似欧楂;只是比欧楂更大,与其说狭长不如说更宽;但它并不像欧楂那样带有锯齿。这种树既不会长得过大,亦不会过粗;其木材斑驳、泛黄而坚固。树皮光滑,与欧楂相似;大体上只向深处生有一条直根。果实浑圆,如野橄榄大小;成熟时呈黄色并转为黑色;具有欧楂的味道与汁液;因此人们倒可能认为它是野生的欧楂。”他说,从这些描述中在我看来,这位哲学家所指明的正是如今被称为樱桃(凯拉西昂)之物。

语法注4 条
  1. 2.33ἐφ’ ᾧ εἰδέναι

    ἐφ’ ᾧ 接不定词构成的目的或条件句,意为“为了/在……条件下”。在此表示预先向主人呈递菜单小板的目的(以便知晓将呈上何种菜肴)。

  2. 2.33ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν

    δοκέω(ἐδόκει)的人称句式,后接不定词 στεφανοῦν 以及主格分词/形容词(προσελθών, γυμνός)。分词在性、数、格上与不定词的主语(τις)保持一致,意为“对手中的某人似乎赤身走上前来为我加冕”。

  3. 2.33βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι

    由 φησίν 引导的带对格的不定词结构。四个表示该果实的名词(βράβιλα, ἦλα, κοκκύμηλα, μάδρυα)作主语对格,τὰ αὐτά 作表语对格,意为“称……乃是同一种事物”。

  4. 2.34ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν

    全句以介词短语 ἐκ τούτων 开头,中间插入插入语 φησίν,由 δοκεῖ μοι 统领不定词 ἐμφανίζειν,其主语为 ὁ φιλόσοφος,宾语为 τὸ νῦν κεράσιον καλούμενον,骨架意为“从这些看来,在我看来这位哲学家所指明的正是如今被称为樱桃的事物”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.33-2.34